Fragmenta in Psalmos · §u39-rem-mid

Unit 39 rem mid

Rem mid: Unit 39; lemma continues; reading with the letter.

Greek

ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός. κατὰ ταῦτα καὶ ὁ Παῦλός φησιν Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ἐν αὐτῷ γὰρ ἀλλ' οὐχ ἁπλῶς αὐτῷ ἐλάλει Χριστός. λαλεῖ γὰρ ἐκείνῳ ἐν ῳ λαλεῖ, οὐ πάντως δὲ ῳ λαλεῖ τις καὶ ἐκείνῳ λαλεῖ, ο ταν ε ξωθεν μόνον πλήττηται ἡ ἀκοή. πλὴν ο λαλήσει ἐν αὐτῷ κύριος ὁ θεὸς ἑρμηνεύων, ει πεν εἰρήνην ει ναι ἐπὶ τὸν λαὸν αὐτοῦ τοῦ θεοῦ πάντων πολεμίων τῶν κατὰ τοῦ λαοῦ δηλονότι ἀνατρεπόντων, η εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ἐσχηκότος τοῦ λαοῦ δι' η ς πάσης ταραχῆς καὶ θορύβου ἐκτὸς ει η γαλήνην ἀγόντων τῶν λογισμῶν. αυ τη ἡ εἰρήνη ἀπὸ θεοῦ καὶ πατρὸς καὶ κυρίου ̓Ιησοῦ α μα χάριτι δίδοται, ὡς τὸν σωτῆρα περὶ αὐτῆς φάναι Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. δίδοται δὲ ἡ εἰρήνη αυ τη καὶ τοῖς ἀποδιδοῦσι τὰ τοῦ θεοῦ τῷ θεῷ φυλάττουσι τὴν πρὸς αὐτὸν δικαιοσύνην, οι τινες κυρίως οἱ ο σιοι αὐτοῦ καλοῦνται. δίδωσι δὲ αὐτὴν καὶ τοῖς διὰ μετανοίας ἐπιστρέφουσι καρδίαν πρὸς αὐτόν, τὴν ἐπιστροφὴν οὐ σκολιὰν πρὸς αὐτὸν οὐδὲ ἐπίπλαστον ἀλλ' ἀπ' αὐτοῦ τοῦ βάθους τῆς διανοίας ποιουμένοις. 854 Ps 84,10 Τότε δὲ καὶ ἀληθῶς κατεσκήνωσεν καὶ δόξαν ἐν τῇ γῇ, πολλὰ καὶ μεγάλα παραδόξως ἐπιτελοῦντος τοῦ σωτῆρος νεκρῶν ἀναστάσεις τυφλῶν ἀναβλέψεις λεπρῶν καθαρισμοὺς καὶ ο σα α λλα θαυμαστῶς ἐποίει. ὡς δὲ πρὸς μυστικώτερον λόγον τοῖς θεὸν φοβουμένοις ἀνελλιπέσιν ου σιν (Οὐκ ε στι γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν) η γγισεν τὸ θεοῦ σωτήριον μετεχόμενον ὑπ' αὐτῶν δι' ω ν πράττουσι σωτηριωδῶς. ὡς γὰρ μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία ἐνεργούντων τὰ τῆς ἀπωλείας, ου τως ἐκ τοῦ ἐναντίου ἐγγὺς τὸ σωτήριον τοῦ θεοῦ τῶν φοβουμένων αὐτὸν ὑπάρχει. διὸ καὶ κατασκηνοῖ δόξαν ἐν τῇ γῇ τῶν ταῦτα λεγόντων. γῆν δὲ αὐτῶν ἐρεῖς τὴν ἀγαθὴν αὐτῶν καρδίαν τὴν ἑκατονταπλασίως καρποφορήσασαν τὸν ἐπ' αὐτῇ βληθέντα σπόρον. ο τι δὲ κατασκηνοῖ ἐν τῇ καρδίᾳ δόξα θεοῦ, παρίστησιν ἡ λέξις ἡ φάσκουσα ̔Ο θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι ο ς ε λαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ 169 Χριστοῦ. κατασκηνοῖ δὲ καὶ ἐν τῷ σώματι τῶν πειθομένων τῇ παραινέσει τῇ λεγούσῃ ∆οξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ἑαυτῶν τῶν τελείαν σωφροσύνην κατορθούντων. 855 Ps 84,11.12 ∆ύναται καὶ ἐντεῦθεν ἡ ἀντακολούθησις τῶν ἀρετῶν δηλοῦσθαι, τοῦ ἐλεητικοῦ ἀληθοῦς καὶ τοῦ ἀληθοῦς ἐλεητικοῦ τυγχάνοντος, ἀλλὰ καὶ τοῦ δικαίου εἰρηνικοῦ καὶ τοῦ εἰρηνικοῦ δικαίου ο ντος. καὶ ἐν α λλοις δὲ α μα τῷ ἐλέει ἡ ἀλήθεια ὀνομάζεται, ω σπερ ἐν τῷ Τὸ ε λεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντελάβετό μου, καὶ τὸ ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. καὶ ἐφίστημι δὲ διὰ τοῦτο α μα αὐτὰ εἰρῆσθαι, ἐπείπερ δυσέφικτός ἐστιν ἀνθρώποις ἡ τῶν πραγμάτων ἀλήθεια, μᾶλλον δὲ ἀνέφικτος, εἰ μὴ τύχοι ἐλέῳ θεοῦ χορηγουμένη· η τάχα τὴν ἀληθῆ σωτηρίαν α νευ ἐλεημοσύνης θεοῦ οὐκ ο ντος λαβεῖν, α μα ὠνομάσθησαν δικαιοσύνῃ. συνηντηκέναι τὸ ε λεος τῇ ἀληθείᾳ φησίν. εἰ γὰρ εἰς ταὐτὸν ε λθοι τὸ ε λεος καὶ ἡ ἀλήθεια, καὶ γνωσόμεθα αὐτὴν καὶ ἐν αὐτῇ ἐσόμεθα. ̓Αλλὰ καὶ ἡ δικαιοσύνη καταφιλεῖ τὴν εἰρήνην καὶ ἡ εἰρήνη τὴν δικαιοσύνην. ε νθα γὰρ δικαιοσύνη, πάντως εἰρήνη ε πεται ου σα αὐτῆς βλάστημα. δύνασαι δὲ καὶ ἐπὶ τοῦ σωτῆρος ταῦτα ἐκλαβεῖν κατὰ διαφόρους ἐπινοίας αὐτοῦ εἰρημένα, ὡς η δη προείρηται. ̓Ανατέταλκε δὲ ἐκ τῆς γῆς ἡ ἀλήθεια τοῦ σωτῆρος ἀνθρώπου γεγενημένου. πολλὴ γὰρ ἀπάτη καὶ πολὺ τὸ ψεῦδος ἐν ἀνθρώποις η ν. Οὐκ ε στι γὰρ ἀλήθεια καὶ ε λεος οὐδ' ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς· α ρα καὶ ψεῦδος καὶ φόνος καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, φησὶν ὁ προφήτης. τοῦτο ου ν τὸ ψεῦδος τὸ καθόλου τῆς γῆς ἰσχύσαν ε λυσεν ὁ εἰπὼν ̓Εγώ εἰμι ἡ ἀλήθεια, τὸ δ' ἐκ τῆς γῆς (τουτέστιν ἐκ τῶν ἀνθρώπων) ἀνατείλας. ἀλλὰ καὶ δικαιοσύνη τυγχάνων πατρὸς κατὰ τὸ ει ναι λόγος θεοῦ καὶ σοφία, ἐξ οὐρανοῦ διέκυψε κλίνας οὐρανοὺς καὶ καταβάς. ἐπήνεγκε δὲ ἡμῖν τὴν εἰρήνην καθὸ δικαιοσύνη καὶ τὸ ε λεος καθὸ ἀλήθεια· ἐπινοεῖται γὰρ αὐτῷ πάντα ταῦτα, ὡς ἀρτίως ει ρηται. 856 Ps 84,13 Ονπερ τρόπον ὑετοῦ δοθέντος ἡ χθὼν καρποφορεῖ αὐτοῦ τοῦ κυρίου δεδωκότος χρηστότητα, καρπὸν ἡ νοητὴ γῆ δίδωσι, ποτισθεῖσα τῇ ἐκ θεοῦ χρηστότητι. καρπὸς δὲ αὐτῆς ἡ γενικὴ ἀρετὴ η ς τὰ ει δη προβαλλομένη ἡ ψυχὴ γῆ καρποφοροῦσα τυγχάνει. 857 Ps 84,14 ∆ύναται περὶ τοῦ λαοῦ εἰρῆσθαι τὸ προκείμενον, ι ν' ῃ τὸ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.