Unit 47 rem close
Rem CLOSEOUT: Unit 47 CLOSEOUT.
Greek
Νῶε καὶ ̓Ιὼβ καὶ ∆ανιήλ, ἐπὶ τούτους οὐκ εἰσελεύσεται ἡ ῥομφαία–καίτοι πρὸ μυρίων ἐτῶν γεγενημένων τῶν ἀνδρῶν ω ν μνημονεύει. ὁ μὲν γὰρ Νῶε πρὸ τοῦ κατακλυσμοῦ γεγένηται, ̓Ιὼβ δὲ πέμπτος ω ν ἀπὸ ̓Αβραὰμ πρὸ πάνυ πολλῶν ἐτῶν τῆς προφητείας ὑπῆρξε. τί ου ν ε χομεν περὶ τούτων εἰπεῖν η ο τι τοὺς τὰς αὐτὰς ἀρετὰς ε χοντας ὁμωνύμως αὐτοῖς ὠνόμασεν; εἰ δὲ τοῦτο ου τως ε χει, δῆλον ο τι καὶ οἱ πιστοὶ θεράποντες γενόμενοι πάντες κατὰ Μωυσέα τυγχάνουσι καὶ ἐπὶ τῶν α λλων ὁμοίως. 958 Ps 98,7 ̓Εν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. καὶ ἐντεῦθεν μανθάνομεν κατὰ τὴν γραφὴν ει ναι τὸν καλούμενον συλληπτικὸν τρόπον, ο ς α ν πλείονας ὠνόμασε τὰ τοῖς κατὰ μέρος προσόντα, ὡς περὶ πάντων ἀπαγγέλλει. μόνῳ γοῦν Μωυσῇ λαλήσαντος ἐν στύλῳ νεφέλης, περὶ πάντων αὐτὸ νῦν φθέγγεται. εὑρήσεις δὲ καὶ ἐν τῇ Πρὸς ̔Εβραίους ἐπιστολῇ σχῆμα τοιαύτης διηγήσεως. ἀπαριθμηθέντων γὰρ πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων, τὰς τῶν κατὰ μέρος πράξεις η πάθος συλλήβδην α μα λέγει περὶ πάντων ̓Επρίσθησαν ἐλιθάσθησαν, καὶ τὰ ἑξῆς. Τί δὲ βούλεται τὸ ἐν στύλῳ νεφέλης τὸν θεὸν λαλεῖν, η δη κατανοητέον. μήποτ' ου ν ἐπεὶ ὁ τοῦ θεοῦ λόγος βέβαιος καὶ ἀκλινής ἐστι, στῦλος εἰκότως καλεῖται ὡς τὴν καταδεξαμένην αὐτὸν ἐκκλησίαν στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας ει ναι· ἀλλ' ἐπεὶ καὶ πότιμος καὶ καρπῶν αι τιός ἐστιν ὑετοῦ δίκην εἰς τὰς διανοίας τῶν ἀνθρώπων ἐρχόμενος, στῦλος νεφέλης ἐστι. Τάχα δὲ καὶ προεθεσπίζετο διὰ τούτου ἡ τοῦ σωτῆρος δεῦρο κάθοδος καθ' η ν ἐπιβὰς κούφης νεφέλης εἰς Αι γυπτον η κε τὸν περὶ γῆν τόπον. Τελείου δὲ ἀνδρὸς καὶ ε χοντος πάσας τὰς ἀρετὰς τὸ πάντα τὰ μαρτύρια καὶ προστάγματα τοῦ θεοῦ φυλάσσειν. 959 Ps 99,2b ̓Αντίκειται τῷ ἐξελθεῖν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ τὸ εἰσελθεῖν ἐνώπιον. ὡς τοίνυν ἐξελθὼν ὁ Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ οὐ τόπον καταλείψας ἐν ῳ τὸ πρόσωπον τοῦ θεοῦ ἐν α λλῳ τόπῳ γεγένηται ἀλλ' ε ρημος τῶν περὶ θεοῦ ὀρθῶν ἐννοιῶν γεγενημένος, ε ξω τοῦ προσώπου αὐτοῦ ἐχώρησεν, ἀπρονοησίαν καὶ ἀθεΐαν ἀσπασάμενος ὡς μηκέτι φαντασίαν η ε ννοιαν ε χειν ἐπιφανείας θεοῦ· ου τω τὸ εἰσιέναι ἐνώπιον τοῦ κυρίου τὸ διὰ νοήσεως ἡγεῖσθαι αὐτὸν παρόντα τυγχάνειν. ὁ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν θεασάμενος πάντα τὸν κόσμον ὑπερβὰς εἰς αὐτὴν τὴν περὶ θεοῦ νόησιν εἰσελήλυθεν, ὡς ἐνώπιον κυρίου διαπαντὸς ἑστάναι κατὰ τὸν λέγοντα Ζῇ κύριος τῶν δυνάμεων ῳ παρέστην ἐνώπιον αὐτοῦ. 960 Ps 99,4 Πύλαι τοῦ κυρίου αἱ κατ' ει δος ἀρεταὶ περὶ ω ν καὶ ἐν α λλοις ει ρηται ̓Ανοίξατέ μοι πύλας δικαιοσύνης, ι να ὑπερβάντες τὰς πύλας αὐτοῦ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐν τοῖς κατὰ θεολογίαν υ μνοις εἰσεληλυθότες εὐχαρίστως ἐξομολογήσωνται τῷ θεῷ. 961 Ps 100,1b ̔Ο νῦν ᾳ δων πραΰνει καὶ καταστέλλει τὰ η θη τῶν ἀκροατῶν, διὰ τῆς ᾠδῆς κριτὴν τὸν θεὸν τῶν πραττομένων ἀνθρώποις ὑμνῶν· ει τ' ἐπεὶ ἀκριβής ἐστιν αὐτοῦ ἡ κρίσις οὐ τὰ φανερὰ μόνον ἀλλὰ καὶ τὰ κρυπτὰ τῆς καρδίας ἐξετάζουσα, σὺν χρηστῇ προθέσει ἐπάγει αὐτήν. εἰ γάρ τοι πρὸς ἀξίαν τῶν ε ργων καὶ λόγων καὶ ἐνθυμημάτων ἡμῶν σκοπήσαι, α ρδην ἀπολώμεθα· ι ν' ου ν μὴ τοῦτο γένηται, πρὸ τῆς κρίσεως ἐλεεῖ· ̓Εὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε, τίς ὑποστήσεται; ἀλλ' ἐπεὶ παρὰ σοὶ ὁ ἱλασμός ἐστιν (πηγὴ γὰρ τυγχάνεις ἀγαθότητος καὶ ἐλεημοσύνης), θαρροῦμεν ο τι ἐλέῳ καὶ κρίσει ἐξετάζοντός σου τὰ καθ' ἡμᾶς 203 σωτηρίας τευξόμεθα. 962 Ps 100,2a Τοῦ δὲ ὀρθῶς βιοῦντος καὶ α μωμον ὁδὸν ε χειν βουλομένου οὐχ ἡ πρᾶξις μόνη α μεμπτος ει ναι ὀφείλει ἀλλὰ καὶ ἡ σύνεσις καὶ ἡ περὶ τὰ δόγματα γνῶσις ἠκριβωμένη. ψάλλει γάρ τις κρούων τὸ ο ργανον ἐμμελῶς καὶ ἐναρμονίως, ο περ ἐστὶ τὸ σῶμα καθὰ πολλάκις ει ρηται, ἐπὶ τῷ ἀποτελεῖν ἀρίστους ἐνεργείας. καὶ σύνεσιν δὲ ἀναλαμβάνει, περὶ τῶν φρονητέων διανοούμενος. καὶ ἐπεὶ τέλος ἐστὶ τοῦ ἀμώμως πρᾶξαι καὶ νοῆσαι τὸ θεοῦ δέξασθαι παρουσίαν εἰς τὸν νοῦν καὶ τὴν διάνοιαν, ἐπήγαγεν εὐθὺς τὸ Πότε η ξεις πρός με; ἐπὶ γὰρ τῷ η κειν σε πρὸς ἐμὲ καὶ οἰκῆσαι ὡς ἐν ἁγίῳ ναῷ παρ' ἐμοὶ κατώρθωταί μοι τὰ προειρημένα. ̔Ρηθείη δ' α ν καὶ πρὸς τῶν προαναφωνησάντων τὴν τοῦ σωτῆρος ἐνταῦθα ἐπιδημίαν ̓Εψάλαμεν, συνήκαμεν τὰ θεσπισθέντα περὶ τῆς εἰς τὸν βίον φοιτήσεώς σου. 963 Ps 100,2b–4 Τῶν διαπορευομένων κατὰ τὰς τοῦ νοῦ ἐνεργείας, ο σοι σὺν κακίᾳ κινοῦνται, ἐκτὸς ἑαυτῶν γίνονται ἐμπαθῶς τοῖς αἰσθητοῖς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.