Fragmenta in Psalmos · §u44-open

Fragmenta in Psalmos Unit 44 opening

Unit 44.

Lemma-led open — ἐπιτείνεται, ἀγνοεῖται τὸ τοῦ θεοῦ υ ψος καὶ μέγεθος, τυφλούσης τῆς κακίας τὸ ο μμα τοῦ νο

Greek

ἐπιτείνεται, ἀγνοεῖται τὸ τοῦ θεοῦ υ ψος καὶ μέγεθος, τυφλούσης τῆς κακίας τὸ ο μμα τοῦ νοῦ τὸ δυνάμενον προσβάλλειν τῷ κυρίῳ· ο ταν δὲ κατάλυσις τῆς ἁμαρτίας γένηται ὡς ἀπολέσθαι τοὺς διὰ τὸ ἁμαρτάνειν ἐχθροὺς γεγενημένους θεοῦ, ἀπόλλυσθαι δὲ ῃ τοιοῦτοί εἰσι, τὸ τηνικάδε ὁ θεὸς υ ψιστος εἰς τὸν αἰῶνα εὑρεθήσεται τῷ καθαρθέντι νῷ. 912 Ps 91,11.12 Σύμμαχον πολλαχοῦ τὸ κέρας τῆς βασιλείας καὶ πρότερον ει πον. οὐ μόνον δὲ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου ἀλλὰ καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ τῆς ἀγαλλιάσεως πιαινόμενον, γῆρας οὐ τὸ σωματικὸν ἀλλὰ τὸ παριστάμενον τὴν τελείαν τοῦ ε σω ἀνθρώπου ἡλικίαν, περὶ ου γέγραπται Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται, πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ γῆρας βίος ἀκηλίδωτος. εἰς τοῦτο φθάσας ̓Αβραὰμ ει ρηται ἐν γήρει τετράφθαι καλῷ· γεγράπται γὰρ περὶ αὐτοῦ Καὶ ἐκλείπων ̓Αβραὰμ ἀπέθανε τραφεὶς ἐν γήρει καλῷ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. περὶ δὲ τῆς σωματικῆς ἡλικίας, εἰ ἐλέγετο, ταῦτα μᾶλλον ει ρητο περὶ τῶν πρὸ τοῦ ̓Αβραὰμ πολυχρονιωτέρων γεγενημένων. Τοῦτ' ου ν τὸ ἑρμηνευθὲν γῆρας ἐλαίῳ πιαίνεται τετρυγωμένῳ ἐκ τῆς ἐλαίας ἐκείνης τῆς ἀληθινῆς τῆς ἐν τῷ οι κῳ τοῦ θεοῦ φασκούσης ̓Εγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οι κῳ τοῦ θεοῦ. τοῦτο τὸ ε λαιον οὐ μόνον πιαίνει τὸ τῆς γνώσεως φῶς, ἀλλὰ καὶ ἰᾶται καὶ πόνους λύει πιαῖνον τὸ προειρημένον γῆρας. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ ου ς μου. τάχα τοὺς παρόντας ἐχθροὺς καταβεβλημένους ἐφορᾷ, ἀκούσεται δὲ τὸ ου ς αὐτοῦ περὶ τῶν μελλόντων αὐτῷ ἐπανίστασθαι. ὡς καὶ αὐτῶν η δη διαλυθέντων, ταῦτα δὲ πάντα περὶ πονηρῶν δυνάμεων ἐκληπτέον. κυρίως γὰρ αυ ται ἐχθραίνουσιν ἡμῖν. ̓Επεὶ δέ τινες κατεπιβαίνουσι τῆς γραφῆς ὡς παρέλκοντα καὶ μάταια ἐνίοτε λεγούσης, φέρε ἀπολογησώμεθα καὶ περὶ τῶν προκειμένων. φασὶ γάρ· Τίς οὐκ οι δεν ο τι ἐφορῶν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.