Unit 48 rem close
Rem CLOSEOUT: Unit 48 CLOSEOUT.
Greek
Ωστε γὰρ ει τις ἐν Χριστῷ, καινὴ κτίσις· καὶ ἐν αὐτῷ τῷ Χριστῷ κτίζονται οἱ δύο, ὁ ἐκ περιτομῆς καὶ ὁ ἐξ ἐθνῶν, εἰς ε να καινὸν α νθρωπον. τὸ γὰρ τῆς κτίσεως ο νομα οὐκ οὐσίωσιν ἀλλ' ἀλλοίωσιν η μετασκευασμὸν σημαίνει. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ τὸ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, λέλεκται. εἰ δὲ τοῦτο ἐπὶ πολλῶν τὸ σημαινόμενον, καὶ τὸ Κύριος ε κτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς τὰ ε ργα αὐτοῦ οὐκ οὐσίωσιν σημαίνει τοῦ λέγοντος προσώπου· οὐ γὰρ καθάπαξ ἐκτίσθη ἀλλ' εἰς ἀρχὴν ὁδῶν θεοῦ τῶν εἰς ε ργα αὐτοῦ· τὸ δὲ ἀρχήν τινων κτισθῆναι σχέσιν ἀλλ' οὐκ οὐσίωσιν δηλοῖ. ̔Ο ου τως ου ν κτιζόμενος λαὸς αἰνέσει τὸν κύριον, εἰς γνῶσιν τοῦ ἑνὸς θεοῦ ἐρχόμενος. ευ δὲ καὶ τὸ Κτιζόμενος ει πεν· εἰ γὰρ οὐσίωσιν ἐμφῆναι ἠβούλετο, καὶ λαὸς ὁ κτισθεὶς ει πεν α ν· οὐ γὰρ ἀεὶ ἐν τῷ οὐσιῶσθαι ἀλλ' ἐν τῷ μετασκευάζεσθαι καὶ ἀλλοιοῦσθαι μένειν δυνατόν. ̔Η δὲ αἰτία τοῦ κτίζεσθαι τὸν λαὸν καὶ αἰνεῖν τὸν κύριον παρίσταται ἐν τῷ Οτι ἐξέκυψεν ἐξ υ ψους ἁγίου αὐτοῦ. συγκαταβαίνων γὰρ ἡμῖν ἐν τῷ δούλου μορφὴν εἰληφέναι καὶ μέχρι θανάτου ἐφθακέναι ἐξέκυψεν ἐξ υ ψους ἁγίου αὐτοῦ, οὐδὲ τοῦ α γιος οὐδὲ τοῦ ὑψηλὸς ει ναι παυσάμενος. 973 Ps 101,20b.21 ̓Ασώματος καὶ νοερὰ οὐσία, μᾶλλον δὲ ὑπὲρ ταῦτα ὁ κύριος ω ν, οὐκ ἐν τόπῳ ἐστὶ τοῦ ἀσωμάτου μὴ περιοριζομένου τόπῳ τῷ ἀπερίγραφον καὶ ἐκτὸς περάτων ει ναι. ἐπειδὴ δὲ πρὸς ἁπάντων τῶν παρ' αὐτοῦ γινομένων καὶ διοικουμένων πεφοίτηκε τῇ δυνάμει ( ̓Εν τῷ κόσμῳ γὰρ η ν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο), διατρίβει δὲ ἐν τοῖς βελτίοσι καὶ κρείττοσι μέρεσι τοῦ κόσμου. εἰ λέγεται κατὰ τὸ ̔Ο κατοικῶν ἐν οὐρανοῖς καὶ Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, οὐχ ὡς περιεχόμενον τόποις αὐτὸν ἡγούμεθα, ἀλλὰ τίθεμεν ἀφάτῳ δυνάμει παρεῖναι αὐτὸν τοῖς αὐτοῦ ε ργοις· διὸ ἐν τοῖς διαφέρουσι τοῦ κόσμου μορίοις τοῖς οὐρανοῖς ει ρηται ει ναι. καὶ γὰρ ἡ πάντων διάνοια ταύτην πως ε χει τὴν ε ννοιαν. ̓Επεὶ ου ν τὸν εἰρημένον τρόπον ὁ θεὸς ἐν οὐρανῷ τυγχάνων ἐπιβλέπει ἐπὶ τὴν γῆν τῷ καὶ τῶν τῇδε προνοεῖσθαι πρὸς αὐτοῦ γεγενημένων, ὀρθότατα ει ρηται 207 Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. καὶ τὴν πρόφασιν δι' η ν τοῦτο ποιεῖ ὁ λόγος ἐπήγαγεν εὐθὺς εἰπὼν Τοῦ ἀκοῦσαι τῶν στεναγμῶν τῶν πεπεδημένων. στενάζουσι γὰρ ἐκ μετανοίας οἱ τὰ δεσμὰ καὶ τὰς πέδας τῆς κακίας φέροντες. ο τε μὲν γὰρ σὺν ἡδονῇ ε πραττον τὸ κακόν, κοῦφον ὑπελάμβανον αὐτὸ καὶ ἡδέως ε φερον τὰς κατ' αὐτὸ πέδας· ὁπηνίκα δὲ τῶν πράξεων τῆς κακίας ἀνεχώρησαν, βαροῦνται ὑπ' αὐτῆς τῆς χειρίστης ε ξεως πεπεδημένοι· διὸ καὶ στενάζουσι πρὸς τὸν δυνάμενον λύειν πεπεδημένους. Λύει δὲ καὶ τοὺς υἱοὺς τῶν τεθανατωμένων ἐπιβλέπων ἐπὶ τὴν γῆν ὁ κύριος, τουτέστι τοὺς γεννηθέντας ἀπὸ τῶν πραξάντων τὴν πρὸς θάνατον ἁμαρτίαν καὶ διὰ τοῦτο ἀποτεθνηκότων. καὶ ει εν ου τοι οἱ ἀπὸ τῶν ἐθνῶν ἐρχόμενοι, ἁμαρτωλῶν καὶ δυσσεβῶν πατέρων ο ντες ἀπόγονοι ου ς καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας· ω ν τοὺς υἱοὺς ἐλευθερώσας τῶν ἁμαρτημάτων ε λυσε τῶν πικρῶν δεσμῶν διὰ τοῦ τῆς ἀναγεννήσεως μυστηρίου. ∆υνατὸν δὲ χρήσασθαι τούτοις τοῖς δύο στίχοις πρὸς τοὺς ἐν τοῖς διωγμοῖς πεπεδημένοις διὰ τὸν Χριστοῦ λόγον καὶ τοὺς υἱοὺς τῶν διὰ μαρτυρίαν τῆς ἀληθείας τεθανατωμένων. 974 Ps 101,22 ̔Η γὰρ σκοπευτικὴ ψυχὴ Σιὼν τυγχάνουσα ε ξει τοὺς ἀπαγγέλλοντας αὐτῇ διδασκάλους τὸ ο νομα κυρίου, ἀπαγγέλλοντας δὲ καὶ τὴν αι νεσιν αὐτοῦ ἐν τῇ διὰ τὸ ὁρᾶν τὴν εἰρήνην χρηματιζούσῃ ̔Ιερουσαλὴμ διανοίᾳ. εἰ δὲ Σιὼν καὶ ̔Ιερουσαλὴμ κατηγοροῖτο τῆς ἐκκλησίας διὰ τὸ σκοπεῖν τὰ κρείττονα καὶ ὁρᾶν τὴν εἰρήνην ἐν τῷ εἱρμῷ καὶ τῇ συμφωνίᾳ τῶν δογμάτων, εἰκότως καὶ ἐν τῇ ου τως καλουμένῃ Σιὼν ἀναγγελθείη τὸ ο νομα κυρίου καὶ ἡ αι νεσις αὐτοῦ ἐν τῇ ου τω προσαγορευθείσῃ ̔Ιερουσαλήμ. 975 Ps 101,24.25a Τίς ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ οὐ συνεμφαίνει ἡ λέξις. μήποτ' ου ν τὸν κτιζόμενον λαὸν ἐπὶ τῷ αἰνέσαι κύριον λέγει· η , ο περ μᾶλλον, τὸν ἐπὶ τῇ προγραφῇ πτωχὸν ἀκηδιῶντα καὶ ἐνώπιον κυρίου ἐκχέοντα τὴν δέησιν αὐτοῦ ἡγητέον ει ναι τὸν ἀποκρινόμενον, οὐ φωνῇ καὶ προφορᾷ ἀλλ' ἐν ὁδῷ ἰσχύος αὐτοῦ ἰσχυρῶς καὶ μετ' εὐτονίας ὁδεύοντα τὴν τῶν κατ' ἀρετὴν πράξεων ὁδόν. ου τως γὰρ μόνως πραγματικῶς ἀλλ' οὐ φωνῇ ε στιν ἀποκρίνασθαι θεῷ. Φησὶ δέ· ̓Επεὶ πολλὴν ε χω προθυμίαν κατορθῶσαι α μοι ἐνετείλω καὶ θεωρῆσαι τὰ τῆς ἀκραιφνεστάτης σου ἀληθείας δόγματα, πολλοῦ δέ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.