Fragmenta in Psalmos · §u39-rem-early

Unit 39 rem early

Rem early: Unit 39; lemma and argument toward the thesis.

Greek

ἡμερῶν μερίζεται, μίαν ἡμέραν ε χοντος αἰώνιον καὶ ἀδιάκοπον τοῦ ἐν ταῖς θείαις αὐλαῖς τοῦ κυρίου γεγενημένου. γέγονε γὰρ αὐτῷ κύριος φῶς αἰώνιον τοῦ ἡλίου τῆς δικαιοσύνης οὐ δύνοντος ἐπ' αὐτῷ. αυ τη ου ν ἡ ἀδιάστατος καὶ ἀδιάκοπος ἡμέρα κρείσσων ει η τῆς πολυημέρου ἐνταῦθα γινομένης ζωῆς. 849 Ps 83,12b–13 ∆ίδωσιν ὁ θεὸς χάριν τοῖς σῳζομένοις χάριτι κατὰ τὸ Χάριτί ἐστε σεσῳσμένοι, ι σον δωρεᾶς δυναμένης ἐνταῦθα τῆς χάριτος. ε στι γὰρ καὶ ε τερον τῆς χάριτος σημαινόμενον καθὸ κεχαριτωμένος τις εὑρίσκεται. κατὰ τοῦτο γὰρ λέγεταί τις εὑρηκέναι χάριν ἐνώπιον τοῦ θεοῦ. ταύτην τὴν χάριν ἀντὶ χάριτος προτέρας δίδωσιν, η ς ἐκ τοῦ ἐφ' ἡμῖν κατὰ τὸ δυνατὸν ἀναλαβεῖν ἐσπεύσαμεν. ∆ίδωσι δὲ καὶ δόξαν τοῖς ἀξίοις τοῦ τυχεῖν ταύτης διὰ τὸ προδεδοξακέναι τὸν λέγοντα Τοὺς δοξάζοντάς με δοξάσω, δηλονότι δι' ἀγαθῶν ε ργων καὶ ἀληθινῶν δογμάτων. Πορεύονται δ' ἐν ἀκακίᾳ οἱ α νευ χειρίστης ε ξεως διὰ πάντων κινούμενοι. εἰ δὲ καὶ τὴν ἁπλότητα σημαίνει ἡ ἀκακία, καὶ αὐτὸς ἐπίστησον. Καὶ ἐπεὶ προσδοκία ἐστὶν ἀγαθῶν ἡ ἐλπίς, μόνον δὲ τὸ λογικὸν ὀρεκτικὸν τῶν κυρίως ἀγαθῶν, μόνου ἀνθρώπου οἰκεία ἀρετὴ τὸ ἐλπίζειν, μάλιστα ο ταν εὐσεβείας ἀντιποιῆται· γέγραπται γὰρ ̓Ελπὶς τῷ εὐσεβεῖ. ἀναγεννῶνται γὰρ οἱ πιστοὶ εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν διὰ τὸ ἀκήρατον ει ναι τὴν τῶν ἀγαθῶν προσδοκίαν. 850 Ps 84,2–4 Πρὸς δὲ διάνοιαν· εὐδοκεῖ κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν καρδίαν γῆν αὐτοῦ τυγχάνουσαν διὰ τὸ δέχεσθαι τὸν σπόρον τὸν παρ' αὐτοῦ καὶ ἑκατονταπλασίονα καρποφορεῖν. ἀποστρέφει δ' εἰς αὐτὴν καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων ἀχθέντων ὑπὸ πονηρῶν δυνάμεων, λογισμῶν ̓Ιακὼβ ο ντας διὰ τὸ ι στασθαι κατὰ τῶν παθῶν. Ταῦτα δ' ἐνέργησας α φεσιν ἀνομημάτων χαρίζεται πᾶσιν, ἐξαίρων καὶ λύων τὰς ἀνομίας αὐτῶν. ει ποτε δὲ καὶ μετὰ α φεσιν η μαρτον, καὶ ταῦτα τὰ ἁμαρτήματα ἐπικαλύπτει ἐνδοὺς τὴν ἀρετήν· καλύπτει γὰρ ἡ ἀρετὴ τὰς ἁμαρτίας, οὐκ ἐγκρύπτουσα αὐτὰς ἀλλ' ἐξ ο λων ἀναιροῦσα καὶ ἀφανίζουσα. ου τω γὰρ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. ὡς γὰρ ἡ ἐπιστήμη καλύπτει τὴν α γνοιαν ἐξ ο λων ἀναιροῦσα αὐτὴν τῆς ψυχῆς ῃ α ν παραγένηται, ου τω καὶ ἡ ἀγάπη τοῦ θεοῦ ἡ αὐτὴ ου σα τῇ ἀρετῇ καλύπτει τὰς ἁμαρτίας ω ν α ν εὐεργετεῖν κρίνῃ. Εὐδόκησεν δὲ τὴν γῆν αὐτοῦ ὁ θεός, ἀποστείλας τὸν υἱὸν αὐτοῦ ὀφθῆναι ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι· ο θεν ἐπὶ τῷ τοκετῷ τῆς Μαρίας ∆όξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία ει ρηται. Μανθάνομεν δὲ ἐκ τῶν εἰρημένων ἐντεῦθεν μὴ πάθος ει ναι θεοῦ τὴν λεγομένην αὐτοῦ ὀργήν. διὰ γὰρ τὰ 168 ἁμαρτήματα ὑποστῆναι οἰκονομεῖται ω ν καταλυθέντων καὶ ἠφανισμένων καὶ αὐτὴ αὐτοῖς συναπέρχεται. εἰ δὲ φαίνονται οἱ τῇ ὀργῇ ὑπηρετούμενοι σκεύη ὀργῆς καλούμενοι ὁμωνύμως αὐτῇ θυμὸς καὶ ὀργὴ προσαγορευόμενα, βέλτιον ἐπισκέψῃ. 851 Ps 84,5–7 ̓Επεὶ τῶν σωτηρίων ω ν δίδως ἡμῖν θεὸς ὑπάρχεις, ἐπίστρεψον ἡμᾶς, ἀφορμὰς μετανοίας ἡμῖν παρασχὼν καὶ δεχόμενος ἡμᾶς ἀνακάμπτοντας πρὸς σέ. ε ψεται γὰρ τὸ καὶ τὸν θυμόν σου ἀποστραφῆναι ἀφ' ἡμῶν. ἐπεὶ γὰρ ἡμεῖς ἐξήψαμεν αὐτὸν δι' ω ν ἡμαρτήκαμεν, μεταγνόντων καὶ ἐπιστρεψάντων ἡμῶν, οὐκέτ' ἐνεργήσει καθ' ἡμῶν ἀφανιζόμενος. ὡς γὰρ πῦρ, ἐπιλειπούσης τῆς καυστῆς υ λης καθ' η ν ἐνεργεῖ, οὐκέτ' ἐστιν, ου τως ἠφανισμένων τῶν ἁμαρτημάτων ἡμῶν οὐκέτι ὑποστήσεται θυμός σου καθ' ἡμῶν. Ζωοῖ ὁ θεὸς ζωὴν παρέχων τούτοις, οι πρὸς αὐτὸν ἐπέστρεφον ἀποστάντες αὐτοῦ καὶ ἀποστραφέντες αὐτόν· η αὐτὸς ἐπιστρέψας τὸ πρόσωπον αὐτοῦ ο ἀπέστρεψεν ἀπ' αὐτῶν δι' η ν ε πραττον κακίαν. ἑκατέρως γὰρ τὸ ̓Επιστρέψας νοεῖν δυνατὸν ἀπαρεμφάτως εἰρημένον. οὐ γὰρ ἐμφαίνει τὸ πότερον αὐτὸς ἐπ' αὐτοὺς η αὐτοὶ πρὸς αὐτὸν ἐπέστρεψαν. ζωῆς ἐνδοθείσης τοῖς ζωωθεῖσιν, εὐφράνθη ὁ λαὸς τοῦ θεοῦ ἐπ' αὐτῷ τῷ τὴν ζωὴν δεδωκότι θεῷ. 852 Ps 84,8 ̓Επεὶ οὐκ ἐξ ε ργων ἀλλὰ χάριτι καὶ ἐλέῳ θεοῦ ἀπαιτοῦσι τὴν σωτηρίαν, φασὶν Ω κύριε, δεῖξον ἡμῖν δι' ω ν ἐλεεῖς καὶ οἰκτείρεις τὸν λαόν σου· ου τω γὰρ καὶ τὸ σωτήριόν σου, τουτέστιν ἡ παρὰ σοῦ σωτηρία, δοθείη ἡμῖν. ∆υνατὸν ε λεος καὶ σωτήριον εἰπεῖν τὸν αι τιον τῆς ἐλεημοσύνης καὶ σωτηρίας ̓Ιησοῦν. αὐτὸς γὰρ τὸ ε λεος καὶ τὸ σωτήριον τοῦ θεοῦ ἐστι καθὸ ἐλεεῖ καὶ σῴζει. 853 Ps 84,9 Οὐκ ε ξωθεν κρούων τὴν ἀκοὴν τῶν ἀκουόντων λαλεῖ θεὸς ἀλλ' ἐν αὐτῇ τῇ διανοίᾳ ἐναποτιθέμενος α περ βούλεται δηλῶσαι τῷ νῷ α νευ προφορᾶς, ο θεν ει ρηται τὸ ̓Ακούσομαι τί λαλήσει ἐν ἐμοί. συνᾴδει τούτῳ καὶ τὸ τοῦ ̓Αμβακοὺμ ε χον ου τως· Καὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.