Fragmenta in Psalmos · §u46-rem-early

Unit 46 rem early

Rem early: Unit 46; lemma and argument toward the thesis.

Greek

ἐξομολογούμενος καὶ ὡραιότητα ε χων δεξάμενος θεὸν ἐν ἑαυτῷ ναὸς αὐτοῦ καὶ ἁγίασμα γίνεται, εἰκότως περὶ τοῦ τοιούτου λέγεται τὸ ἁγιότητα καὶ μεγαλοπρέπειαν ε χειν, ἁγιότητα μὲν μεταλαμβάνων τῆς ἁγιότητος τοῦ παρόντος θεοῦ καὶ Χριστοῦ ο ντος θεοῦ ἁγιασμοῦ ἀλλὰ καὶ τοῦ ἁγίου πνεύματος, μεγαλοπρέπειαν δὲ ζητῶν τὸ πρέπον καὶ εὐπρεπὲς ἐν μεγάλοις καὶ ὑπερτέροις· μεγαλοπρέπεια γάρ ἐστι τὸ ἐν μεγάλοις πρέπον, μικροπρέπεια δὲ τὸ ἐν μικροῖς. ο σοι γοῦν ἐν ἀνθρωπίνοις δοξαρίοις καὶ ἀξιώμασι καὶ ἐν αἰσθητοῖς ῥώμῃ καὶ πλούτῳ εὐπρεπεῖν θέλοντες, μικροπρεπεῖς ει εν τοῦ χρηματίσαντος ἁγιάσματος θεοῦ κατὰ τὰ ἀποδοθέντα ἐν νοητοῖς καὶ πνευματικοῖς ἀρεταῖς τε καὶ εὐσεβείᾳ, α περ πάντα μεγάλα τυγχάνει διαπρέπειν ζητοῦντα καὶ ταύτῃ μεγαλοπρέπειαν ε χει σύζυγον ου σαν ῃ κέκτηται ἁγιότητι. 933 Ps 95,7.8 ̓Επεὶ δοῦλοι τυγχάνοντες Χριστοῦ ε χομεν τὸ ο νομα αὐτοῦ ἐπικληθὲν ἐφ' ἡμᾶς διὰ τοῦ σοφῶς καὶ λογικῶς δικαίως τε καὶ ἁγίως ἐπιτελεῖν πάντα, δόξαν ἐνέγκωμεν τῷ ἐφ' ἡμᾶς ὀνόματι τοῦ Χριστοῦ. Ευ δὲ καὶ τὸ φάναι Αρατε θυσίας, τουτέστι μετεωρίσατε τὸ περὶ θυσιῶν νόημα, μὴ χαμαιζήλως βουθυτοῦντες καὶ τὰ λοιπὰ σφάζοντες ζῷα ἀλλ' ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας ω ν ὑποδείγματα καὶ σκιὰ αἱ αἰσθητῶς προσαγόμεναι θυσίαι. 934 Ps 95,9b–11a Καὶ πᾶσα δὲ διάνοια γεώδη ποιότητα ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν υ λην συμπαθείας σειομένη ἀποβάλλει τὴν προτέραν καὶ γεώδη διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ε ξιν ἀναλαβεῖν. ἀληθῶς γὰρ τοῦτ' ει η τὸ σαλευθῆναι τὴν γῆν τὸ εἰς οὐρανὸν μεταβαλεῖν καὶ φορέσαι τὴν εἰκόνα τοῦ ἐπουρανίου. ̓Ακόλουθα τούτοις καὶ τὰ ἐπιφερόμενα Ει πατε ἐν τοῖς ε θνεσιν ̔Ο κύριος ἐβασίλευσε. παθὼν γὰρ καὶ ἐκ νεκρῶν ἀναστὰς ἐβασίλευσεν ἐν τοῖς ε θνεσιν, εἰπὼν ̓Εδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. γινομένου λοιπὸν τοῦ θελήματος τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, βασιλεύοντος δὲ τοῦ κυρίου ἐν πᾶσι τοῖς ε θνεσι, σαλεύεται τὸν εἰρημένον τρόπον ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, ο πως τὴν τῆς ἀρετῆς ε ξιν ἀναλάβῃ κατορθωθεῖσα ὑπὸ τοῦ κυρίου εἰς τὸ μηκέτι σαλεύεσθαι οἰκουμένη ἀντὶ γῆς γεγενημένη· βασιλεύοντος γὰρ τοῦ κυρίου, οὐχ ἁπλῶς γῆ ε τι μένει ἀλλ' οἰκουμένη, οἰκοῦντος ἐν αὐτῇ πατρὸς καὶ υἱοῦ 196 καὶ ἁγίου πνεύματος καὶ τῶν θείων χαρισμάτων. Ου τος ὁ βασιλεύσας ἐν πᾶσι τοῖς ε θνεσι κρινεῖ λαοὺς ἐν εὐθύτητι, ε καστον ἐν τῷ ἰδίῳ τάγματι δικάζων, ἐπείπερ ἐν πᾶσιν αὐτοῖς ἀνηγγέλη τὰ θαυμάσια αὐτοῦ, οὐκ ἐν μόνῳ τῷ ̓Ισραήλ. κρινεῖ δὲ αὐτοὺς ἐν εὐθύτητι, οὐ τὰ ε ργα μόνον ἀλλὰ καὶ τὴν διάθεσιν αὐτῶν ἐξετάζων. ταῦτα δὲ κατὰ τὴν δευτέραν αὐτοῦ γενήσεται παρουσίαν, ἡνίκα καὶ εὐφρανθήσονται οἱ οὐρανοὶ καὶ ἀγαλλιάσεται ἡ γῆ. 935 Ps 95,11.12a Πρὸς ἀναγωγὴν οἱ τὴν τοῦ ἐπουρανίου εἰκόνα φοροῦντες καὶ ἐν οὐρανοῖς πολίτευμα ε χοντες οὐρανοί εἰσιν, εὐφραινόμενοι τῷ ἐμπεφορῆσθαι τὸν α κρατον ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου γινόμενον οι νον ο ν ἐκέρασεν εἰς κρατῆρα ἡ σοφία. τούτων τῶν οὐρανῶν ὑποδεέστεροί τινες ο ντες μέλλουσι διὰ πραότητα κληρονομεῖν τὴν ὑψηλὴν καὶ α νω που κειμένην γῆν, η ς ὁμωνύμως μετωνυμικῷ τρόπῳ γῆ καλούμενοι ἀγαλλιῶνται χαρὰν χαίροντες τὴν ὑπὸ τοῦ ἁγίου πνεύματος καρποφορουμένην. Ει η δέ τις διάνοια ὑπὸ παθῶν ἐξηγριωμένη ὡς δι' ἀλμυρότητα καὶ η θους πικρότητα καὶ τὴν ἐξ ἀταξίας κινημάτων τρικυμίαν θάλασσα χρηματίζουσα· ταύτην σαλευθῆναι ἐπ' εὐεργεσίᾳ προσήκει, ο πως ἐκ σάλου καὶ κλύδωνος εἰς εὐστάθειαν καὶ γαλήνην μεταβάλλῃ α μα τῷ πληρώματι αὐτῆς τοῖς πικροῖς καὶ τεταραγμένοις· πρώτη γὰρ εὐεργεσία τοῖς μετανοοῦσιν ἀποθανεῖν τὰς ἀτάκτους καὶ τεθορυβημένας ὁρμάς. Καὶ αἱ ου σαι δὲ ψυχαὶ διὰ τὸ δεδέχθαι τὸν ̓Ιησοῦ σπόρον πεδία καρποφόρα χαίρουσι χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ ἐπὶ τῷ ἐν ἀγαλλιάσει θερίζειν α ε σπειραν ἐν δάκρυσιν. 936 Ps 95,12b–13b Τὸ τότε ἀναφορὰν ε χει ἐπὶ τὸ κεκατορθῶσθαι ὑπὸ κυρίου τὴν οἰκουμένην. ἀνενεκτέον δὲ τὸ τότε καὶ ἐπὶ τὸ Εὐφραινέσθωσαν οἱ οὐρανοί. ο ταν γὰρ εὐφρανθήσονται οἱ οὐρανοὶ καὶ ἀγαλλιάσεται ἡ γῆ, τότε ἀγαλλιᾶται τὰ ξύλα τοῦ δρυμοῦ. δρυμοῦ δὲ ξύλα οἱ μὴ φέροντες καρπόν· ἀλλ' ου τοι οἱ πάλαι α καρποι καρποφοροῦντες ἀγαλλιῶσι, προτρέχοντες τοῦ κυρίου δεῦρο κατιόντος. ἐρχομένου γὰρ τοῦ κυρίου κρῖναι τὴν γῆν, τότε τὰ ξύλα τοῦ δρυμοῦ ἀγαλλιᾷ, ἀεὶ εὐφραινομένων τῶν ξύλων τοῦ παραδείσου τῆς τρυφῆς. τούτων δὲ οὐκ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.