Fragmenta in Psalmos · §u42-rem-mid

Unit 42 rem mid

Rem mid: Unit 42; lemma continues; reading with the letter.

Greek

ῥομφαίαν τῆς βοηθείας αὐτοῦ· ἑκατέρως γὰρ φέρεται. συμβαλόντων γὰρ εἰς πόλεμον Χριστῷ τῶν ἐχθρῶν αὐτοῦ καὶ μισούντων αὐτόν, Οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ, ὡς δήσαντας αὐτὸν ἀπαγαγεῖν ἐπὶ τῷ σταυρῶσαι καὶ τὰ α λλα ὑβριστικῶς ἐπενεγκεῖν κατ' αὐτοῦ. παύσονται ταῦτα λέγοντες οἱ πρὸς Χριστὸν πόθον ε χοντες καὶ περὶ τῆς προνοίας ὀρθῶς διειληφότες, οὐ μὴν ὁρῶντες πρόθεσιν καθ' η ν οὐ φεισάμενος ὁ πατὴρ τοῦ ἰδίου υἱοῦ ε κδοτον αὐτὸν ἀφῆκε τοῖς παραστᾶσι καὶ συναχθεῖσι κατ' αὐτοῦ, τὴν σωτηρίαν μαθόντες τὴν κατορθωθεῖσαν διὰ τοῦ θανάτου αὐτοῦ, οὐ μόνον τοῦ πατρὸς ὑπὲρ ἡμῶν παραδεδωκότος αὐτὸν ἀλλὰ καὶ αὐτοῦ εἰς τοῦτο παραδεδωκότος ἑαυτόν· δέδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς ε ως τοῦ διαψάλματος. οἰόμενοι παρὰ τὰ ἐπηγγελμένα αὐτῷ ἀπηντηκέναι καὶ ταῦτά φασιν. καταλελύσθαι γοῦν ὑπειλήφασιν αὐτὸν ἀπὸ τοῦ καθαρισμοῦ ου εἰργάσατο διὰ τοῦ αι ματος αὐτοῦ· ἐφ' ῳ νομίζουσι καὶ τὸν θρόνον αὐτοῦ κατερράχθαι εἰς τὴν γῆν, σμικρυνθεισῶν τῶν ἡμερῶν τοῦ θρόνου αὐτοῦ. ἀλλ' οὐδὲν τοιοῦτον περὶ τὸν θρόνον αὐτοῦ συμβήσεται, θεοῦ τεθεικότος αὐτὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ περὶ ου τὰ ἐγχωροῦντα ει πομεν· ἀλλὰ καὶ μένειν ἐναντίον ἑαυτοῦ ὁ θεὸς ει πε τὸν θρόνον τοῦ Χριστοῦ ὡς τὸν η λιον καὶ τὴν κατηρτισμένην σελήνην εἰς τὸν αἰῶνα. σταυρωθέντα γὰρ καὶ πεπονθότα ἰδόντες αὐτὸν ε δοξαν τέλος εἰληφέναι τὴν βασιλείαν αὐτοῦ, σμικρυνθέντος καὶ ἀνατραπέντος τοῦ θρόνου αὐτοῦ, καὶ τὴν ἐπὶ τῷ σταυρῷ αἰσχύνην κατασχεθεῖσαν αὐτοῦ περὶ η ς ὁ ἀπόστολός φησιν Ος ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας, ι ν' ἐκ νεκρῶν ἀναστὰς μηκέτι καταλελυμένος ὑπὸ καθαρισμοῦ ῃ ἀλλ' ἐπιτελῶν καὶ ἐνεργῶν αὐτὸν αι ρων τὴν ἁμαρτίαν τοῦ κόσμου κατὰ τὸ εἰρημένον Καθαρισμὸν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ 182 τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνωρθωμένον καὶ βεβαίως ἱδρυμένον τὸν θρόνον ε χων μακροήμερον καὶ αἰώνιον διαμένοντα. 895 Ps 88,47.48a Μνήσθητι τίς ἡμῶν τῶν ταῦτα λεγόντων ἡ ὑπόστασίς ἐστι. τρεπτοὶ γὰρ καὶ ἀλλοιωτοὶ τυγχάνομεν αὐτεξούσιοι ο ντες· διὸ καὶ φοβούμεθα, μὴ εἰς ἀσέβειαν ὑποσυρῶμεν. ο θεν τάχυνον τὸν ε λεόν σου ἐπιβλέψας ἡμῖν. ου τως γὰρ μόνως σβέννυσθαι ἡ ἐξαφθεῖσα ὀργὴ πέφυκε. ∆ύναται τὸ τῆς ὑποστάσεως ο νομα μὴ τὴν οὐσίαν σημαίνειν, ὡς ἡρμηνεύσαμεν, ἀλλὰ τὴν καθ' η ν ὑποστῆναί τις δύναταί τι τῶν ἐπιπόνων. 896 Ps 88,49 ̓Επεὶ πολλὰ σημαίνει ἡ τίς φωνή, σκοπήσωμεν κατὰ τί τῶν σημαινομένων λέγεται τὸ Τίς ἐστιν α νθρωπος. σημαίνει γάρ ποτε πεῦσιν ἐν τῷ Τίς ἀναβήσεται εἰς τὸ ο ρος κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; δηλοῖ καὶ τὸ σπάνιον ἐν τῷ Τίς α ρα ἐστὶν ὁ δοῦλος ὁ πιστὸς καὶ φρόνιμος; καὶ Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; κεῖται καὶ ἐπὶ ἀδυνάτου ἡ φωνὴ ἐν τῷ Τίς ε γνω νοῦν κυρίου; η τίς σύμβουλος αὐτοῦ ἐγένετο; καὶ ἐν τῷ Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν υ δωρ ἐν ἱματίῳ; τάττεται ἡ φωνὴ καὶ ἐπὶ εὐτελιζομένου ὡς οὐδενὸς ο ντος ἐν τῷ Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; καὶ ̓Ιδοὺ κύριος βοηθήσει μοι, τίς κακώσει με; κεῖται καὶ ἐπὶ τοῦ καλουμένου παρά τισιν ἰδίως ποίου, παρ' α λλοις δὲ ἀτόμου καὶ ἑνὸς ἀριθμῷ, ἐν τῷ Ανθρωπός τις εὐγενής. ̓Ενταῦθα δὲ δυνατὸν ἐκλαβεῖν τὸ προκείμενον ἐπὶ τοῦ οὐδείς· Τίς γάρ ἐστιν α νθρωπος ο ς ζήσεται καὶ οὐκ ο ψεται θάνατον; ἀντὶ τοῦ Οὐδείς. καὶ εἰ μὲν περὶ τοῦ κοινοῦ θανάτου ὁ λόγος, οὐδείς ἐστιν ἀληθῶς ο ς ε ζησε καὶ οὐκ ει δε θάνατον, καθὸ ει ρηται Καὶ ου τος ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ' ῳ πάντες η μαρτον, καὶ Καθόσον ἀπόκειται τοῖς ἀνθρώποις α παξ ἀποθανεῖν. τὸ γὰρ τίς ἰσοδυναμεῖ τῷ πᾶσιν ἀνθρώποις. οὐδεὶς ου ν ἐστιν α νθρωπος, ἐπεὶ πᾶς θνητόν ἐστι ζῷον καὶ πᾶς δὲ α νθρωπος γεγονὼς τῷ ἀποπεπτωκέναι θεότητος, ὡς τὸ ̔Υμεῖς δὲ ὡς α νθρωποι ἀποθνῄσκετε, καὶ τὸ Οπου γὰρ ε ρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ α νθρωποί ἐστε καὶ κατὰ α νθρωπον περιπατεῖτε; οὐδεὶς γὰρ τῶν τοιούτων ἀνιστόρητος γέγονε θανάτου τῷ ἁμαρτάνειν· διὸ ει ρηται Τίς ἐστιν α νθρωπος ο ς ζήσεται; θεῶν γάρ ἐστι τὸ τοιοῦτον, τῶν κατὰ μετουσίαν θεότητος θεῶν εἰρημένων· ου τοι γὰρ μόνοι οὐκ ο ψονται θάνατον, ἐπείπερ ζῶσι μεταποιούμενοι τῆς αἰωνίου ζωῆς· ἐφ' ῃ ζωῇ ψαῦσαι η καὶ κρατῆσαι αὐτῶν ὁ ᾳ δης οὐ δυνήσεται, ῥυομένου θεοῦ τοὺς τοιούτους ἐκ χειρὸς ᾳ δου. 897 Ps 89,1b.2 Καὶ ταῦτα μὲν εἰρήσεται, μενόντων ἡμῶν ἐπὶ τοῦ ῥητοῦ· εἰ δὲ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.