Unit 47 rem early
Rem early: Unit 47; lemma and argument toward the thesis.
Greek
τὰς ἐνεργούσας αὐτὰς δυνάμεις, ̓Ιακώβ ἐστι πτερνίζων τὸ προειρημένον στῖφος· ο ταν δὲ ἀνωτέρω πάσης μοχθηρίας γεγονὼς διὰ καθαρότητα νοῦ προσβάλλῃ τῷ θεῷ, ̓Ισραὴλ προσαγορεύεται. ἐπεὶ ου ν τῷ ε τι ἀγωνιζομένῳ πρὸς τοὺς εἰρημένους ἀντιπάλους χρεία ἐλέου θεοῦ, τῷ δὲ πρὸς θεωρίαν ἠκονημένῳ τῆς ἀληθείας, ἁρμονίως ἐν τοῖς προκειμένοις θεὸς μνημονεύειν λέγεται τοῦ ἐλέους αὐτοῦ τῷ ̓Ιακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οι κῳ ̓Ισραήλ. καὶ ἐν ̔Ιερεμίᾳ δὲ τῷ ἀρχομένῳ τῆς ἀρετῆς ἐλέου δεῖ, ὡς τὸν θεὸν λέγειν πρὸς τὸν θεοσεβοῦντα ̓Εμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου· ω σπερ γὰρ ἐλέου δεῖ τῷ ἀρχομένῳ, ου τω καὶ ἀγάπης τῷ εἰς τελειότητα ἠγμένῳ ο ς καὶ δύναται εἰπεῖν Εστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. ο τι δὲ τοῖς διορατικοῖς κατάλληλος ἡ ἀλήθεια, ὁ σωτήρ φησι πρὸς τοὺς 200 πεπιστευκότας αὐτῷ ̓Ιουδαίους ̓Εὰν ου ν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 949 Ps 97,3c ̓Εκβάσεως τυχούσης τῆς προφητείας λεγούσης Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, λεχθήσεται Ει δοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. κηρυχθέντος γὰρ τοῦ εὐαγγελίου ἐν πάσῃ τῇ ὑπ' οὐρανὸν καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ε θνεσι κατὰ τὴν τοῦ Χριστοῦ χρῃσμωδίαν, ει δε πάντα τὰ πέρατα τῆς γῆς Χριστὸν τὸ σωτήριον τοῦ θεοῦ. ει δον δὲ οὐκ ο ψει προσβάλλοντες ἀλλὰ πιστῇ συγκαταθέσει τῆς διδασκαλίας αὐτοῦ δι' η ς φαντασίαν ει χον παρόντος· ἀλλὰ καὶ πρὸς διάνοιαν οἱ περάσαντες τὴν γῆν καὶ ἀνωτέρω αὐτῆς γεγενημένοι τῷ μὴ ὑλικὰ καὶ ἐπίγεια ε τι φρονεῖν ἀλλὰ ζητεῖν καὶ φροντίζειν τὰ α νω–πέρατα γῆς ο ντες ει δον σωτηρίαν καὶ τὸν ταύτης αι τιον θεὸν λόγον ο ντα σωτήριον τοῦ θεοῦ. 950 Ps 97,4.5 Πᾶσαν τὴν γῆν, τουτέστι τοὺς ἐπὶ γῆς α παντας ἀνθρώπους προστάττει ἐπινίκιον υ μνον ἀναπέμπειν τῷ κυρίῳ καθελόντι τοὺς πολεμίους τοὺς ἀοράτους ἐχθροὺς τῶν ἀνθρώπων, διάβολον καὶ τοὺς ὑπασπιστὰς αὐτοῦ. ἀλαλάζοντες δὲ αὐτῷ πάντες οἱ ἐπὶ γῆς, ψαλάτωσαν αὐτῷ καὶ ἐν κιθάρᾳ. τίς δὲ ἡ κιθάρα, πολλάκις ει πομεν, καὶ τί τὸ ψάλλειν ἐν αὐτῇ, ο τι τὸ πρακτικῶς ἐστι διὰ σώματος ἐνεργεῖν τὰ τῆς ἀρετῆς η διὰ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων. ψάλλοντες δὲ ταύτῃ τῇ κιθάρᾳ καὶ ᾠδὴν προφέρεσθαι ἐντολὴν λαμβάνουσιν, η ν φωνὴν ψαλμοῦ ει πεν· ἀντὶ τοῦ πρὸς τὸν ψαλμὸν τὸν διὰ τοῦ ὀργάνου πληττόμενον καὶ φωνή τις ᾀδέσθω ου σα ἡ περὶ τῶν πρακτέων θεωρία. 951 Ps 97,6a Σαλπίζουσιν ἐν ἐλαταῖς οἱ τὸν λόγον τῆς ἀληθείας λαμπρῶς καὶ διαπύρως προφέροντες. ου τοι γὰρ ἀληθῶς εἰς πνευματικὴν ἑορτὴν διεγείρειν ἱκανοί, λέγοντες ̔Η ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ο ς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, τῶν πλουτούντων παντὶ λόγῳ καὶ πάσῃ γνώσει μόνων τοῦτο δυναμένων προφέρειν. σαλπίζουσι δὲ τῇ κερατίνῃ οἱ ἀπομάχεσθαι τῷ λόγῳ δυνάμενοι πρὸς σοφίσματα καὶ λόγους ἀπατηλούς. καὶ ἐπίστησον εἰ ἐξηγητὴς θείας παιδεύσεως ἐλατῇ μὲν χρᾶται σάλπιγγι διδακτικῶς καὶ ἀποδεικτικῶς προφέρων τοὺς λόγους, σάλπιγγι δὲ κερατίνῃ ἐπιστομίζων τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ. 952 Ps 97,8b.9 Καὶ οἱ τῷ φρονήματι δὲ καὶ τῇ πολιτείᾳ διῃρημένοι ο ρη διὰ τὸ υ ψος τῆς πίστεως χρηματίσαντες ἀγαλλιῶνται, οὐκ ο ντες ε νοχοι τῇ κρίσει ῃ η λθεν ὁ κύριος ποιῆσαι· ̔Ο πιστεύων γάρ φησιν ὁ κύριος εἰς ἐμὲ οὐ κρίνεται, τουτέστιν οὐχ ὑπόκειται ἐγκλήμασι, παρίσταται δὲ τῷ Χριστοῦ βήματι ἐπὶ τῷ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν. Κρίνων δὲ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κατ' ἐξοχὴν τοὺς οἰκειωθέντας αὐτῷ ὡς λαοὺς αὐτοῦ χρηματίσαι ἐν εὐθύτητι κρινεῖ, ἐπεὶ εὐθεῖαν καρδίαν καὶ εὐθείας πράξεις ε χουσι οἱ λαοί· ̓Αποδώσει γὰρ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 953 Ps 98,2 Πρότερον ἐν τῇ Σιὼν κατὰ τὴν δόσιν τοῦ νόμου καὶ τῶν προφητῶν μέγας ὁ κύριός ἐστιν, ει θ' ου τως ὑψηλὸς τυγχάνει ἐπὶ πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν προσερχομένους τῇ πίστει λαούς· ∆όξα γὰρ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, ̓Ιουδαίῳ τε πρῶτον καὶ Ελληνι· ὑψωθεὶς γὰρ ἐκ τῆς γῆς πάντας ει λκυσε πρὸς ἑαυτόν. ἀμφότερα δὲ κατὰ φύσιν αὐτοῦ ὑπάρχει τὸ ὑψηλὸν καὶ μέγα. ὑψηλὸς γὰρ ἐν ὑψηλοῖς κατοικῶν ἐστι, καὶ μέγας τυγχάνει καὶ αἰνετὸς σφόδρα, τῆς γενητῆς φύσεως ταπεινῆς καὶ βραχείας, μᾶλλον δὲ οὐδὲν ου σης πρὸς αὐτόν. ὑψηλοῦ δὲ αὐτοῦ φαντασίαν ε χομεν, ο τε τὰ α νω φρονοῦμεν· ἀλλὰ καὶ μεγάλα περὶ αὐτοῦ διαλαμβάνοντες τὸ μέγεθος αὐτοῦ θεωροῦμεν. ἀλλ' ου τε τὸ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.