Fragmenta in Psalmos · §u42-rem-close

Unit 42 rem close

Rem CLOSEOUT: Unit 42 CLOSEOUT.

Greek

ο ρη λέγοιτό τις ἑδραννύμενα τοὺς ἀποστόλους, γῆν δὲ πλασσομένην τὴν καρποφορεῖν δυναμένην ψυχήν, οἰκουμένην δὲ τὴν ἐκκλησίαν ἐν ῃ οἰκοῦσιν α γγελοι, δόγματά τε ἀληθείας καὶ τοῦ πνεύματος τὰ χαρίσματα ἐρεῖ πρὸ τούτων πάντων, ὡσεὶ καὶ τοῖς προφήταις τὸν θεὸν καταφυγὴν γεγενῆσθαι ἐν γενεᾷ καὶ γενεᾷ. Σημαίνει δὲ τὴν ἐξ ἀπείρου ἐπ' α πειρον τοῦ θεοῦ υ παρξιν τὸ Καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ε ως τοῦ αἰῶνος σὺ ει . σὺ γὰρ ει μένων ὁ αὐτὸς ἀεί, οὐκ ἐν ἑτέρῳ μὲν αἰῶνι α λλος, ἐν ἑτέρῳ δὲ α λλος· α τρεπτος γὰρ καὶ ἀμετάβλητος ω ν ἐξ ἀπείρου ἐπ' α πειρον ὁ αὐτὸς ει . 898 Ps 89,3a ̓Εκ ταπεινῶν καὶ χαμαιζήλων πραγμάτων εἰς υ ψος ἀναγαγὼν τὸν α νθρωπον, φυλάττων αὐτὸν ἐν τῷ μετεωρισμῷ καὶ υ ψει, μὴ ἀποστρέψῃς αὐτὸν αυ θις εἰς τὰ χαμαιριφῆ γενέσθαι. 899 Ps 89,8 Εθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου, ἐπὶ τῷ τιμωρήσασθαι ἡμᾶς ἐπ' αὐταῖς, ὡς πάντα τὸν αἰῶνα ἡμῶν (χρόνος δ' ἐστὶν ὁ παρεκτείνων τῇ ἡμετέρᾳ μετὰ σώματος ζωῇ) φανερὸν καὶ πεφωτισμένον σοι τυγχάνειν, παντὸς παροράματος οὐ πρακτικοῦ μόνου ἀλλὰ καὶ τοῦ ἐν λογισμοῖς φανεροῦ καὶ πεφωτισμένου σοι τυγχάνοντος. 900 Ps 89,12–17 ̔Η προκειμένη δέησις ἐπισταμένων ο τι θεὸς ε χει δεξιὰν καὶ ἰδεῖν αὐτὴν ποθούντων. 183 ὡς ἐπιστάμενοι γοῦν φασιν· Ω δέσποτα θεέ, τὴν δεξιάν σου δι' η ς ἐδημιούργησας τὸν κόσμον καὶ προνοῇ αὐτοῦ φανέρωσον, ο πως μὴ δι' ω ν ποιεῖ καὶ ἐνεργεῖ καταλαμβάνωμεν ἀλλὰ κατὰ τὸ προσβάλλειν αὐτῇ γνωρίσωμεν αὐτήν. ∆ύναται πρεσβεία τῶν παρακαλούντων αι τησις ει ναι τῆς Χριστοῦ ἐπιδημίας. αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ θεοῦ. τότε γὰρ γνώριμος γέγονεν ἡ θεοῦ δεξιά, ο τε ὁ λόγος σὰρξ γενόμενος ἐσκήνωσεν ἐν ἡμῖν· ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ ὡς μονογενοῦς παρὰ πατρός. Γνωρίσαντος δὲ τὴν δεξιὰν τοῦ θεοῦ, ε γνωμεν σὺν αὐτῇ φανερωθέντας καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. ου τοι δέ εἰσιν οἱ φάσκοντες Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. δυνατὸν καὶ τοὺς προφήτας ἐγνωρίσθαι φάσκειν ο ντας πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ, ο τε ἡ Χριστοῦ ε λλαμψις πεφανέρωται. τότε γὰρ ἀληθῆ προαναφωνοῦντες οἱ προφῆται περὶ αὐτοῦ ἀνεδείχθησαν ὑποπτεύεσθαι ι σως δυνάμενοι πρὶν πληρωθῆναι αὐτῶν τὰς προφητείας. ο τε γὰρ οἱ λόγοι αὐτῶν ἐκβάσεως τετυχήκασι τῆς θεοῦ δεξιᾶς γνωρισθείσης, φανεροὶ γεγένηνται ὡς α ρα ει εν πεπαιδευμένοι τῇ θεοῦ σοφίᾳ. πεπαίδευται δὲ τὴν καρδίαν ἐν σοφίᾳ ὁ τὸν νοῦν καὶ τὸ ἡγεμονικὸν σεσοφισμένος, ὡς ὁ προφορικὸς αὐτῷ μυρία διαμαρτάνει ὡς καὶ ἀληθεύοντα φάναι· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Φέρεται καὶ Τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ. πεπέδηται γὰρ ὁ λογισμὸς καὶ ἡ ἐνθύμησις ἀπὸ πεδῶν τῆς σοφίας τοῦ σοφῶς καὶ εὐσεβῶς ἐπιβάλλοντος τοῖς πράγμασιν· ει ρηται δὲ περὶ πεδῶν σοφίας εἰς α ς ἐμβάλλειν τοὺς πόδας τῆς ψυχῆς προσταττόμεθα. ̓Επίστρεψον, κύριε· ε ως πότε, τουτέστιν ε ως πότε τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου ἀποστρέφεις ἀφ' ἡμῶν; κα ν πρὸς ὀλίγον γὰρ τοῦτο ποιῇς ἡμῖν, πολὺς χρόνος φαίνεται τῆς ὑπερθέσεως ἐξημμένοις τοῦ ποθουμένου. παρακληθεὶς ου ν ἐπὶ τοῖς δούλοις σου, ἐπίστρεψον πρὸς ἡμᾶς μακρὰν γεγενημένους καὶ ἀποστραφέντας τὰ προστάγματά σου. ̓Ενεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου. ἐπιλάμψασα γὰρ ἡμῖν ἡ δεξιά σου η ν γνωρισθῆναι ἠξιώσαμεν, η λιος δικαιοσύνης ου σα, ἀρχὴν ἡμέρας νοητῆς κατεσκεύασεν. ἐν ῃ ἀρχῇ πρωῒ τυγχανούσῃ ἐπληρώθημεν τοῦ παρὰ σοῦ ἐλέους, ὡς ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι ἡμᾶς ἐν πάσαις αι ς ἐφώτισεν ἡμῖν ἡμέραις τὸ φῶς σου τὸ ἀληθινόν· ο περ εἰσιὸν ἐν ταῖς διανοίαις ἡμῶν πρωΐας ἐστὶ ποιητικόν. ̓Αλλ' ἐπεὶ μὴ καθ' ε να τρόπον ἀλλὰ ποικίλως ἡμῖν ἀνατέλλει κατὰ τὰς διαφόρους πράξεις τε καὶ νοήσεις, ἐν πολλαῖς ἡμέραις γινόμεθα· ἐν αι ς πᾶσιν ἀγαλλιῶμεν καὶ εὐφραινόμεθα τοσοῦτον ὡς ἐξαρκεῖν λῦσαι τὸ ἐκτὸς σκυθρωπὸν καὶ κακωτικὸν τῶν ἡμερῶν, ἐν αι ς ἐταπείνωσας ἡμᾶς αἰχμαλωσίᾳ καὶ ἐχθροῖς δι' α γνοιαν καὶ κακίαν παραδούς. ἐν γὰρ ἡμέραις καὶ ε τεσι πλείοσι ταπεινωθέντες ει δομεν κακά, η τοι τὰ ἐναντία τῶν κυρίως ἀγαθῶν περὶ ω ν λέγεται Αφρων ἐν γέλωτι πράττει κακά, η τὰ ἐπίπονα καὶ κάκωσιν ἐμποιοῦντα οι ά ἐστι περὶ ω ν ει ρηται τῷ ̓Ιὼβ Εἰ τὰ ἀγαθὰ ἐκ χειρὸς κυρίου ἐδεξάμεθα, τὰ κακὰ οὐχ ὑποίσομεν; ἀμφότερα γὰρ τὰ γένη τῶν κακῶν ἰδόντες πρότερον, νῦν ἀγαλλιῶμεν καὶ εὐφραινόμεθα. ̓Επίβλεψον τοίνυν ἐπὶ τοὺς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.