Fragmenta in Psalmos · §u48-open

Fragmenta in Psalmos Unit 48 opening

Unit 48.

Lemma-led open — προσκεχηνότες. ε θος γοῦν λέγειν τοὺς τοιούτους ἐκτὸς ἑαυτῶν καὶ ἐξεστηκότας ει ναι. ὁ δὲ

Greek

προσκεχηνότες. ε θος γοῦν λέγειν τοὺς τοιούτους ἐκτὸς ἑαυτῶν καὶ ἐξεστηκότας ει ναι. ὁ δὲ σὺν ἀκακίᾳ τουτέστι σὺν ἀρετῇ κινούμενος περὶ τὰ πρακτέα καὶ φρονητέα πρὸς ἑαυτὸν κεκλικὼς στρέφεται· ο λος τοῦ νοῦ καὶ τῆς ἐπιμελείας τοῦ ε σω ἀνθρώπου γινόμενος, διαπορεύεται μεθ' ε ξεως βελτίστης ἐν μέσῳ τοῦ οι κου αὐτοῦ. οι κος δ' ἑκάστου τῶν σπουδαίων η ν κατορθοῦσιν ἀρετήν. ταύτῃ καὶ ὁ ̓Ιακὼβ οἰκῶν οἰκίαν μνημονεύεται, καὶ αἱ τῶν ἀφανῶν καὶ κεκρυμμένων θεωριῶν ζητητικαὶ ψυχαί, α ς μαίας τῶν ̔Εβραίων ὁ λόγος καλεῖ, φοβηθεῖσαι τὸν θεὸν τὰς ἐκ τῶν ἀρετῶν συγκληρουμένας οἰκίας οἰκοδομοῦσιν· α ς καὶ σοφὰς γυναῖκας καθ' ε τερον λόγον καλῶν Σοφαί, ει πε, γυναῖκες ᾠκοδόμησαν οι κους. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· οὐ σκοπὸν ε χω καὶ προκείμενον τέλος παρανομῆσαι. καὶ ἐροῦσί γε τὸ ἐγκείμενον ̓Ιωσὴφ Σουσάννα οἱ ἐν τῇ καμίνῳ τρεῖς παῖδες καὶ ο σοι εἰς τὸ τάγμα τούτων συλλέγονται· ο θεν φασὶ πρὸς τοὺς πολεμοῦντας αὐτοὺς καὶ διώκοντας· Οὐκ ἐκκρούεις με η ς ε χω προθέσεως, κα ν μυρία ἐπὶ μυρίοις σοφιζόμενος λέγῃς, κα ν ἀναρτᾷς τιμωρίας καὶ αὐτὸν τὸν θάνατον ἀπειλῇς. Ποιοῦντας παραβάσεις ἐμίσησα. ποιοῦντας παραβάσεις λέγει τοὺς ἁμαρτάνοντας· πᾶσα γὰρ ἁμαρτία παρακοὴ καὶ παράβασις τοῦ θείου γίνεται νόμου. ἡ συνήθεια δὲ τῶν ἀδελφῶν παραβάτας καλεῖ τοὺς Χριστὸν ἀρνησαμένους ου ς ἐπιτεταμένως μισεῖν προσήκει ἐχθροὺς τοῦ σωτῆρος ἑλομένους ει ναι· ο θεν καὶ ἀκοινωνήτως ε χειν πρὸς αὐτοὺς βουλόμενος ὁ λόγος φησίν ̓Εάν τις ἀδελφὸς ὀνομαζόμενος πρὸς ἑτέροις ἁμαρτήμασι καὶ εἰδωλολάτρης ῃ , τῷ τοιούτῳ μὴ συνεσθίειν. οὐ γὰρ περὶ τῶν καθάπαξ ἐθνικῶν τοῦτο ὁ ἀπόστολος γράφει, ο ς γε ἐν τῇ αὐτοῦ ἐπιστολῇ χαράττει Ει τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες. εἰ ου ν οὐ κωλύει ἁλῶν κοινωνεῖν ἀπίστοις, ἀπαγορεύει δὲ συνεσθίειν μετὰ ὀνομαζομένου ἀδελφοῦ ο ντος εἰδωλολάτρου, φανερὸν ο τι τὸν ἐκ χριστιανισμοῦ παραβεβηκότα ἐπὶ τῷ σέβειν ει δωλα σημαίνει. καὶ τούτους ου ν τοὺς παραβάτας ποιοῦντας παραβάσεις μάλιστα μισητέον, οὐχ ῃ α νθρωποι τυγχάνουσιν ἀλλ' ῃ εἰσι τοιοῦτοι. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. γέγραπται ἐν τῷ ̓Εκκλησιαστῇ ̔Ο θεὸς ἐποίησε τὸν α νθρωπον εὐθῆ. εἰ ου ν εὐθὴς γεγένηται τῷ κατ' ἀρετὴν ἀρχῆθεν πεποιῶσθαι, πᾶσα κακία καὶ σκολιότης ἠθῶν μακρὰν αὐτοῦ ἐστιν. ο στις ου ν διέμεινε τηρῶν τὴν εὐθύτητα καὶ τὴν πρὸς θεὸν ὁμοιότητα, ταύτην προφέρει τὴν φωνήν, δεικνὺς τὴν σκαμβὴν καὶ τὸ ὀρθὸν ἀπολέσασαν νόησιν μὴ κατάλληλον ἡμῖν ου σαν ἀλλ' ε ξωθέν ποθεν ἐπερχομένην, ο ταν ἡμεῖς αὐτὴν ἐπισπασώμεθα τὸ εὐθὺ ἀποβάλλοντες. ̓Εκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. ἐκκλίνει ὁ πονηρὸς διάβολος ἀπὸ παντὸς τηροῦντος τὸ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ. ̓Ιούδας γοῦν ἐπεὶ μὴ ἐφυλάξατο τόπον αὐτῷ παρασχεῖν, οὐκ ἐξέκλινεν ἀπ' αὐτοῦ, ἀλλὰ πρότερον βαλὼν εἰς τὴν καρδίαν 204 αὐτοῦ ἐνθυμήσεις ἐναγεῖς, υ στερον καὶ εἰς αὐτὸν ο λον τὸν ̓Ιούδαν εἰσελθὼν ἐνήργει τὰ τῆς πονηρίας ἑαυτοῦ, ὡς αἰσθήσει καὶ γνώσει τὸν ̓Ιούδαν εἰδέναι συνόντα αὐτῷ τὸν πονηρόν. κατὰ γὰρ πονηρίαν καὶ αὐτὸς ὁ παραδεξάμενος τὸν πονηρὸν πεποίωται, ἀλλ' ὁ νῦν ψάλλων, καρδίαν σκαμβὴν οὐκ ε χων εἰς η ν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ θεοῦ καὶ τῶν τοῦ θεοῦ ἐπεπλήρωτο ὡς μὴ ε χοντα τὸν πονηρὸν τόπον παρ' αὐτῷ ἐκκλίνειν ἀπ' αὐτοῦ. ψάλλει γοῦν λέγων ̓Εκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον, τῷ μὴ αι σθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα η ε ργον τῶν αὐτοῦ ε σχον παρ' ἐμοί. Τάχα δὲ καὶ τὴν εὐτέλειαν αὐτοῦ παραστῆσαι βουλόμενος τὴν τοιαύτην προσηγάγετο φωνήν, εἰωθότων τῶν μεγαλοψύχων καὶ εὐτελιζόντων τὰ ἀσθενῆ καὶ μηδὲν ο ντα λέγειν περὶ αὐτῶν Οὐδὲ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.