Fragmenta in Psalmos · §u45-rem-mid

Unit 45 rem mid

Rem mid: Unit 45; lemma continues; reading with the letter.

Greek

ε καστος ἐκ τοῦ τόπου ἑαυτοῦ, οὐκ αἰσθητῶς καὶ σωματικῶς ἀλλὰ πνεύματι καὶ ἀληθείᾳ. Ερχονται τοίνυν κατὰ διάθεσιν μᾶλλον η μεταβολὴν τόπου οἱ προσκυνοῦντες καὶ προσπίπτοντες αὐτῷ, κλίνοντες αὐτῷ γόνυ θεὸν αὐτὸν ὁμολογοῦντες, οὐχ οἱ ἐπὶ γῆς μόνοι ἀλλὰ καὶ οἱ ἐν οὐρανοῖς καὶ καταχθονίοις κλαίοντες ἐνώπιον αὐτοῦ τὸν ἐκ μετανοίας κλαυθμόν, η καὶ ὁσαχῶς κλαίειν καὶ ὀδυνᾶσθαί τινας ει πομεν. α μεμπτος δὲ κλαυθμὸς καὶ πᾶσαν κηλίδα διαφεύγων ὁ θαρσῶν ἐνώπιον κυρίου γίνεσθαι. Λέγουσι δὲ τὴν αἰτίαν δι' η ν τὰ ἐγκείμενα ἐπιτελοῦσι, φάσκοντες Οτι αὐτὸς θεὸς ἡμῶν καὶ ἡμεῖς πρόβατα νομῆς αὐτοῦ, σχέσεως τοῦ λαοῦ πρὸς θεὸν δηλουμένης διὰ τῆσδε τῆς λέξεως. διὰ τοῦτό φησι· Λαὸς νομῆς αὐτοῦ τυγχάνομεν ο τι αὐτὸς ἐπιδέδωκεν ἑαυτὸν θεὸς ἡμῶν γενέσθαι· ἐπεὶ γὰρ αὐτὸς θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ τυγχάνομεν· καὶ ἐπεὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, αὐτὸς θεὸς ἡμῶν. τῆς δ' αὐτοῦ νομῆς λαὸς αὐτοῦ ο ντες, ἐσμὲν καὶ πρόβατα χειρὸς αὐτοῦ ο ντος ποιμένος ἡμῶν. διὸ οὐδεὶς ἁρπάσει ἡμᾶς ἐκ τῆς δεξιᾶς αὐτοῦ· Κἀγὼ γὰρ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 927 Ps 94,7c–9 Ταύτας τὰς λέξεις ε ως τοῦ τέλους τοῦ ψαλμοῦ ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρῆσθαι φήσας ὁ ἀπόστολος, ε θηκεν αὐτὰς ἐν τῇ Πρὸς ̔Εβραίους ἐπιστολῇ ἀμωσγέπως καὶ ἑρμηνείαν αὐταῖς ἐπαγαγών. ἡρμήνευσε δὲ τὸ σήμερον, εἰς τὸν πάντα ἐνεστηκότα αἰῶνα ἀναφέρων αὐτό· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ σήμερον. σκληρύνεται δὲ καρδία, ο ν τρόπον καὶ ἡ τοῦ Φαραὼ κακίᾳ προσκλινομένη καὶ ὑπὸ ἁπάσης τῆς ἁμαρτίας σκληρὰ καὶ ἀντίτυπος ἀναφαινομένη. ταύτης τοίνυν ἀφέμενοι τῆς ὠμότητος, βοῶντι θεῷ κλίνωμεν τὴν ἀκοὴν ἐπὶ τῷ δίκαιοι γενέσθαι. 928 Ps 94,10.11 Αλλος δὲ τὸ Προσώχθισα προσκορής φησιν ἐγενόμην οὐ πάσῃ γενεᾷ ἀλλ' ἐκείνῃ ἀεὶ πλάνῃ συμβιούσῃ διὰ τὸ μὴ ἐθέλειν γνῶσιν ε χειν θεοῦ· ε φη τὸν θεὸν ὀργισθέντα ὀμόσαι μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, ταῦτα δὲ ἐν ΟΖ εἰπών. ἐξηγησαμένου δὲ καὶ Παύλου ταύτην τὴν λέξιν, οὐδὲν πλέον τῶν τότε ῥηθέντων ἐροῦμεν. 929 Ps 95,1–2a Νοήσεις δὲ καὶ ου τως· ἡ λογικὴ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γινομένη ψυχὴ οι κός ἐστι τοῦ πεποιηκότος, μάλιστα σὺν ἀρετῇ διάγουσα, ἁμαρτάνουσα δὲ αἰχμαλωτίζεται καὶ καθαιρεῖται ω στε μηκέτι ει ναι ναὸς θεοῦ. ει πε γοῦν ὁ θεὸς περί τινων Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ ει ναι αὐτοὺς σάρκας. πάλαι γὰρ ἐνοικοῦντος ἐν αὐτοῖς τοῦ θείου πνεύματος ναὸς η σαν αὐτοῦ· ο τε δὲ ἁμαρτάνοντες σάρκες γεγένηνται ἐμπαθῆ καὶ ὑλικὴν ε ξιν ἀναλαβόντες, τὸ τηνικάδε ἀπέστη ὁ ἐνοικῶν ἐν αὐτοῖς καὶ καταστροφὴν ὑπέμειναν πρὸς τῶν αἰχμαλωτισάντων αὐτοὺς πονηρῶν πνευμάτων. Ωσπερ τοίνυν ὁ ἁμαρτάνων αἰχμάλωτος γεγονὼς παύεται τοῦ ει ναι θεοῦ οι κος διαλυθέντος τοῦ ἐξ ἀρετῶν οἰκοδομήματος αὐτοῦ, ου τως ὁ ἐπιστρέφων πρὸς θεὸν διὰ μετανοίας οὐ μόνον τῆς αἰχμαλωσίας λυτροῦται, ἀλλὰ καὶ θεμελιοῦται καὶ οἰκοδομεῖται θεοῦ οι κος δι' ὀρθότητα φρονήματός τε καὶ πράξεων ἀρίστων. καὶ τοῦτό ἐστιν ο δηλοῖ ἡ ἐγκειμένη τοῦ ψαλμοῦ προγραφή. μετὰ γὰρ τὴν αἰχμαλωσίαν τοῦ οι κου οἰκοδομηθέντος πρὸς τῶν εὐπαθόντων χαριστήριος ᾠδὴ ἀναπέμπεται ὑπὲρ ἀφέσεως τῆς αἰχμαλωσίας καὶ ἐγκαινισμοῦ τοῦ θείου οι κου. καὶ πρὸς τὸ ῥητὸν ἐκλαβεῖν τις τὰ κατὰ τὸν τόπον 193 δυνήσεται. φαίνεται γὰρ ὁ οι κος ἐν τοῖς χρόνοις Εσδρα μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομηθείς. λεκτέον ου ν περὶ τῆς τοιαύτης εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως τοῦ οι κου προφητικώτερον τὸν ∆αυὶδ τεθεωρηκότα τὴν ὑπὲρ τοῦ ἐγκαινισμοῦ τοῦ οι κου τὴν ᾠδὴν πεποιηκέναι. ᾳ δουσι δὲ τὴν ᾠδὴν οἱ τὸν παλαιὸν α νθρωπον ἐκδυσάμενοι καὶ τὸν νέον ἐνδυσάμενοι τὸν ἀνανεούμενον εἰς τὸ γενέσθαι κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, τῷ μαθητεύεσθαι τῇ καινῇ διαθήκῃ τὴν καινότητα τῆς Χριστοῦ διδασκαλίας προσηκάμενοι. ̓Ενταῦθα μὲν ου ν ᾳ δειν πᾶσα ἡ γῆ προστάττεται, ἐν ΞΕ δὲ προσκυνεῖν· Πᾶσα γὰρ ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι· καὶ ἐν ̓Αμβακοὺμ Τῆς αἰνέσεως αὐτοῦ (δηλαδὴ τοῦ θεοῦ) πλήρης πᾶσα ἡ γῆ ει ρηται, καὶ ἐν α λλοις Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. ου τοι ου ν πάντες οἱ ᾳ δοντες τῷ θεῷ πρὸς τῷ α δειν αὐτῷ καὶ εὐλογεῖν τὸ ο νομα αὐτοῦ προστάττονται. διὰ γὰρ ε ργων ἀγαθῶν καὶ γνώσεως τῆς ἀληθείας εὐλογεῖ τις καὶ δοξάζει τὸ ο νομα τοῦ θεοῦ. ει ρηται γοῦν ἐν Εὐαγγελίῳ Λαμψάτω τὸ φῶς ὑμῶν ε μπροσθεν τῶν ἀνθρώπων, ο πως ι δωσι τὰ καλὰ ὑμῶν ε ργα καὶ δοξάσωσι τὸν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.