Unit 44 rem mid
Rem mid: Unit 44; lemma continues; reading with the letter.
Greek
ἐπὶ τῷ κρατῆσαι κατά τινα τῶν ἑρμηνευσάντων τῶν ἐλάτων αὐτοῦ τοῦ φοίνικος οι θεῖαι διδασκαλίαι τυγχάνουσαι τὸ γόνιμον καὶ φυλακτικὸν τῶν καρπῶν λαμβάνουσιν· ο θεν καὶ ἡ νύμφη ἡ ταῦτα λέγουσα, οὐκ α λλη τοῦ ἀνθοῦντος κατὰ τὸν φοίνικα δικαίου τυγχάνουσα, φησὶν ̔Ομοιωθήσομαι τῷ φοίνικι. ἀπὸ τούτου τοῦ φοίνικος κάλλυνθρα κοσμητήρια τὰ ἀπὸ τῶν κλάδων τῶν φοινίκων γινόμενα λαμβάνων τις α γει τὴν τῆς σκηνοπηγίας ἑορτήν, καὶ τὰ σύμβολα δὲ τῆς νίκης ἐκ τούτου οἱ νικηταὶ φέρονται. 914 Ps 92,3–4b Οἱ μιμούμενοι ποταμοὶ τὸν ποταμὸν τὸν εὐφραίνοντα τὴν πόλιν τοῦ θεοῦ ἐπαίρουσι πρότερον τὴν σφῶν νόησιν, ει τα τὰς φωνὰς τὰς ἑρμηνευούσας τὰ νοηθέντα αὐτοῖς, ὡς ἀπὸ τῆς τῶν πολλῶν τούτων ποταμῶν ὑδάτων φωνῆς θαυμαστοὺς καὶ ἀποδοχῆς ἀξίους γενέσθαι διὰ μετανοίας καὶ ἀναλήψεως ἀρετῆς τοὺς πάλαι δι' ἀλαζονείας καὶ πλούτου καὶ αὐθαδείας καὶ δοξαρίων μετεωρισμοὺς ο ντας τῆς τοῦ βίου τῶν ἀνθρώπων θαλάττης. ∆υνατὸν δὲ καὶ τοὺς λόγους αὐτοὺς τῶν θεοπνεύστων γραφῶν καινῆς τε καὶ παλαιᾶς διαθήκης ποταμοὺς ει ναι διὰ τὸ πότιμον καὶ ζωτικὸν καὶ καρποφορίας αι τιον. ου τοι δὲ οἱ ποταμοὶ τὸν πίνοντα ἀπ' αὐτῶν ἐπαίρουσι καὶ μετεωρίζουσι θεωρίᾳ τῆς ἀληθείας ου ς α ν ευ ρωσιν ἑτοίμους, ἐπαίροντες καὶ τὰς φωνὰς αὐτῶν ἀφ' ω ν φωνῶν θεοπρεπῶς καὶ ὑψηλοφυῶς νοουμένων θαυμαστοὶ γίνονται οἱ τῆς θαλάσσης μετεωρισμοί. μετεωρισμῶν θαλάττης κατὰ τὴν παροῦσαν διάνοιαν ο ντων τῶν καλουμένων πειρασμῶν οι καὶ θαυμαστοὶ γενήσονται σωτηρίας αι τιοι ἀναφαινόμενοι ἀπὸ τῶν φωνῶν τῶν ποτίμων ὑδάτων πολλῶν, ε στι γοῦν ἰδεῖν ἐπὶ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.