Unit 48 rem mid
Rem mid: Unit 48; lemma continues; reading with the letter.
Greek
ἡττηθῶ καὶ ο πως τῂ ἐλπίδι χαίρω ὑπομένων τὰς θλίψεις καὶ καυχώμενος ἐν αὐταῖς. ̔Η γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. 968 Ps 101,4–6 Φρύγιον ε νθα εἰώθασι τὰ φρυγόμενα ἐπιτιθέναι σφόδρα πεφρυγμένῳ διὰ τὸ ἀεὶ ὑποκαίεσθαι. ἐκλείπει δὲ καπνός, πυρὸς σβεννυμένου, ὑφεστηκὼς εἰς ο σον ἐνεργεῖ τὸ πῦρ ῳ αὐτός τις α ρα ἀκολουθεῖ. ι ν' ου ν καὶ αἱ ἡμέραι μὴ ἐκλείπωσιν (οὐ γάρ μοι πρὸς καλοῦ ε σται τὸ σβεσθῆναι τὸ φῶς ἀπ' ἐμοῦ τὸ ποιητικὸν τῶν ἡμερῶν μου), παράγαγε τὰ θλιβερά· εἰ γὰρ ἐπιμένοιεν, αι τια γενήσεται τῆς ἐκλείψεως τῶν ἡμερῶν μου, ἀλλὰ καὶ τὰ ὀστᾶ μου ε τι μᾶλλον συμφρύξειε παραμένοντα. ει ρηται δὲ πολλάκις ὀστᾶ ει ναι τοῦ ε σω ἀνθρώπου τὰ ευ τονα τῶν δογμάτων καὶ αἱ στερρόταται τῆς ψυχῆς δυνάμεις α καὶ συμφρύγεται ὑπὸ τῆς τῶν ψυχικῶν παθῶν πυρώσεως. Ξηρανθῆναι δὲ αὐτοῦ τὴν καρδίαν φησὶν οὐδὲν ἱλαρὸν οὐδ' ἐφ' ῳ ε στιν ε χειν θυμηδίαν κεκτημένην. γέγονε γὰρ ἐν τοῖς προκειμένοις περιστατικοῖς τοσοῦτον ὡς μηκέθ' οι όν τε ει ναι τὸν κατάλληλον καὶ ἁρμόδιον τῷ τιμιωτέρᾳ οὐσίᾳ αὐτοῦ α ρτον τρέφεσθαι. τούτου γὰρ τοῦ α ρτου μεταλαμβάνειν ε στι μὴ περιελκόμενον μηδὲ θολούμενον ὑπὸ τῶν ἐκτός. εἰς τοσοῦτον δέ φησι μὴ τετράφθαι τοῦτον τὸν α ρτον καὶ λήθην ε χειν τοῦ ποτε αὐτοῦ γεγεῦσθαι. Πάνυ δὲ στενάζων διὰ τὰ παρόντα ἐπίπονα τοσοῦτον ἀφίημι ἐπιτεταμένον καὶ συνεχῆ στεναγμὸν ὡς ἐκ τῆς φωνῆς αὐτοῦ μετὰ ὀλολυγῆς γινομένης κολληθῆναι καὶ τρόπον τινὰ ἑνωθῆναι τὸ ὀστοῦν μου τῇ σαρκί μου διὰ τὴν πολλὴν προσγινομένην ξηρασίαν, ἀναποθείσης πάσης τῆς παρεσπαρμένης τῷ σώματί μου ὑγρότητος ἐκ τῆς ἐπελθούσης κακώσεως. αυ τη γὰρ ἡ ὑγρότης ο τε μοι παρῆν πιαίνουσα τὸ ὀστοῦν, διῄρει αὐτὸ ἀπὸ τῆς σαρκὸς τὴν μέσην σαρκὸς καὶ ὀστέων ε χουσαν χώραν. 969 Ps 101,14 Οἰκτειρήσεις γὰρ τὰ πεπονθότα, ἐπεὶ θεὸς ὑπάρχεις ὁ οἰκτίρμων καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. ε σται δὲ καιρός τις τούτων ἐν ῳ πληρωθήσεται τὰ περὶ τῆς Σιὼν ἐπηγγελμένα· τίς δὲ ου τος ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς ὁ τῆς ἀναστάσεως, ω κύριε; προφητεύειν δ' αὐτὸν οι μαι ἐν τούτοις τοῦ θεοῦ λόγου, αὐτοῦ δὴ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ, τὴν εἰς ἀνθρώπους θεοφάνειαν αἰτίαν ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών. ε νθα δὴ γενόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε μηδὲ τὴν ἐπίγειον ̔Ιερουσαλὴμ νόμιζε δηλοῦσθαι ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν 206 ἀνανέωσιν. 970 Ps 101,14 ∆ιὰ τί δὲ μόνης μέμνηται τῆς Σιών; ο τι προηγουμένως οὐκ ἐλήλυθεν εἰ μὴ πρὸς τὰ ἀπολωλότα πρόβατα οι κου ̓Ισραήλ. α παξ δὲ εἰς τὸν κόσμον ὑπὲρ τῶν ἰδίων ἐλθών (λαὸς γὰρ αὐτοῦ ἐχρημάτιζον διὰ τοὺς πατέρας), οὐδένα τῶν ἐν τῷ κόσμῳ παρόψεται, ἀλλὰ σὺν τοῖς ἰδίοις α παντα τὸν κόσμον ζωοποιήσει. 971 Ps 101,16.17 Εἰσαγομένων τὸ φοβεῖσθαι τὸ ο νομα κυρίου, τελειωθέντων δὲ τὸ αὐτὸν φοβεῖσθαι τὸν δεσπότην (Οὐκ ε στι γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν), ἀμέλει καὶ τῆς θεοσεβείας ἀρχόμενοι πιστεύουσιν εἰς τὸ ο νομα αὐτοῦ. μετὰ γὰρ τὴν εἰς τὴν προσηγορίαν αὐτοῦ πίστιν αὐτῷ τῷ θεῷ πιστεύουσι καὶ τῷ Χριστῷ αὐτοῦ, πίστιν εἰς δικαιοσύνην λελογισμένην καθ' η ν ἐκ θεοῦ γεννηθήσεταί τις πᾶς προπιστεύων ο τι ̓Ιησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται. τέλειον δὲ τὸ ἐκ θεοῦ γεγεννῆσθαι· διὸ καὶ ἀναμαρτησία ε πεται τῇ ἐξ αὐτοῦ γεννήσει. Τῶν δὲ ἐθνῶν φοβηθέντων τὸ ο νομα κυρίου, οἱ ὑπεραναβεβηκότες τὰ ε θνη, νοητῶς τυγχάνοντες βασιλεῖς τῷ ἀπολεληφέναι ἀφροσύνην ι να εἰς τὸν αἰῶνα βασιλεύσωσι, φοβοῦνται τὴν δόξαν τοῦ κυρίου πλεῖον ου σαν η τὸ ο νομα αὐτοῦ, ὡς ει ναι μεταξὺ τῶν φοβουμένων τὸ ο νομα κυρίου καὶ τὸν κύριον αὐτὸν τοὺς φοβουμένους τὴν δόξαν αὐτοῦ βασιλεῖς κατὰ αὐτὰ βασιλεύοντας Κορινθίοις οι ς γράφει ὁ Παῦλος Χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ο φελόν γε ἐβασιλεύσατε, ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ τάχα κατὰ τὴν πρώτην ἐπιδημίαν ᾠκοδόμησε κύριος τὴν Σιών, κατὰ δὲ τὴν δευτέραν ὀφθήσεται σὺν τῇ δόξῃ αὐτοῦ. η καὶ ου τως· γενόμενος σὰρξ ὁ λόγος καὶ σκηνώσας ἐν ἡμῖν ᾠκοδόμησε τὴν ἐκκλησίαν πνευματικῶς Σιὼν ὀνομαζομένην· ὀφθήσεται δὲ ἐν τῇ δόξῃ αὐτοῦ, ο ταν σκηνώσαντος ἐν ἡμῖν αὐτοῦ θεασώμεθα τὴν δόξαν αὐτοῦ, ∆όξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 972 Ps 101,19b.20a ̓Εκτίσθη γὰρ τὰ ε θνη πιστεύσαντα τῷ κυρίῳ κατὰ τὸ προσεληλυθέναι τῇ θεοσεβείᾳ·
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.