Unit 46 rem mid
Rem mid: Unit 46; lemma continues; reading with the letter.
Greek
ἀεί (δρυμοῦ γάρ εἰσι ξύλα), ἀλλ' ο ταν ὁ κύριος αὐτοῖς ἐπιλάμπῃ ὡς φέρειν καρπὸν ἐδώδιμον καὶ ποιῆσαι ὡς μῆλον ῃ φησιν ἐν τῷ Αισματι τῶν ᾀσμάτων ̔Ως μῆλον ἐν ξύλοις τοῦ δρυμοῦ, ου τως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· μόνος γὰρ αὐτὸς ἀρχῆθεν καρποφορῶν τὴν ἀρετήν, μὴ γνοῦς μηδὲ ποιήσας τὴν ἁμαρτίαν· διὸ καὶ μεταδίδωσι τῆς ἑαυτοῦ καρποφόρου ποιότητος τοῖς συνοῦσι τοῦ δρυμοῦ ξύλοις ω ν ἐν μέσῳ ἐστὶ τυγχάνων μῆλον. 937 Ps 95,13cδ Ην κατώρθωσεν οἰκουμένην ἐπὶ τῷ μηκέτι κλονεῖσθαι ἐν δικαιοσύνῃ, ἐν δικαιοσύνῃ κρινεῖ ὁ ἐρχόμενος κύριος. κρινεῖ δ' ἐν ἀληθείᾳ καὶ τοὺς λαοὺς ἐν οι ς γέγονε τὰ θαυμάσια αὐτοῦ, ο πως τῇ μὲν οἰκουμένῃ μισθὸν ὁσιότητος νέμῃ κατ' ἀξίαν κριθείσῃ, τοῖς δὲ λαοῖς γνῶσιν τελείαν ὀρέξῃ, ο πως μηκέτι ἐκ μέρους γινώσκοιεν ἀλλ' αὐτοπροσώπῳ προσβάλοιεν τῷ ἀληθείᾳ τελείως αὐτὴν καὶ ἀναλαμβάνοντες καὶ θεωροῦντες. 938 Ps 96,1 Τοῦ ἱκανοῦ χειρὶ (ου τος δ' ἐστὶν ὁ πνευματικὸς ∆αυὶδ ὁ ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα γεγονώς) ἡ γῆ καθίσταται, παντὸς θορύβου καὶ ταράχου πολεμικοῦ ὑπ' αὐτοῦ καταλυθέντος· η καθίσταται γῆ κατάστασιν ἀναλαμβάνουσα καθὸ καρποφορεῖν ἐδέξατο σπόρον εἰς Ρ καὶ Ξ καὶ Λ, σπειράντων ἑαυτοῖς εἰς δικαιοσύνην ἐπὶ τῷ γενήματα δικαιοσύνης πληθύναι τῶν ὑπὸ ̓Ιησοῦ σπαρέντων. ∆ιὸ καὶ βασιλεύει ὁ κύριος, οὐκ ἀπὸ τοῦ μὴ βασιλεύειν καθάπαξ ἐπὶ τὸ βασιλεύειν ἐληλυθὼς ἀλλ' ἀπὸ τοῦ μὴ α ρχειν τῶν ἁμαρτανόντων μετανοησάντων η κειν ἐπὶ τὴν βασιλείαν. ἀγαλλιᾶται ου ν πᾶσα ἡ γῆ, τοῦτο ποιεῖν προσταττομένη ἐπὶ τῷ τὸν κύριον πάσης αὐτῆς βεβασιλευκέναι. Πρὸς δὲ τῷ ἀγαλλιᾶσθαι τὴν ἀποδοθεῖσαν γῆν καὶ νῆσοι εὐφρανθήσονται, τουτέστιν οἱ ἐν αὐταῖς οἰκοῦντες 197 α νθρωποι η τοι καὶ αἱ ἐκκλησίαι. δύνασαι δὲ καὶ τὰς τῶν βεβαίων κατ' ἀρετὴν ψυχὰς νήσους φάναι ὑπὸ τῆς τρικυμίας καὶ ζάλης τῶν παθῶν περικλυζομένας, πασχούσας δὲ ὑπ' αὐτῶν τὸ σύνολον οὐδέν. εἰς πάσας τὰς διανοίας τὰς προκειμένας λήψῃ τὸ ὑπὸ τοῦ θεοῦ λεγόμενον ̓Εγκαινίζεσθε πρός με, νῆσοι. ἀνανεωθεῖσαι γὰρ αἱ προκείμεναι νῆσοι παιδεύσει τῆς καινῆς διαθήκης δέξονται τὸν περὶ τῶν παραδοξοποιῶν τοῦ θεοῦ δυνάμεων λόγον πρὸς τῶν ἱκανῶς ἀπαγγέλλειν αὐτὸν δυναμένων, ῃ φησι τὸ πνεῦμα Τὰς ἀρετὰς αὐτοῦ (τουτέστι τοῦ θεοῦ) ἐν ταῖς νήσοις ἀπαγγελοῦσι. τούτων δ' ἁπάντων ὑπαρξάντων ταῖς νήσοις τελείως εὐφραίνεσθαι αὐτὰς συμβαίνει. 939 Ps 96,2.3 Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ–οὐ σωματικῶς· εἰ γὰρ τὰ κυκλοῦντα ει η σώματα, καὶ ὁ κυκλούμενος ει η σῶμα η σώματί γε χρώμενος· ἀλλ' ἀσώματος, μᾶλλον δὲ ὑπερέκεινα σωμάτων ὁ θεὸς καὶ ὁ μονογενὴς αὐτοῦ υἱὸς καθὸ θεὸς λόγος ἐστί. λέγει δὲ νῦν πρὸς παράστασιν τῆς ἀκαταληψίας αὐτοῦ περὶ αὐτὸν νεφέλη καὶ γνόφος ει ναι· καὶ τάχα μὲν ἡ νεφέλη τοὺς ἐξ αὐτοῦ ῥέοντας ποτίμους σημαίνει λόγους, ὁ δὲ γνόφος τὴν ἀσάφειαν τῆς ἀκαταληψίας αὐτοῦ. ει ρηται γοῦν καὶ πρότερον Καὶ ε κλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· τὸ γὰρ δυσθεώρητον, μᾶλλον δὲ ἀκατάληπτον τῷ νῷ τῶν γενητῶν τῆς πορείας αὐτοῦ καθ' η ν πορεύεται δημιουργικῶς καὶ προνοητικῶς παρίσταται διὰ τοῦ Γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Εἰ δὲ περὶ τοῦ σωτῆρος κατὰ τὴν ἐνανθρώπησιν ἐκλαβεῖν ταῦτα καλῶς ε χει, ἐπίστησον εἰ νεφέλη δύναται λέγεσθαι κύκλῳ αὐτοῦ τυγχάνουσα ἡ ἀνθρωπεία φύσις ἡ προσληφθεῖσα καθ' ε νωσιν ἀδιαίρετον, πληρῶν τὴν λέγουσαν προφητείαν ̓Ιδοὺ κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ η ξει εἰς Αι γυπτον. η λθε γὰρ εἰς τὴν ἀλληγορικῶς καλουμένην Αι γυπτον οἰκουμένην ἐπιβὰς καὶ, ι ν' ου τως ει πω, βασιλικῶς προκαθήμενος ἐπὶ κούφης νεφέλης οὐδαμῶς βάρος ἁμαρτίας ἐχούσης· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν ἐπὶ τῷ ποτίσαι διὰ ταύτης τῆς νεφέλης τὸν πάντα κόσμον. ἀλλ' ἐπεὶ ἡ ἐπίβασις τοῦ κυρίου ἡ εἰς τὴν προειρημένην νεφέλην πολὺ τὸ δυσθεώρητον ε χει, εἰκότως καὶ γνόφος α μα τῇ νεφέλῃ τυγχάνει περὶ αὐτόν. ∆ικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ· πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. ἡ κατόρθωσις τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ δικαιοσύνη καὶ κρίσις ἐστίν, ἐπείπερ βασιλεύων κριτὴς δίκαιός ἐστι. συνᾴδει τούτοις τὰ ἐν Παροιμίαις ου τως ε χοντα· Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. ο θεν δικαίου κριτοῦ τυγχάνοντος αὐτοῦ, πῦρ προπορευόμενον αὐτοῦ φλογίζει πάντας τοὺς ἐχθροὺς αὐτοῦ. ἐχθροὶ δὲ τοῦ λόγου τῆς δικαιοσύνης οἱ ἀλόγως καὶ ἀδίκως πράττοντες ω σπερ ου ν διάφοροι τῆς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.