Fragmenta in Psalmos · §u41-rem-close

Unit 41 rem close

Rem CLOSEOUT: Unit 41 CLOSEOUT.

Greek

τῷ ἐλέει καὶ τῇ ἀληθείᾳ τοῦ θεοῦ προεπιδημῶν ταῖς διανοίαις ἐμφανίζει τὸν συνηρμοσμένον αὐτῷ πατέρα· ̔Ο γὰρ ἐμὲ δεχόμενος δέχεται τὸν πατέρα, καὶ ̓Ελευσόμεθα ἐγώ τε καὶ ὁ πατήρ. εἰκὼν γὰρ ὑπάρχων τοῦ θεοῦ τοῦ ἀοράτου ἐμφανίζει ἑαυτὸν τῷ καθαρῷ νῷ, ο πως διὰ τὸ ὁραθῆναι δείξῃ καὶ τὸν πατέρα. Εἰ δὲ πρόσωπον τοῦ πατρὸς ὁ υἱὸς λέγοιτο τῷ χαρακτὴρ ει ναι τῆς ἑαυτοῦ ὑποστάσεως, προπορευθῆναι τούτου τοῦ προσώπου δεῖ ἐν τοῖς διὰ καθαρότητα τῆς καρδίας δυναμένοις ἐνιδεῖν τῷ θεοῦ προσώπῳ ε λεον διὰ ἠθικῶν ἀρετῶν καὶ ἀλήθειαν διὰ γνώσεως τῶν τῆς εὐσεβείας μυστηρίων. ἐπεὶ γὰρ κατὰ τὴν ἠθικὴν ἐνέργειαν ἐλεούμεθα, καὶ κατὰ τὴν γνῶσιν προσβάλλομεν τῇ ἀληθείᾳ· τούτου χάριν πολλαχοῦ α μα τῇ ἀληθείᾳ τὸ ε λεος ὀνομάζεται. 888 Ps 88,16–19 Οὐκ ει πε δὲ μακάριον ει ναι λαὸν τὸν ἐγνωκότα ἀλαλαγμὸν ἀλλὰ τὸν γινώσκοντα. οὐ γὰρ ἀπαρκεῖ τὸ νενικηκέναι, εἰ μὴ καὶ τὸ νικᾶν ἀεὶ ἐνεργοῖμεν· ἀεὶ γὰρ πρὸς ἀντιπάλους ε χομεν. ου τω δέ τις περιγινόμενος τῶν ἀντιπαρατεταγμένων προκόψοι καὶ ἐπὶ τὴν τῆς ἀληθείας θεωρίαν, καὶ ἀεὶ καταλαμπόμενος ὑπὸ τοῦ φωτὸς τοῦ θείου προσώπου ἐν ἡμέρᾳ ε σται αἰωνίῳ, ἐν ῃ τυγχάνων α μα πᾶσι τοῖς τὸν αὐτὸν φωτισμὸν ε χουσιν ἀγαλλιάσεται περικείμενος τὴν σωστικὴν θεοῦ προσηγορίαν ἐν τῷ ὀνόματι κυρίου ἀγαλλιώμενος ο λην τὴν ἡμέραν. πρόφασις γὰρ τῆς ἀγαλλιάσεως καὶ αἰτία τοῖς τῷ προσώπῳ τοῦ θεοῦ πορευομένοις τὸ θεοῦ ο νομά ἐστιν. Ου τοι δὲ καὶ μετεωρισθήσονται τῇ σῇ δικαιοσύνῃ ὑψούσῃ αὐτούς. σὴ δὲ δικαιοσύνη ὁ γενόμενος ἡμῖν παρὰ σοῦ, οὐ μόνον σοφία ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμός. ὑψοῖ γὰρ α παντας αυ τη ἡ δικαιοσύνη, ε λκουσα αὐτοὺς πρὸς ἑαυτὴν διὰ μετουσίας. ὑψοῦται δέ τις καὶ τῇ διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ δικαιοσύνῃ εἰς πάντας τοὺς πιστεύοντας γινομένῃ. αἰτίαν δὲ τούτου ἐδήλωσεν εἰπὼν Οτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν ει σύ. εἰ γὰρ καὶ δύναμιν ε χουσι καθ' η ν πάντα δυνατῶς ἐπιτελοῦσι καὶ θεωροῦσιν, ἀλλὰ παρὰ σοῦ εἰδότες ε χειν αὐτὴν καυχῶνται οὐκ ἐπ' α λλῳ η σοί, πληροῦντες τὸ ̔Ο καυχώμενος ἐν κυρίῳ καυχάσθω. ̔Ομολογοῦσι γοῦν λέγοντες Αὐτὸς γὰρ δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν· ο θεν καὶ παρρησιέστερόν φασιν ̓Εν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. ὑψώθη γὰρ καὶ ηυ ξησεν ἡμῖν εὐδοκίᾳ θεοῦ τοῦ εἰπόντος Ου τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα. ηὐδόκησε γὰρ ἐν τῷ ἰδίῳ υἱῷ σωτηρίαν ἡμῶν ποιῆσαι. καὶ διὰ τοῦτο, φησίν, ἐν τῇ τοῦ θεοῦ εὐδοκίᾳ ὑψώθη τὸ ἡμέτερον κέρας, ἐπεὶ αὐτοῦ τοῦ κυρίου ἐστὶν ἀντίληψις καθ' η ν ἀντιλαμβάνεται ὑπερμαχῶν καὶ ὑπερασπίζων τῶν παρ' αὐτοῦ ταύτην τὴν 179 χάριν λαμβανόντων. ε στι δὲ ἡ ἀντίληψις τοῦ ἁγίου ̓Ισραὴλ βασιλέως ἡμῶν. ὁ γὰρ βασιλεὺς τοῦ ἀληθινοῦ ̓Ισραὴλ τοῦ θεὸν ὁρῶντος α γιός ἐστιν, ὁ αὐτὸς ω ν τῷ κυρίῳ ου ἐστιν ἡ ἀντίληψις. ∆ύναται ἡ αὐτὴ ἀντίληψις τοῦ κυρίου ει ναι ὡς ἐνεργουμένη ὑπ' αὐτοῦ καὶ τοῦ ἁγίου ̓Ισραὴλ ὡς ὑπομένοντος αὐτήν. α γιον δὲ ̓Ισραὴλ ἐν τούτοις ἐρεῖς τὸν ἁγιαζόμενον ἐν τῷ νῷ καθορᾶν αὐτόν. τὸ δὲ Βασιλεὺς ἡμῶν ἀνακτέον ἐπὶ τὸν κύριον τοῦ ὑπερβατοῦ ου τως ἀποκαθισταμένου, ο τι τοῦ κυρίου βασιλέως ἡμῶν ἡ ἀντίληψις καὶ τοῦ ἁγίου ̓Ισραήλ. 889 Ps 88,20–23 ̔Ο ἀντιλαμβανόμενος προφορικοῦ λόγου εἰ μὲν αὐτὸ μόνον αι σθοιτο αὐτοῦ η ἀκουστὸς ει η, ἐν ἀκοῇ λέγοντα ε χει τὸν λαλοῦντα, εἰ δὲ νοοίη τὰ ἀπαγγελλόμενα, οὐκ ἀκοῇ ἀλλ' ὁράσει νοῦ ἀντιλαμβάνεται τῆς λαλίας τοῦ προσφέροντος αὐτήν. ἐπεὶ ου ν θεὸς ἐδείκνυε τὰ πράγματα ε τι μᾶλλον η ἀπαγγέλλων αὐτά, λαλεῖ τοῖς διὰ προκοπὴν καὶ τελειότητα χρηματίσασιν αὐτοῦ υἱοῖς οὐκ ἐν ἀκοῇ ἀλλ' ἐν ὁράσει. ου τω γοῦν καὶ περὶ τοῦ ̓Ισραὴλ ἀναγέγραπται Καὶ ὁ λαὸς ἑώρα τὴν φωνὴν κυρίου. δέον εἰπεῖν Ηκουσε τῆς φωνῆς κυρίου, ει ρηται δὲ ἀντὶ τούτου τὸ ̔Εώρα τὴν φωνήν, τουτέστιν ἐνόει ταύτην. ὁράσεις ἑώρων οἱ προφῆται· οὐ γὰρ αἰσθητῶν τινων καὶ ο ψει καταληπτῶν ἀντιλαμβανόμενοι ὁρᾶν ἐλέγοντο, ἀλλὰ νῷ προσβάλλοντες κάλλει πραγμάτων νοητῶν. ̓Ελάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου ̓Εθέμην βοήθειαν ἐπὶ δυνατόν, δυνατὸν λέγων τὸν ἐκ τῆς ῥίζης ̓Ιεσσαὶ γεγενημένον σωτῆρα. ἀληθῶς γὰρ ἐν τούτῳ βοήθειαν ε θετο τὴν βοηθῆσαι τῇ κτίσει πάσῃ δυναμένην. ε στι δὲ ὁ δυνατὸς ἐφ' ο ν ε θετο βοήθειαν ἐκλεκτὸς ἐκ τοῦ λαοῦ, ὑψωθεὶς οὐ κατὰ τὴν θεότητα ἀλλὰ κατὰ τὴν σάρκα. περὶ αὐτοῦ γάρ ἐστι καὶ τὸ ̓Ισραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.