Fragmenta in Psalmos · §u54-rem-mid

Unit 54 rem mid

Rem mid: Unit 54; lemma continues; reading with the letter.

Greek

ζήσομαι, καὶ τὰ ἑξῆς. 1078 Ps 117,19.20 Πύλαι πάλαι ὁ νόμος καὶ οἱ προφῆται δι' ω ν εἰσῄει πρὸς θεὸν ὁ ̓Ισραήλ, πύλη δὲ νῦν ἡ πίστις δι' η ς οἰκειότερον νῦν προσαγόμεθα μαρτυρουμένης ὑπὸ νόμου καὶ προφητῶν. εἰς ταύτην τὴν διάνοιαν λήψῃ καὶ τὸ ἐν ̔Ιερεμίᾳ λεγόμενον Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας καὶ ἐξετάσατε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ καὶ εὑρίσκετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ ἐνταῦθα γὰρ στάς τις ἐν ταῖς πλείοσιν ὁδοῖς, φημὶ ταῖς ἰδικαῖς ἀρεταῖς, ἐξετάσει τὰς ἐξ αἰῶνος τετριμμένας ὑπὸ τῶν ἁγίων ἐπὶ τῷ γνῶναι τίς μετὰ ταῦτα κατὰ τὴν θεωρίαν ἀγαθὴ ὁδὸς η ν ὁ βαδίζων ἁγνισμὸν εὑρίσκει τῇ ψυχῇ αὐτοῦ ἁγνίσας αὐτὴν εἰς τὴν ὑπακοὴν τῆς ἀληθείας. 1079 Ps 117,18–20 Νοήσεις καὶ ου τως· ὁ παιδεύσει θείᾳ καὶ πάνυ γε ὠφελίμως ὑπὸ κυρίου παιδευόμενος οὐκ ἐμπίπτει εἰς τὸν θάνατον τὸν κρατοῦντα τῶν ἁμαρτανόντων. ἐπεὶ γὰρ ἀπαιδεύτοις συναντᾷ θάνατος, ὁ παιδεύσει ὑπὸ κυρίου παιδευόμενος α ριστος τὴν γνώμην καὶ τὴν πρᾶξιν ω ν οὐ παραδίδοται τῷ θανάτῳ τῷ παραλαμβάνοντι τοὺς παραδιδομένους πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ. Τοῦ δὲ ὀνόματος τῆς δικαιοσύνης κατηγορουμένου κατὰ πάσης τῆς ἠθικῆς ἀρετῆς τὰς πύλας αὐτῆς τὰς ἰδικὰς ἀρετὰς λεκτέον, εἰς α ς εἰσέρχονται οἱ δι' ἀσκήσεως καὶ ἐπιμελείας τῆς περὶ αὐτῶν κρούοντες αὐτάς. εἰσέρχονται δὲ ἐπὶ τῷ ἐξομολογήσασθαι ὑπὲρ ω ν ε πραξαν ε ξω 232 τῶν πυλῶν τῆς δικαιοσύνης ο ντες. εἰσέρχεσθαι οὐ δι' αὐτῶν ἀλλ' εἰς αὐτάς φησιν· οὐδὲ γὰρ ὑπερβατέον τὰς ἐνεργείας τῶν ἀρετῶν, ἀλλὰ προσδιατριπτέον αὐταῖς. εἰσελθοῦσι δὲ εἰς τὰς τῆς δικαιοσύνης πύλας καὶ ἐξομολογησαμένοις ἐν αὐταῖς ἑτέρα ὑπερέχουσα καὶ τιμιωτέρα δείκνυται πύλη ἡ κατὰ τὴν θεωρίαν τῆς ἀληθείας, εἰς η ν εἰσέρχονται οἱ τὴν δικαιοσύνην κατορθώσαντες ω στε παρωνύμως ἀπ' αὐτῆς κληθῆναι δίκαιοι. 1080 Ps 117,21 ̔Υμνῶ σε τοιγαροῦν ἀνοίξαντά μοι τῆς δικαιοσύνης τὰς πύλας καὶ εὐχαριστῶ ο τι εἰσήκουσάς μου καὶ προσεδέξω τὴν δέησιν καὶ παρέσχες τὴν σωτηρίαν. 1081 Ps 117,24 Πάσης τῆς κατ' αι σθησιν ἡμέρας ὑπὸ ἡλίου γινομένης ο ταν ὑπὲρ γῆν γένηται, ἡ δεικνυμένη ἡμέρα ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ο ντος κυρίου κατεσκευάσθη, η ν καὶ δεικνῦντες ἀλλήλοις οἱ τῷ ἀληθινῷ φωτὶ καταυγαζόμενοί φασιν Αυ τη ἡ ἡμέρα ὑπὸ κυρίου γεναμένη ἐστίν· ο θεν εὐφραινώμεθα καὶ ἀγαλλιώμεθα ἐν αὐτῇ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες· οὐ γὰρ ε τι νυκτὸς καὶ σκότους ἀλλ' υἱοὶ φωτὸς καὶ ἀληθείας ἐσμέν, ε χοντες τὴν πίστιν ̓Αβραὰμ τοῦ ἀγαλλιασαμένου, ι να ι δῃ τὴν ἡμέραν κυρίου, καὶ χαρέντος ἐπὶ τῷ ἑωρακέναι αὐτήν. 1082 Ps 117,25.26a ̔Ο διάληψιν ε χων περὶ τοῦ θεοῦ προνοεῖσθαι τῶν ο λων παρ' αὐτοῦ καὶ τὸ σωθῆναι καὶ τὸ εὐοδοῦσθαι ἀπαιτεῖ· θεὸς γὰρ τοῦ σῴζειν ἐστί, καὶ παρ' αὐτοῦ κατευθύνεται τὰ διαβήματα ἀνδρί. ο θεν καὶ ἐν τῷ πρώτῳ ψαλμῷ ὁ μακαριζόμενος πάντα ο σα α ν ποιῇ κατευοδοῦται, θεῷ ἡγεμόνι χρώμενος τῆς ὁδοῦ τῆς ἐπὶ μακαριότητα ἀγούσης. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. καὶ ταύτην τὴν φωνὴν οἱ Εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν ει ναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι κυρίου ἐρχόμενος. 1083 Ps 117,26b.27a Πάντων τῶν πρὸ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς κυρίου δούλων, ἀμέλει Τάδε λέγει κύριος ε καστος ε φη, καὶ ε καστος τῶν ἀγγέλων φησὶν πρὸς ο ν ε ρχεται ̔Ο κύριος ἀπέστειλέ με· ἀλλ' ου τος ὁ ἐν ὀνόματι κυρίου ἐρχόμενος εὐλογημένος ἐστίν. ο θεν ε καστος τῶν προαγορευόντων αὐτοῦ τὴν ἐπιδημίαν λέγει Εὐλογήκαμεν ὑμᾶς ἐξ οι κου κυρίου. ἐξ οι κου γὰρ κυρίου τῶν κόλπων τῶν πατρικῶν ἐστιν ὁ ἐρχόμενος. ̓Επιφέρεται γοῦν παραχρῆμα· Θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν. τὸ γὰρ ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι ἀλλ' ἐπιφανῆναι πρότερον οὐχ ὁρώμενον. ὑπάρχων γὰρ ἀόρατος τῷ ει ναι εἰκὼν θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν καὶ γενόμενος λόγος σὰρξ ω φθη, ι ν' ου τως φανεὶς χειραγωγήσῃ διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, ∆όξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. λέγουσι γοῦν οἱ ταύτην τελέσαντες τὴν μύησιν Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ευ δὲ καὶ τὸ εἰπεῖν ̔Ο ἐρχόμενος, ἀλλ' οὐχ ̔Ο ἐλθών· ἀεὶ ε ρχεται καὶ ἐπιδημεῖ τῷ τῶν ἀνθρώπων γένει, εἰ καὶ μὴ διὰ σαρκός· οὐ κινούμενος οὐ μεταβαίνων αὐτός· α τρεπτος γὰρ καὶ ἀναλλοίωτος καὶ πληρῶν τὸν οὐρανὸν καὶ τὴν γῆν θεϊκῇ παρουσίᾳ. ἡμῶν δὲ σχέσει καὶ διαθέσει ἐγγιζόντων αὐτῷ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.