Fragmenta in Psalmos Unit 42 opening
Unit 42.
Lemma-led open — ψυχή μου. ε στι γὰρ ̓Εκλελοχισμένος ἀπὸ μυριάδων, ὡς ἐν τῷ Αισματι τῶν ᾀσμάτων. καὶ κατὰ
Greek
ψυχή μου. ε στι γὰρ ̓Εκλελοχισμένος ἀπὸ μυριάδων, ὡς ἐν τῷ Αισματι τῶν ᾀσμάτων. καὶ κατὰ τοῦτο υ ψωσεν αὐτὸν ὁ πατήρ, χαρισάμενος αὐτῷ ο νομα τὸ ὑπὲρ πᾶν ο νομα. Ευ ρον ∆αυὶδ τὸν δοῦλόν μου· καὶ ἐπεὶ ἐκ σπέρματος ∆αυὶδ τυγχάνει τὸ κατὰ σάρκα, δυνατὸν καὶ ἱκανὸν χειρὶ τυγχάνοντα ἐπὶ τῷ πᾶσαν τὴν λογικὴν κτίσιν εἰς τὸ ου τως δουλεύειν μοι διδάξαι· ο θεν καὶ ἐν ἐλαίῳ ἁγίῳ ε χρισα αὐτόν, ἀρχιερέα καὶ βασιλέα α μα κατὰ πάντα ἀποδείξας ( ̓Εν ἐλαίῳ ἁγίῳ, τῷ πνεύματι τῷ ἁγίῳ δηλονότι κεχρισμένος, περὶ ου ει ρηται Εχρισέ σε ὁ θεὸς ὁ θεός σου ε λαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου), ἐπείπερ ἡ χείρ μου συναντιλήψεται αὐτῷ κατισχύοντος αὐτὸν τοῦ βραχίονός μου. βραχίων δὲ καὶ χεὶρ θεοῦ τοῦ μονογενοῦς ἡ θεότης· συναντιλαμβάνεται δὲ αὐτῷ, ε ργα παράδοξα καὶ μεγάλα δι' αὐτοῦ ἐπιτελοῦσα. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ· ἀντὶ τοῦ ὁ διάβολος (Οὐκ ε γνω γὰρ ἁμαρτίαν οὐδ' ε σχε δόλον ἐν τῷ στόματι αὐτοῦ), δοκῶν ὠφελεῖν ἐν οι ς α ν ἀπάτην καὶ α λλην κακίαν ἐμποιεῖν δύνηται. ἀλλ' οὐδὲ υἱὸς ἀνομίας τις διὰ τοῦ ἀνομεῖν γεγονὼς δυνήσεται κακῶσαι αὐτὸν τῷ εἰς ἁμαρτίαν περιβαλεῖν. κυρίως δὲ τὸ ὠφελῆσαι ἐπὶ τοῦ ἐχθροῦ κεῖται ἀντὶ τοῦ ἀνύσαι. καὶ ἐν Εὐαγγελίῳ γοῦν οἱ βουλευόμενοι ἀρχιερεῖς καὶ Φαρισαῖοι κατὰ τοῦ ̓Ιησοῦ, μὴ ἀνύοντες ἐν τῷ συσκευάζεσθαι αὐτόν, πρὸς ἀλλήλους ε φασκον Θεωρεῖτε ο τι οὐκ ὠφελεῖτε οὐδέν· ι δε ὁ κόσμος ο λος ὀπίσω αὐτοῦ ἀπῆλθεν– ι σον τῷ μηδὲν ἀνύειν. Ταῦτα μὲν ὁ ∆ίδυμος, προφανῶς διαιρῶν τὸν ε να Χριστόν, εἰ καὶ ποσῶς τὰς προφανεῖς αὐτοῦ δυσφημίας ἐξέκλινα. δύο γὰρ πρόσωπα φανερῶς ὑφίστησι καὶ υἱοὺς δύο, καὶ εἰς τὸ τῆσδε προβιοτῆς ἀπάγει δόγμα· ο θεν δοκεῖ μοι ἡ τῶν πρὸ αὐτοῦ ἑρμηνεία μᾶλλον αἱρετωτέρα ει ναι τοῖς εὐσεβῶς νοεῖν βουλομένοις. καὶ Εὐσέβιος δὲ διὰ τῶν ὁμοίων ∆ιδύμῳ σχεδὸν πρόεισιν ἐνθυμημάτων οι ς ἐπιλέγει· ̔Ο μὲν τῶν προφητῶν κτλ. 890a Ps 88,21–23 Τὸν ο ντα ∆αυίδ φησιν, ἐπεὶ ἐκ σπέρματος ∆αυὶδ τὸ κατὰ σάρκα τυγχάνει, δυνατὸν καὶ ἱκανὸν χειρὶ τυγχάνοντα· εἰς τοῦτο γὰρ μεταλαμβάνεται ἡ ∆αυὶδ φωνή. ευ ρον καὶ ἁγίῳ ἐλαίῳ ε χρισα αὐτόν, ἐπείπερ ἡ χείρ μου συναντιλήψεται αὐτῷ, κατισχύοντος αὐτὸν τοῦ βραχίονός μου. βραχίων δὲ καὶ χεὶρ θεοῦ ὁ θεοῦ υἱὸς ει ρηται. ου τος γὰρ 180 κατισχύει τὸν α νθρωπον συναντιλαμβανόμενος αὐτῷ τὸν ἐκ τῆς παρθένου γεγεννημένον. κατισχύει δὲ αὐτὸν ἡ χεὶρ καὶ συναντιλαμβάνεται, ε ργα παράδοξα δι' αὐτοῦ ἐπιτελοῦσα. Τὸ δὲ Οὐκ ὠφελήσει ἐχθρός· ὁ διάβολος ἐν τῷ ἀνθρώπῳ τῷ κυριακῷ· Οὐκ ε γνω γὰρ ἁμαρτίαν οὐδ' ε σχεν δόλον ἐν τῷ στόματι αὐτοῦ. 891a Ps 88,27.28a Αὐτὸς (δηλονότι ὁ ἐλαίῳ ἁγίῳ χρισθείς) ἐπικαλέσεταί με· Πατήρ μου ει σὺ ὁ θεός, ε φη. ἐπεὶ γὰρ γεννηθεὶς ἐκ τῆς παρθένου υἱὸς θεοῦ κέκληται, ἐπικαλέσεταί με, λέγων Πατήρ μου ει σύ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ (ε στι γὰρ κατ' οὐσίαν υἱός) ἀλλ' οὐδὲ ἐπικαλουμένου ἀλλ' ὁμολογοῦντος πατέρα τὸν θεόν. ο ν δὲ ἀνέλαβεν α νθρωπον, καὶ ἐκλήθη υἱὸς θεοῦ καὶ ἐπικαλεῖται τὸν θεὸν πατέρα ἑαυτοῦ καὶ ἀντιλήπτορα τῆς σωτηρίας αὐτοῦ· ἀνέστησεν γὰρ αὐτὸν καὶ εἰς οὐρανοὺς ἀνέλαβεν. ἀντιλήπτωρ δὲ γέγονεν καὶ α λλως τῆς αὐτοῦ σωτηρίας, οὐχ η ς αὐτὸς σῴζεται ἀλλ' η ς σῴζει τοὺς προσφεύγοντας αὐτῷ. αὐτοῦ τοιγαροῦν ἐπικαλεσαμένου τὸν πάντων αι τιον πατέρα, καὶ αὐτὸς ὁ πατὴρ τίθεται αὐτὸν πρωτότοκον τὰ πρωτεῖα φέροντα πάντων τῶν χρηματισάντων υἱῶν θεοῦ, οὐχ ὁμοίως αὐτῷ ἀνακραθέντων τῷ μονογενεῖ· μόνος γὰρ αὐτὸς γνήσιον ο ργανον καὶ ναὸς τοῦ θεοῦ λόγου ἀναπέφαται. 892 Ps 88,30b ̓Αλλὰ μὴ λάθῃς σαυτόν, νομίσας μέχρι τότε παρατείνειν τὸν Χριστοῦ θρόνον μέχρι πληρώσεως τούτου· Οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου μὴ παρέλθωσι. πάλιν γὰρ βασιλεύει, τῶν λόγων αὐτοῦ μὴ παρερχομένων μετὰ τὴν πάροδον οὐρανοῦ καὶ γῆς. οὐ γὰρ ει ρηται Θήσομαι τὸν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.