Fragmenta in Psalmos · §u54-rem-close

Unit 54 rem close

Rem CLOSEOUT: Unit 54 CLOSEOUT.

Greek

η μακρυνομένων αὐτοῦ, τοῖς μὲν ε ρχεται εὑρισκόμενος παρ' αὐτῶν ( ̓Εγγίσατε γὰρ θεῷ καὶ ἐγγιεῖ ὑμῖν), τῶν δὲ μακρύνεται οὐ τοπικῶς ἀποδημῶν ἀλλ' ὡς προείρηκα σχέσει· Μακρὰν γὰρ ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν. 1084 Ps 117,27bc Η καὶ ου τως· πυκάζοντές εἰσιν οἱ βλαστοὺς καὶ καρποὺς α ρτι φέροντες. ἐν τούτοις ου ν τυγχάνοντες νέα φυτὰ συστήσασθε ἑορτὴν παρατείνουσαν μέχρι τῶν κεράτων τοῦ πνευματικοῦ θυσιαστηρίου, ἀφ' ου τὸν α νθρακα λαβὼν τῇ λαβίδι τὸ ε τερον τῶν σεραφὶμ ἀποστέλλεται πρὸς τὸν προφήτην ἐπὶ τῷ καθᾶραι αὐτὸν καὶ περιελεῖν τὰς ἀνομίας καὶ ἁμαρτίας αὐτοῦ. Τίσι δὲ προστάττεται συστῆναι ἑορτὴν η τοῖς διδασκάλοις καὶ ἱερεῦσι; τάχα δὲ καὶ ἀγγέλοις ἐρεῖς. ἑορτὴ δὲ συνισταμένη καθ' ὑφήγησιν θεοῦ τὸ πράττειν ἐστὶ τὰ δέοντα καὶ τὴν ἀλήθειαν φρονεῖν. αυ τη δὲ μάλιστα χώραν ι σχει ἐν τοῖς ἀποσεισαμένοις τὴν παλαιότητα ἐπὶ τῷ γενέσθαι 233 καινὴν φυτείαν. καὶ ἐπεὶ τὸ πάσχα τῷ μηνὶ τῶν νέων ἐπιτελεῖται, δυνατὸν ὑπολαβεῖν ο τι μεταβαίνων τις ἐκ κακίας καὶ τῶν αἰσθητῶν ἐπὶ ἀρετὴν καὶ τὰ νοητὰ ἀνανεούμενος πυκάζει, ω στ' α ν ἑορτάσαι καὶ προσαγαγεῖν πνευματικὰς θυσίας ε ως τῶν ἐμφαινόντων βασιλικὸν ει ναι τὸ θυσιαστήριον κεράτων αὐτοῦ. καὶ περὶ τῆς ἑορτῆς δὲ ἡμῶν τῶν ἑβδομάδων εἰ λέγοιτο ταῦτα, οὐκ ἀπᾴδει τῆς ἀληθείας. 1085 Ps 117,28.29 ̔Ο δι' ο λου τοῦ ψαλμοῦ εὐχαριστῶν τῷ θεῷ τῷ τὰς τηλικαύτας καὶ τοσαύτας ποιήσαντι εὐεργεσίας ἀναφθέγγεται τὸ Θεός μου ει σύ, καὶ ἐξομολογήσομαί σοι· θεός μου ει σύ, καὶ ὑψώσω σε. δοξολογῶν, θεολογῶν σε λέγω Εἰς ἐμὲ πεποίηκας θαυμάσια· υ ψωσας γάρ με καὶ πεποίηκας δύναμιν, ὡς μὴ ἀποθανεῖν ἀλλὰ ζήσαντά με διηγήσασθαι τὰ ε ργα σου. καὶ δεύτερον δὲ ἐξομολογοῦμαι Οτι ἐπήκουσάς μου τῶν δεήσεών μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. πείρᾳ τοιγαροῦν μαθών σου τὸ πολυέλεον καὶ τὴν ἀγαθότητα καὶ α λλους προτρεπόμενος λέγω πρὸς πολλοὺς ἀποτεινόμενος ̓Εξομολογεῖσθε τῷ κυρίῳ, ο τι ἀγαθός, ο τι εἰς τὸν αἰῶνα ε χει ἐκτεινόμενον τὸ ε λεος αὐτοῦ, καθ' ο ἐλεεῖ τῇ πολλῇ αὐτοῦ ἀγαθότητι. 1086 Ps 118,2a Μαρτύρια δ' α ν ει η καὶ τὰ λόγια τοῦ θεοῦ τῷ μαρτυρεῖσθαι ὑπ' αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ. 1087 Ps 118,3 Μακάριοι τοίνυν οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ καὶ ἐν ο λῃ καρδίᾳ ἐκζητοῦντες αὐτόν, πάσης σπουδῆς ἀνθρωπίνης ἀποστάντες καὶ δι' ε ργων ἀγαθῶν καὶ φρονήματος ὀρθοῦ ἐγγίζοντες αὐτῷ. ευ δὲ τὸ μακαρίζειν οὐ τοὺς πορευθέντας ἀλλὰ τοὺς πορευομένους, καίτοι τὸ Οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐπορεύθησαν ἐμφαίνει τὸ μηδεπώποτε αὐτοὺς πεπειρᾶσθαι τοῦ θείου νόμου ὡς περὶ αὐτῶν ει ναι· Οσοι γὰρ ἀνόμως η μαρτον, ἀνόμως καὶ ἀπολοῦνται. ου τοι δέ εἰσιν οἱ μηδεπώποτε θείας διδασκαλίας ἀκηκοότες· οἱ γὰρ μετὰ τὸ ταύτης μυηθῆναι πταίσαντες ἐν νόμῳ ἡμαρτηκέναι καὶ παραβάται αὐτοῦ λέγονται. 1088 Ps 118,6 Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν πάσας τὰς ἐντολάς σου· οὐκ ἐπί τινας ἀλλ' ἐπὶ πάσας. κατ' ἐκείνας γὰρ τὰς ἐντολὰς α ς μὴ βλέπω αἰσχυνθήσομαι. 1089 Ps 118,8b ̓Εγκαταλείπομαι γὰρ πρὸς ὀλίγον πολλάκις ὑπὲρ πείρας καὶ δοκιμῆς ἐμῆς ἐπὶ τῷ γενναίως ἐνεγκόντα τὰ περιστατικὰ ὠφεληθῆναι. εὐθέως γοῦν σοῦ βοηθοῦντος ο ν δεῖ τρόπον τοὺς ἀγῶνας διαθλήσας στεφανοῦμαι· διό, ι να μὴ ἡττηθῶ, δεινῶν ο ντων τῶν προσπαλαιόντων, μὴ ε ως σφόδρα ἐγκαταλείψῃς. 1090 Ps 118,11 ̔Ο μὴ ἐξ ἐπιπολῆς τὰ λόγια τοῦ θεοῦ δεχόμενος κρύπτει αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ, ι να τὴν γνώμην καὶ τὴν πρόθεσιν αὐτοῦ κατὰ ταῦτα ποιωθεὶς ἀναμάρτητος ει η θεῷ τῷ τὸ κρυπτὸν ὁρῶντι, μὴ μόνον μὴ μοιχεύων ἀλλὰ μηδὲ αἰσχρὰν ο ρεξιν ε χων. συνᾴδει τῷ προκειμένῳ καὶ τὸ Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ ου ς σου. 1091 Ps 118,17 1091 Οπως μὴ ἀμισθὶ δόξω πεπραχέναι τὰ δικαιώματά σου, ἀνταπόδος μοι τὴν θείαν καὶ μακαρίαν ζωήν, ι να ζήσας κατ' αὐτὴν φυλάξω τοὺς λόγους σου· μετὰ γὰρ τὸ μνημονεῦσαι αὐτῶν ἀκόλουθον φυλάξαι. εἰς τοῦτο λήψῃ τὸ ὑπὸ ̓Ιησοῦ λεχθὲν ̔Ο ε χων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς· ε χει γὰρ τὰς ἐντολὰς ὁ μνημονεύων αὐτῶν καὶ τηρεῖ ὁ καὶ ταύτας ἐνεργῶν. 1092 Ps 118,20 Αλλος δὲ οὐ Τὰ κρίματα ἀλλὰ Τὰ δικαιώματα εἰπὼν ου τως ἐξηγήσατο· τὰ θεοῦ δικαιώματα ἀεὶ ὠφελεῖ, ἀγαθὰ κυρίως ο ντα. ἐπιθυμίαν αὐτῶν ε χων ἐν παντὶ καιρῷ ἐπεπόθησεν, οὐ θέλων αὐτὰ ἐκ λύπης η ἐξ ἀνάγκης ποιεῖν, ὡς ποιοῦσιν οἱ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.