Fragmenta in Psalmos Unit 47 opening
Unit 47.
Lemma-led open — τυγχάνοντος τοῦ τὴν πρακτικὴν παίδευσιν ἀσκουμένου. διὸ εἰκότως εὐφροσύνη καὶ θεία θυμηδία
Greek
τυγχάνοντος τοῦ τὴν πρακτικὴν παίδευσιν ἀσκουμένου. διὸ εἰκότως εὐφροσύνη καὶ θεία θυμηδία ἀνατέλλει τοῖς πρὸς θεωρίαν ε χουσι, φῶς δὲ τῷ κατορθώσαντι τὸ η θος. 945 Ps 96,12b Ει ρηται δὲ τὰ εἰς τοῦτο ὑποπεσόντα ἐν ΚΘ ψαλμῷ τῷ κἀκεῖ τὴν προκειμένην λέξιν φέρεσθαι. 946 Ps 97,1δε ∆εξιὰ καὶ βραχίων θεοῦ διὰ πλειόνων ἀποδέδεικται ὁ σωτὴρ ει ναι, κατὰ τούτου τῆς δεξιᾶς καὶ τοῦ βραχίονος κειμένων. σῴζει ου ν αὐτῷ τῷ θεῷ ἡ δεξιὰ αὐτοῦ τοὺς εἰς μακαριότητα ἀγομένους. οὐ γὰρ πᾶς σῳζόμενος κυρίῳ θεῷ σῴζεται, ἀλλὰ καὶ μόνος καὶ πᾶς ὁ κακῶν καὶ παθῶν κατὰ τὸν ὀρθὸν λόγον ἀπαλλαττόμενος καὶ τὴν τῆς ἀληθείας γνῶσιν μετ' εὐσεβείας εἰληφώς. ὁ γὰρ ἐκ νόσων καὶ τραυμάτων σωθεὶς οὐ πάντως θεῷ σῴζεται, μάλιστα ο τι οὐ 199 ἐπίσταται ἐκ θεοῦ τὴν ὑγεῖαν αὐτῷ δεδόσθαι, ἀλλ' οὐδὲ ἐκ πολέμου η λῃστῶν η τοιουτοτρόπων κινδύνων ἀβλαβὴς διαμείνας. μόνος δὲ καὶ πᾶς ὁ ἀπὸ τοιούτων σωθεὶς θεῷ σῴζεται, ο ταν τὴν αἰτίαν τοῦ μηδὲν πεπονθέναι προσάπτῃ τῷ θεῷ. ἐπεὶ ου ν ἐλήλυθεν ὁ σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς ἀλλ' οὐ κρῖναι τὸν κόσμον, σῴζει τῷ θεῷ τοὺς πρὸς αὐτοῦ εὐεργετουμένους, δεξιῶς αὐτοῖς τὰ πρὸς μακαριότητα διδούς. Αγιος δὲ ὁ βραχίων ἐστὶ τοῦ θεοῦ οὐ κατὰ μετοχὴν ἁγιότητος τυγχάνων ἀλλ' ἁγίου πνεύματος ω ν βραχίων. καὶ τάχα δεξιὰ μὲν ἡ ἐνεργητικὴ τοῦ θεοῦ δύναμις οὐκ α λλη τοῦ θεοῦ λόγου τυγχάνουσα καλεῖται διὰ τὸ δεξιῶς τουτέστιν ἁγίως σοφῶς ἐπαινετῶς ἀμέμπτως πάντα ποιεῖν, βραχίων δὲ διὰ τὸ ἰσχυρὸν καὶ ὑπερβάλλον τῇ κραταιότητι. 947 Ps 97,2 ̔Ως δεξιὰ καὶ βραχίων θεοῦ, ου τω καὶ σωτήριον καὶ δικαιοσύνη αὐτοῦ ὁ Χριστός. τὸ γοῦν Οψεται πᾶσα σὰρξ τὸ σωτήριον αὐτοῦ βούλεται δηλοῦν ο τι πάντες οἱ α νθρωποι διὰ τοῦ σῴζεσθαι ο ψονται τὸ τοῦ θεοῦ σωτήριον αὐτὸν τὸν τὴν σωτηρίαν παρέχοντα Χριστόν. Ευ δὲ καὶ τὸ ̓Εγνώρισε· δυνάμενος γὰρ εἰπεῖν ̓Εφανέρωσεν η Εἰς μέσον η γαγεν· τούτων οὐδὲν ει πεν ἀλλ' ̓Εγνώρισε. γνωρίζει δέ τις ἐκεῖνα ω ν ἀμυδρὰν προτέραν διάληψιν ε χων υ στερον ἐπὶ τὸ τελείως αὐτὰ ἐπίστασθαι ε ρχεται. ἐπεὶ ου ν ε γκειται φυσικῶς τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ω σπερ θεοῦ διάληψιν ου τω καὶ λόγου αὐτοῦ δημιουργικοῦ καὶ προνοητικοῦ μόνου χορηγοῦντος τὴν τελείαν ἀρετὴν καὶ τοὺς φύσεως νόμους τιθέντος, ταύτην δὲ τὴν τοῦ λόγου ε ννοιαν εἰς τοὐμφανὲς η γαγε θεός, πέμψας ἐπ' ἐσχάτου τῶν ἡμερῶν τὸν ι διον υἱὸν σωτῆρα εἰς τὸν κόσμον, εἰκότως ἐγνωρικέναι ἐν τοῖς ε θνεσιν ὁ θεὸς τὸ ἑαυτοῦ σωτήριον ει ρηται. Γνωρίσας δὲ τὸ ἑαυτοῦ σωτήριον ὁ θεὸς κατὰ τὴν τοῦ σῴζειν ἐπίνοιαν ἀπεκάλυψε καὶ τὴν δικαιοσύνην αὐτοῦ τὴν αὐτὴν ου σαν τῷ σωτηρίῳ, ὡς ει πον ἀρτίως· Γέγονε γὰρ ἡμῖν ὁ σωτὴρ ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμός. ω ν γὰρ ταῦτα ἁπλῶς ἐκέκρυπτο ἡμῖν· ο τε δὲ ἡμῖν γέγονε προσβάλλειν αὐτῷ δυναμένοις, ἡ δικαιοσύνη ἀπεκαλύφθη ἡμῖν. Εἰ δὲ τὴν διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ δικαιοσύνην ἐρεῖ τις ει ναι περὶ η ς τὸ προκείμενον, λέξει κεκαλύφθαι ταύτην τὴν δικαιοσύνην ὑπὸ τῆς εἰκονικῆς καὶ κατὰ σκιάν, η ν κατὰ νόμον δικαιοσύνην ὁ Παῦλος ε φη, παυσαμένης δηλονότι τῆς σκιᾶς· Χωρὶς γὰρ νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. πεφανέρωται δὲ καὶ ἀπεκαλύφθη οι ς ἐγνώρισεν ε θνεσι τὸ σωτήριον αὐτοῦ ὁ θεός· ο θεν οὐχ ὁ ̓Ιησοῦς μόνος συνθήσεται ἐν παντὶ ε θνει, τοῦ φοβουμένου τὸν κύριον καὶ ἐργαζομένου δικαιοσύνην δεκτοῦ θεῷ γινομένου. ἐκ πίστεως γοῦν δικαιοῦται τὰ ε θνη καὶ οὐκ ἐξ ε ργων νόμου, κατὰ τὸν ̓Αβραὰμ τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης. 948 Ps 97,3ab ∆ιαφέρει τοῦ ̓Ιακὼβ ὁ ̓Ισραὴλ ἐπινοίᾳ ἀλλ' οὐχ ὑποστάσει· ὁ γὰρ αὐτός, ὁτὲ μὲν ̓Ιακώβ, ὁτὲ δὲ ̓Ισραήλ ἐστιν. ο τε γὰρ ἀσκητὴς τυγχάνων τῆς πρακτικῆς ἀρετῆς καταπαλαίων τὰ α λογα πάθη καὶ τὰς κακίας καὶ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.