Fragmenta in Psalmos · §u43-rem-close

Unit 43 rem close

Rem CLOSEOUT: Unit 43 CLOSEOUT.

Greek

̓Αποκάλυψιν. 908 Ps 90,14–16 ̓Επεὶ ἐπ' ἐμὲ η λπισεν, ὁ κύριος λέγει, ὁ καταφυγὼν καὶ ἐλπίσας ἐπ' ἐμέ, ὁ εἰπὼν Οτι σύ, κύριε, ἡ ἐλπίς μου, –ῥύσομαι αὐτὸν ἀπὸ πιπτούσης ἐκ τοῦ κλίτους αὐτοῦ χιλιάδος καὶ μυριάδος ἐκ δεξιῶν αὐτοῦ· ἀλλὰ καὶ σκεπάσω αὐτὸν ἐγνωκότα τὸ ο νομά μου, ο πως ἀβλαβὴς διαμείνῃ ἐπιβὰς ἐπὶ ἀσπίδος καὶ βασιλίσκου καὶ καταστήσας λέοντα καὶ δράκοντα, τῆς γνώσεως τοῦ ὀνόματός μου ἀλεξικάκου ποιότητος περὶ αὐτὸν γινομένης. κεκραγὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμέ, ἐπακούοντά με καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. ἀεὶ γὰρ αὐτῷ πάρειμι, κα ν ἐν περιστάσει τυγχάνῃ· μετ' αὐτοῦ γάρ εἰμι ἐν θλίψει (μάλιστα γὰρ τότε συνεῖναι αὐτὸν χρεία, ο ταν θλιβερὰ καὶ περιστατικὰ ῃ περὶ ἡμᾶς). Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν θλιβερῶν, ἀλλὰ καὶ ἐπίβλεπτον ἀπεργάσομαι. παρέξω δὲ αὐτῷ καὶ ζωὴν τὴν αἰώνιον ἐπὶ τῷ πολυήμερον καὶ μακροήμερον ο ντα ε χειν φῶς αἰώνιον (Φῶς γὰρ δικαίοις διαπαντός). δείξω δὲ αὐτῷ τὸ σωτήριόν μου η τοι τὴν παρ' ἐμοῦ σωτηρίαν η τὸν ταύτης αι τιον ̓Ιησοῦν, ο περ καὶ ὁ μακάριος Συμεὼν ἰδὼν ηὐχαρίστει λέγων Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, ἐν εἰρήνῃ, ο τι ει δον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ο ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Οὐ δὴ νομιστέον περὶ τοῦ κυρίου ο λον εἰρῆσθαι τὸν ψαλμόν, ὡς οἱ ̓Αρειανοὶ βούλονται καὶ Εὐσέβιος, ἀλλὰ καὶ περὶ ἀνδρὸς δικαίου καὶ θεῷ πεποιθότος ῳ πρόκειται τέλος τῆς ἐλπίδος τὸ α ριστον ἰδεῖν Χριστὸν ̓Ιησοῦν τὸ σωτήριον τοῦ θεοῦ. εἰ δὲ ὁ διάβολος ἐν τοῖς πρὸς κύριον λόγοις ε φησεν αὐτῷ τὴν ἐπαγγελίαν κεῖσθαι τὸ Οτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ὡς ἀνδρὶ κἀκεῖνος διελέγετο δικαίῳ, τὸ καθαρῶς καὶ ἐξόχως δίκαιον ὁρῶν ἐν αὐτῷ, μήπω δὲ τὸ πλέον ἀνθρώπου καὶ ἀνώτερον ἐν Χριστῷ συνιέναι δυνάμενος. 909 Ps 91,2.3 ̔Ο ἐξομολογούμενος καὶ κατηγορῶν ἑαυτοῦ ἐπὶ κυρίου α φεσιν καὶ συγχώρησιν αἰτούμενος, τὴν ἐκ τοῦ ἐξομολογεῖσθαι ὠφέλειαν πείρᾳ ε χων, ε ργοις ἀπαγγέλλει τὸ ε λεος τοῦ θεοῦ, ἐλεηθεὶς ἐφ' οι ς μετενόησεν. ἀναγγέλλει δὲ τὸν ἐπ' αὐτὸν γενόμενον ε λεον θεοῦ, φωτισθεὶς καὶ ἐν ἀρχῇ ἡμέρας ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης συνισταμένης γεγονώς, ο θεν πρωῒ ἀναγγέλλειν ει πε τὴν εὐεργεσίαν η ν θεόθεν ε σχε. Καὶ τὸ ψάλλειν δὲ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου θεολογίας καὶ θεοπτίας ὑπόθεσις τυγχάνον τέλος ε χει τὴν ἀλήθειαν η ν ἀναγγέλλειν προσήκει οὐκ ἐξ ἐπιπολῆς καὶ ἐκ τῶν φανερῶν πραγμάτων ἀλλ' ἐκ βαθέων καὶ ἀποκρύφων διὰ γνώσεως ὑπερβολήν. τὴν δὲ ἀσάφειαν τὴν ἐν τοῖς τοιούτοις ὠνόμασε νύκτα· φύσει γὰρ τὰ περὶ τοῦ εὐσεβῶς καὶ ὀρθῶς λεγόμενα τῆς τῶν πολλῶν γνώσεως διὰ μέγεθος δυνάμεως ἀποδημεῖ. νὺξ δ' ἐστὶ τὸ δυσκατάληπτον. αυ τη δὲ ἡ νὺξ ἀναφορὰν ε χει πρὸς τὸ σκότος ο ε θετο ὁ θεὸς ἀποκρυφὴν αὐτοῦ. ἀπαγγέλλει τε τὸ πρωῒ τὸ ε λεος τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. 910 Ps 91,6.7 Οσον δὲ τὸ μέγεθος αὐτῶν ἀναφαίνεται ἡμῖν, τοσοῦτον βαθυνομένους ὁρῶμεν τοὺς περὶ αὐτῶν θεοῦ διαλογισμοὺς καθ' ου ς πεποίηκε καὶ ἐμεγέθυνεν αὐτά. τούτοις συνᾴδει τὸ λεγόμενον ὑπὸ τοῦ ̓Εκκλησιαστοῦ Ει πα Σοφισθήσομαι, καὶ αυ τη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ο η ν καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; ὡς τὸ βάθος αὐτῆς φησιν ἀκατάληπτόν μοι φανῆναι· εἰπὼν δὲ Σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου, εὐθυμοποιεῖ τοὺς σοφίας ἐραστάς, φήσας α νδρα α φρονα καὶ ἀσύνετον μὴ γνώσεσθαι καὶ συνιέναι αὐτά, δηλονότι τοῦ σοφοῦ ἀνδρὸς καὶ ε χοντος τὸ θεοῦ πνεῦμα τὸ ἐρευνοῦν πάντα καὶ τὰ βάθη τοῦ θεοῦ συνιέντος. α φρονα δὲ καὶ ἀσύνετον λέγει τὸν θείας φρονήσεως καὶ συνέσεως ἐστερημένον, κα ν δοκῇ α λλως φρόνιμος ει ναι καὶ συνετός· ὡς ἐκ τοῦ 188 ἐναντίου ὁ ε χων τὴν τοῦ θεοῦ σοφίαν ἀφρονέστατός ἐστιν, οὐ καθάπαξ ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων φρόνησιν· ̓Αφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ε στιν ἐν ἐμοί· ὁ δὲ θεὸς δεδίδαχέ με σοφίαν. ο θεν καὶ ̔Ο σοφὸς ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ὡς πρὸς τὴν θνητὴν σοφίαν. 911 Ps 91,8– 10 Τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀνθρώπων ἁπάντων ταπεινουμένων, ἀφ' η ς ει χον ὑψαυχενίας ἐπὶ τοῖς προσκαίροις, ὑψοῦται κύριος μόνος βασιλεὺς ἁπάντων ἀποδεικνύμενος ἀμέμπτως τε πάντων προνοησάμενος καὶ διαταξάμενος τὰ ο λα. Καὶ ἑτέραν δὲ διάνοιαν ἐν τοῖς προκειμένοις καταλαβεῖν ε στιν· ο τε οἱ ἁμαρτωλοὶ οι α χόρτος ἀνατέλλουσι καὶ ἐνεργεῖται ἡ ἀνομία καὶ ἡ πρὸς θεὸν ε χθρα αὐτῶν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.