Fragmenta in Psalmos · §u45-rem-close

Unit 45 rem close

Rem CLOSEOUT: Unit 45 CLOSEOUT.

Greek

πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. τῆς γὰρ θεοῦ προσηγορίας ἐπικληθείσης ἡμῖν, πάντα πράττοντες τὰ κατὰ λόγον τὸν ὀρθὸν δι' εὐλογίας ω ν εὐλογοῦμεν, ἐνεργοῦμεν ο φοροῦμεν ο νομα κυρίου· οὐ γὰρ α λλως ε χοντος αὐτοῦ, εὐχόμεθα εὐλογημένον αὐτὸ καὶ α γιον γενέσθαι. δι' ἀκριβείας δὲ ὡς οι όν τ' η ν ει ρηται περὶ τούτου ἐν τῷ ΛΓ ψαλμῷ εἰς τὸ ̔Υψώσωμεν τὸ ο νομα αὐτοῦ ἐπὶ τὸ αὐτό· ο θεν νῦν ἀρκούμεθα τοῖς διὰ βραχέων εἰρημένοις. ̓Επίστησον εἰ δυνατὸν καὶ ου τως ἐκδέξασθαι τὰς προκειμένας λέξεις· οἱ τῇ παλαιᾷ διαθήκῃ προσανέχοντες ὑπὲρ αἰσθητῶν συμβαινόντων πραγμάτων ᾳ δοντες ᾳ σμα παλαιὸν ῃ δον. τοῦ γὰρ Φαραὼ τοῦ τῆς Αἰγύπτου τυράννου καταποντισθέντος, ᾳ δει Μωυσῆς μετὰ πάσης τῆς ̔Εβραϊκῆς πληθύος ᾠδὴν η ἐφύμνιον Αισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ι ππον καὶ ἀναβάτην ε ρριψεν εἰς θάλασσαν. καὶ ἐπ' α λλοις δὲ συμβεβηκόσι σωματικώτερόν ἐστιν ἰδεῖν ᾳ δοντα τὸν ̓Ισραὴλ ἐν τῇ Πεντατεύχῳ καὶ τῇ λοιπῇ παλαιᾷ γραφῇ. οἱ δὲ ἀποστάντες τῆς παλαιότητος τοῦ γράμματος ἐπὶ τῷ μαθητευθῆναι τῇ καινότητι τοῦ πνεύματος ἐπὶ νοητῶς καὶ πνευματικῶς κατορθουμένοις καινὸν τῷ κυρίῳ ᾳ δουσιν ᾳ σμα, καταργηθέντος τοῦ τὸ κράτος ε χοντος τοῦ θανάτου διαβόλου καὶ ὑποβρυχίου γενομένου τοῦ τῆς νοητῆς Αἰγύπτου τυράννου, ̓Ιησοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου χάριτι θεοῦ. ᾳ δοντες δὲ κυρίῳ ου τοι πάσας κατάρας ἠλευθερωμένοι καὶ τῆς εὐλογίας μετειληφότες τῆς θεόθεν χορηγουμένης, εὐλογοῦσι τὸ ο νομα τοῦ εὐλογήσαντος αὐτοὺς πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις. 930 Ps 95,2b.3 Αἱ προκείμεναι προστάξεις γίνονται τοῖς ̓Ιησοῦ μαθηταῖς ἀκούουσι Πορευθέντες μαθητεύσατε πάντα τὰ ε θνη. βούλεται γὰρ τὸ πνεῦμα τὸ α γιον συντόνῳ καὶ ἀδιαστάτῳ σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν ε ργον. τὸ γὰρ ̔Ημέραν ἐξ ἡμέρας τοῦτο παρίστησι τὸ διηνεκῶς αὐτοὺς εὐαγγελίζεσθαι τὸ θεοῦ σωτήριον, περὶ ου ει ρηται Ου τός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, καὶ πάλιν ̓Ετέχθη σήμερον ὑμῖν σωτὴρ ο ς ἐστι χριστὸς κύριος. τῶν γὰρ ἀποστόλων εὐαγγελιζομένων ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἐκβάσεως τεύξεται ἡ προφητεία ἡ λέγουσα Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ∆υνατὸν τὸ ̔Ημέραν ἐξ ἡμέρας ἐκλαβεῖν τὰς δύο διαθήκας τοῦ σωτῆρος ο ντος ἡλίου δικαιοσύνης. ἐπεὶ ου ν οἱ εὐαγγελίζεσθαι προσταττόμενοι νομομαθεῖς ο ντες καὶ τῆς πρώτης ἡμέρας φωτισμὸν ει χον, ἀκολούθως ἐκ τῆς ἡμέρας ἐκείνης ἡμέραν α λλην τὴν κατὰ τὴν καινὴν διαθήκην φωτιζόμενοι τὸ θεοῦ σωτήριον ἀπαγγελοῦσιν. Εὐαγγελιζόμενοι δὲ τὸν σωτῆρα Χριστὸν ο ντα θεοῦ σωτήριον, ἀναγγέλλουσι πᾶσι 194 τοῖς ε θνεσι τὴν θεοῦ δόξαν, η τις ἐστὶν ὁ Χριστὸς τυγχάνων ἀπαύγασμα τῆς θεοῦ δόξης· περὶ η ς γέγραπται ἐν ̔Ησαΐᾳ ̓Οφθήσεται ἡ θεοῦ δόξα, καὶ μεθ' ε τερα Καὶ ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ ἀνατέταλκεν. ὡς γὰρ σοφία καὶ δύναμις ἀλήθειά τε καὶ δικαιοσύνη θεοῦ ὁ Χριστός, ου τως καὶ δόξα αὐτοῦ τυγχάνει. Πρὸς τούτοις δὲ καὶ ἀναγγέλλειν ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ προστάττονται, περὶ ω ν ἐν ΛΘ ψαλμῷ πρὸς θεὸν ει ρηται Πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου. τὸν τούτων τῶν θαυμάτων αι τιον ὑμνῶν ̔Ησαΐας ὁ προφήτης φησὶ Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ο νομά σου, ο τι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Χριστὸς γὰρ ὁ σωτὴρ θαυμαστὰ πεποίηκεν ἐλευθερώσας πᾶσαν ψυχὴν ὑπὸ τοῦ διαβόλου καταπονουμένην, τὴν ἀρχαίαν θεοῦ βουλὴν στήσας καθ' η ν εὐθὴς ὁ α νθρωπος ὑπῆρχε κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ δημιουργοῦ γεγονώς. εἰ δὲ καὶ τεραστίους δυνάμεις ει ναι βούλεται τὰ ἀπαγγελλόμενα τοῖς λαοῖς θαυμάσια καθ' α ς ̓Ιησοῦς νεκροὺς η γειρε καὶ τυφλοὺς εἰς ο ψιν ἀποκαθιστᾷ καὶ ει τι α λλο τοιοῦτον ἀναγέγραπται, οὐχ ἁμαρτάνεις. ∆υνατὸν δὲ καὶ ου τως· Φανερώσατε διὰ θεολογίας τὴν περὶ θεοῦ ἀκραιφνεστάτην γνῶσιν, ο πως ὀρθὴν διάληψιν περὶ θεοῦ ε χῃ τὰ ε θνη ἀφέμενα πολυθέου δεισιδαιμονίας. Ταῦτα οὐδενὶ τρόπῳ ἁρμόσει τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι κατὰ τοὺς Κύρου χρόνους η κατὰ τοὺς ∆αρείου, ο τε αἰσθητῶς ὁ οι κος ᾠκοδομεῖτο ὁ ἐν τῇ ̓Ιουδαίᾳ προεστῶτος τῆς οἰκοδομῆς Ζοροβάβελ καὶ ̓Ιησοῦ τοῦ ἱερέως μετὰ τὴν αἰχμαλωσίαν. πεπλήρωται γὰρ ταῦτα δι' ε ργων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, τῶν αὐτοῦ μαθητῶν τὴν σύμπασαν γῆν περιδραμόντων καὶ εὐαγγελισαμένων τὸ σωτήριον αὐτοῦ ἀναγγειλάντων τε ἐν πᾶσι

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.