Unit 44 rem close
Rem CLOSEOUT: Unit 44 CLOSEOUT.
Greek
τοῖς πειρασμοῖς καὶ ἀγῶσι τούτοις νικητάς τινας ἀποδεικνυμένους· Μακάριος γὰρ ἀνὴρ ο ς ὑπομένει πειρασμόν, καὶ τὰ ἑξῆς. ἐπίστησον εἰ τὰ πολλὰ υ δατα, ω ν ἀπὸ τῶν φωνῶν θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ τῆς θαλάσσης, τυγχάνουσι ταῦτα τῇ θαλάσσῃ· ἐκ γὰρ τῶν πραγμάτων αὐτῆς καὶ τῶν ἐν αὐτοῖς τῶν ἀνθρώπων συμβαινόντων θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ αὐτῆς, λογικῶς καὶ φρονίμως ἐταζόμενα καὶ γινωσκόμενα. 915 Ps 92,4c.5a ̓Εν τοῖς ὑψηλοῖς καὶ ἐπῃρημένοις λόγοις θαυμαστὸς ὁ κύριός ἐστιν ὡς πιστοῦσθαι ἐπὶ τούτῳ τὰ μαρτύρια τὰ συγγενῆ τοῖς λεγομένοις δικαιώμασι καὶ νομίμοις αὐτοῦ δὲ τοῦ θεοῦ ὑψηλὰ ἐν οι ς θαυμαστός ἐστι. δυνατὸν α νδρας θείους διὰ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ὑψουμένους εἰπεῖν, η καὶ τοὺς κατ' οὐρανὸν ἀγγέλους καὶ ἀρχαγγέλους ὑψηλοὺς ἐν οι ς ὁ κύριος θαυμαστὸς ω ν ε χει μαρτύρια καὶ λόγια βεβασανισμένα καὶ ἐξητασμένα α διὰ τὸ βέβαιον πιστὰ ει ρηται. 916 Ps 92,5bc Οι κος θεοῦ πάντες οἱ προσηκάμενοι αὐτὸν εἰς ἑαυτοὺς οι ς καὶ πρέπει ἀληθῶς τὸ ἁγίοις ει ναι οὐκ ἐπὶ μίαν καὶ δευτέραν ἀλλ' εἰς μακρότητα ἡμερῶν· ο θεν ὁ μυσταγωγὸς βουλόμενος τὸν οι κον τοῦ θεοῦ εἰς μακρότητα ἡμερῶν ἁγίασμα ε χειν φησὶν Οὐκ οι δατε ο τι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ α γιός ἐστιν οι τινές ἐστε ὑμεῖς. πρέπει γὰρ ἀληθῶς ἡ ἁγιότης καὶ τὸ ἁγίασμα παντὶ τῷ γενομένῳ θεοῦ οι κῳ, ι ν' ω σπερ θεοῦ α γιος ῃ καὶ ω σπερ α γιος ου τω καὶ τοῦ θεοῦ.
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.