Fragmenta in Psalmos · §u56-rem-early

Unit 56 rem early

Rem early: Unit 56; lemma and argument toward the thesis.

Greek

καὶ γυμνὴν τύπων ἀναφανῆναι οἱ νομικοὶ καὶ προφητικοὶ καὶ ε τι μὴν καὶ οἱ τῆς καινῆς διαθήκης θεοῦ λόγοι δέδονται· γυμναζόμενοι γὰρ δι' αὐτῶν καὶ χειραγωγούμενοι κατὰ τὸ πνευματικὸν αὐτῶν βούλημα φθάνομεν ἐπὶ τὸ προσβάλλειν πρόσωπον πρὸς πρόσωπον τῇ ἀληθείᾳ. εἰ δ' ε στι τὸ ου ε νεκα ἀρχὴ τῶν ἐπ' αὐτὰ φερόντων καὶ αὐτοῦ χάριν γινομένων, φέρουσι δὲ καὶ οἱ θεοῦ λόγοι ἐπὶ τὴν ἀλήθειαν (αὐτῆς γὰρ χάριν ει ρηνται), εἰκότως ἀρχὴ αὐτῶν ει ρηται. ̓Επειδὴ δὲ καὶ κατ' α λλο σημαινόμενον ἀρχὴ καλεῖται τὸ ἐνυπάρχον τισίν, ἐνυπάρχει δὲ τοῖς θεοῦ λόγοις ἡ ἀλήθεια αὐτόθεν ἀληθέσιν ου σι, καὶ κατὰ τοῦτο ἀρχὴ αὐτῶν αυ τη ει ναι λέγεται. Καταλλήλως ἐπὶ τῶν ἀληθῶν λόγων ἡγεῖται ἡ ἀληθὴς ε ξις, καθ' η ν λέγονται ἀπὸ τῆς αὐτοαληθείας τῆς ἐμπνεομένης εἰπεῖν τὰς θεοπνεύστους γραφάς, αι περ εἰσὶν οἱ θεοῦ λόγοι. καὶ κατὰ τοῦτο ὀρθῶς ε χοι α ν ἀρχὴν τῶν θεοῦ λόγων ει ναι τὴν ἀλήθειαν. Καὶ ε τι· ἐπεὶ ὁ κύριός φησιν ̓Εγώ εἰμι ἡ ἀλήθεια, θεοῦ λόγος καὶ αὐτὸ τυγχάνει, ῃ φησιν αὐτὸς τῷ πατρὶ ̔Ο λόγος ὁ σὸς ἀλήθειά ἐστιν, ὁ γινόμενος πρὸς ε καστον προφήτην. Καὶ α λλως· ὁ θεοληπτούμενος ἀλήθεια ω ν, ἀρχὴ γίνονται λόγων θεοῦ οἱ κατὰ τὴν ἀλήθειαν πεποιωμένοι. ὡς ου ν τῶν λόγων σου ἀρχὴ η ν ἀλήθεια, ου τως εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου τυγχάνει ἀκατάλυτα καὶ εἰς ἀεὶ δεικνύμενα. 1141 Ps 118,161c ∆ιττή ἐστιν ἡ δειλία, ἡ μὲν α λογος περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς καταγινομένη, ἡ δὲ λογικὴ περὶ τὴν καρδίαν συνισταμένη καὶ τὴν νόησιν οὐκ α νευ λόγου, καὶ τάχα ἡ αὐτὴ τῷ θείῳ φόβῳ τυγχάνειν δύναται. 1142 Ps 118,164 Παρ' ο λον τὸν βίον ἑαυτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ε σται τελείᾳ οὐ μεσολαμβανομένῃ ὑπὸ νυκτὸς καὶ αἰνεῖ τὸν θεὸν ἑπτάκις, ὑπερκόσμιος γεγονὼς τῷ α νω κεχωρηκέναι τοῦ ἐν ε ξ ἡμέραις γενομένου κόσμου, ο τε καὶ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ γεγενημένος, τὸν τῆς δημιουργίας καὶ προνοίας θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης τοῦ θεοῦ, καθ' α κρίματα ε καστον ποικίλην δημιουργίαν καὶ πρόνοιαν ε σχε. 1143 Ps 118,166 Εἰ δὲ καὶ τὸν σωτῆρα προσδοκᾷ, περὶ ου ει ρηται Πᾶσα σὰρξ ο ψεται τὸ σωτήριον τοῦ θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ θεοῦ ου καὶ τὸ σωτήριον προσεδόκησεν, ι να καὶ τὴν πρᾶξιν ῃ καθαρὸς καὶ τὴν προσδοκίαν θεωρητικός, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐληλυθότα τὸν θεὸν λόγον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. 1144 Ps 118,170 Παρακαλεῖ τοιαύτην ει ναι τὴν ἀξίωσιν δόκιμον καὶ βεβαίαν καὶ ἀκατάγνωστον ω στε εἰσελθεῖν ἐνώπιον κυρίου. γνώσομαι δὲ εἰ εἰσέλθοι ἐνώπιόν σου τὸ ἀξίωμά μου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὴν σοφίαν σου· ὁ γὰρ ἀνωτέρω πάντων παθῶν ἀλόγων καὶ τῶν ἀπὸ ἀλογίας ἐνεργουμένων κακῶν χωρήσας ῥέρυσται ὑπὸ θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ. 1145 Ps 118,171 Η ο ταν διδάξῃς με ἐκ τοῦ ἐνεργεῖσθαι καὶ τρανῶς ἐγγυῶσθαί μοι αὐτά, εὐχάριστον προσγινόμενον υ μνον σοι προσενέγκωμαι ἐκ χειλέων μου τοῦ ε σω ἀνθρώπου. εἰ δὲ ἡ ἐρυγὴ ὑμνῳδία θεοῦ, δηλονότι ἡ ἀρχὴ γινομένη αὐτῆς τροφή, πληρεστάτη θεολογία τυγχάνει. 1146 Ps 118,172 Αἱ διάφοροι ἐντολαί σου προστάξεις ου σαι τῶν κατ' ει δος ἀρετῶν ε ν πᾶσαι τυγχάνουσιν, ἡ καθόλου γενικὴ ἀρετὴ τῷ ἀντακολουθεῖν τὰς ἰδικὰς ἀρετάς, ὡς τὸν μίαν τελείως ε χοντα πάσας ε χειν. 240 Φθέγγομαι τοῖς τοῦ ε σω ἀνθρώπου χείλεσί μου τὸ λόγιόν σου. φθέγγεται δὲ κυρίως τὸ περὶ τῆς δικαιοσύνης λόγιον οὐχ ὁ φωνῇ μόνῃ ου τω προφέρων ἀλλὰ καὶ ε ργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ. 1147 Ps 118,173a Τὸ Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με οὐ τὴν κατ' οὐσίαν γένεσιν αὐτῆς σημαίνει ἐνταῦθα ἀλλὰ τὴν πρὸς τὰ σῳζόμενα σχέσιν. τῆς αὐτῆς διανοίας ε χεται καὶ τὸ Γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν. 1148 Ps 118,174 ̔Οδὸς τοῦ ἐπιποθοῦντος τὸ σωτήριον τοῦ θεοῦ τὸ τὸν νόμον ει ναι μελέτην τῷ ἐπιποθοῦντι προαναφωνοῦντα τὴν δεῦρο αὐτοῦ α φιξιν. νόμον δ' ἐνταῦθα καλεῖ τὴν παλαιὰν καὶ θείαν γραφήν. 1149 Ps 118,175 † ̓Επείπερ τῶν κριμάτων μνημονεύων καὶ ἐξεχόμενος ἐκκλίνω τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον, οὐδ' ο λως ἁμαρτάνων ἀλλ' ἐνεργῶν ἐκεῖνα, οι ς ἀκολουθεῖ τὸ ζήσεσθαι τὴν ψυχὴν καὶ αἰνέσαι σε εὐχαριστοῦσαν, ἐφ' ῃ παρέσχες αὐτῇ ἀθανάτῳ ζωῇ. ̓Επείπερ τῶν κριμάτων σου μνημονεύων ἐκκλίνω τὸν τῇ ἁμαρτίᾳ παρεπόμενον θάνατον τῷ μὴ ἁμαρτάνειν, ζήσεται ἡ ψυχή μου τὰ τῆς ζωῆς ἐνεργήσασα καὶ τοῦς εὐχαριστηρίους αἰνεῖν, ἐφ' ῃ παρέσχες αὐτῇ ἀθανάτῳ ζωῇ. 1150 Ps 118,176 ̔Ως τὸ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.