Fragmenta in Psalmos · §u56-rem-mid

Unit 56 rem mid

Rem mid: Unit 56; lemma continues; reading with the letter.

Greek

ἀπολωλὸς πρόβατον τὸ τυγχάνον ἀπὸ τῶν ἑκατόν, ἐφ' ο ἐλήλυθε ζητῆσαι αὐτὸ βουλόμενος ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα ἐν τοῖς ο ρεσιν, ἐπλανήθην ὑποκείμενος τῇ παραβάσει τοῦ ̓Αδάμ. τὸ γὰρ ἀπολωλὸς ἀπὸ τῶν ἑκατὸν προβάτων τὸ τῶν ἀνθρώπων γένος ἐστί, τὰ δὲ μὴ σφαλέντα λογικὰ α καὶ αὐτὰ μέρος τῆς κτίσεώς ἐστιν ἐπὶ τὰ ο ρη ἀπέμεινε τῷ υ ψει τῶν ἀρετῶν καὶ δογμάτων τῆς ἀληθείας, μόνου τοῦ ἀνθρώπου εἰς πλάνην ἐληλυθότος. ἐπεὶ τοίνυν παραπλησίως τῷ προβάτῳ, μᾶλλον δὲ μέρος αὐτοῦ ω ν, πεπλάνημαι, ζήτησον ἐμὲ τὸν δοῦλόν σου· η λθες γὰρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός· ζήτησον δέ με ἐπὶ τῷ εὑρεῖν ε τοιμον ο ντα πρὸς τοῦτο· ἐπεπόθησα γὰρ τὰς ἐντολάς σου. 1151 Ps 119 αργ ̓Ιστέον δὲ ὡς ὁ ἐν τῇ ̔Ιερουσαλὴμ νεὼς ἀναβαθμοὺς ει χε δεκαπέντε καὶ ἐφ' ε καστον αὐτῶν ἐν τῷ ἀναβαίνειν εἰς αὐτὸν ἑστηκότες οἱ εἰς τὸ ὑμνεῖν τεταγμένοι ᾠδὴν ε λεγον. διὸ καὶ συνέβη ἰσαρίθμους ᾠδὰς τοῖς ἀναβαθμοῖς ει ναι. κεῖται δὲ ἡ περὶ τῶν ᾠδῶν καὶ τῶν λεγόντων αὐτὰς ἐφ' ἑκάστου τῶν ἀναβαθμῶν τοῦ ναοῦ διάταξις ἐν τοῖς Παραλειπομένοις. Νοήσεις δὲ ναὸν ει ναι θεοῦ α γιον νοητὸν α μα καὶ πνευματικὸν τὴν * θεολογίαν, βαθμοὺς δὲ * 1152 Ps 120,1 ̔Ο ἐπὶ δεύτερον τοῦ ναοῦ βαθμὸν ἀναβεβηκὼς η δη τελειότητος α ρχεται μεταποιεῖσθαι, οὐκέτι χαμαίζηλόν τι διανοούμενος. διὸ καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας εἰς υ ψος ἠρκέναι φησίν. ο θεν καὶ οἰκείου ἀριθμοῦ τετύχηκεν ἡ τοῦ δευτέρου ἀναβαθμοῦ ᾠδή. ὁ γὰρ ἑκατοστὸς εἰκοστὸς τὴν τελειότητα τῆς ἀνθρωπίνης ζωῆς περιορίζει. ἀμέλει γοῦν μετὰ τὸν κατακλυσμὸν ει ρηται περὶ ἀνθρώπων τὸ Εσονται αἱ ἡμέραι αὐτῶν ΡΚ. ο θεν καὶ ὁ πάντα μέγας ἱεροφάντης Μωυσῆς θεοῦ διάκονος γεγονὼς τῶν τελειούντων τὴν ἀνθρωπίνην ζωὴν εἰς ἑκατοστὸν εἰκοστὸν ἐνιαυτὸν περιγράφει τὴν ἰδίαν ζωήν, μίμημα τὸν ἑαυτοῦ βίον προβαλλόμενος τοῖς ὑπ' αὐτοῦ τοῦς νόμους παραλαβοῦσιν. 1153 Ps 120,7.8 ∆υνατῶς δὲ καὶ πρὸς η θος τὸ προκείμενον νοῆσαι· ε ξοδον ποιουμένου τοῦ φρουροῦντος θεοῦ ἀπὸ τῆς κακίας τοῦ ἐκκλίνοντος ἀπὸ κακοῦ, ει σοδον τὴν πρὸς τὸ ποιεῖν τὸ ἀγαθὸν ὡσαύτως φυλάττοντος καὶ τὴν ε ξοδόν τινος τὴν ἀπὸ τῶν αἰσθητῶν καὶ τὴν εἰς τὰ νοητὰ καὶ πνευματικὰ ει σοδον. 1154 Ps 121,1 ̔Ο τοῖς ε μπροσθεν ἐπεκτεινόμενος ἀεὶ τῶν ο πισθεν ἐπιλανθάνεται, οὐ πάλιν δρομῶν. ὁσημέραι γὰρ ἐπὶ τὸ βραβεῖον τῆς α νω κλήσεως ἐπειγόμενος ἐπὶ τὰ α νω χωρεῖ. διὸ καὶ ἀρξάμενος τῆς ἐπὶ τὸν ναὸν ἀνόδου 241 ἀνεπιστρέπτει ὁδεύσας, εἰς τρίτον βαθμὸν ἀναβέβηκεν· ο θεν καὶ ἐξ ἀπόπτου η δη τοῦ οι κου ἐφ' ο ν σπεύδει φαντασίαν λαβὼν εὐθυμεῖ θυμηδίαν προτρεπομένων αὐτὸν τῶν ἡγεῖσθαι τῆς εἰσόδου δυναμένων. 1155 Ps 121,2–4 Οἱ ἱδρυθέντες βεβαίως τοὺς πόδας τῆς ψυχῆς ἑαυτῶν πρότερον ἐν ταῖς τῆς ̔Ιερουσαλὴμ αὐλαῖς πόθον ε χουσι τοῦ καὶ ἐπὶ τὸν ναὸν ἀναβῆναι. ἡ δὲ ἀκραιφνεστάτη θεολογία ὁ ναὸς ει η, αὐλαὶ δὲ τῆς ὁράσεως τῆς εἰρήνης αἱ κατὰ μέρος θεωρίαι, αἱ ἰδικαὶ ἀρεταὶ τυγχάνουσαι. ἡ τοίνυν τῆς προειρημένης εἰρήνης ο ρασις ἀρξαμένη μεταποιεῖσθαι ὡς πόλις ὑπὸ κυρίου οἰκοδομεῖται, η ς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ αὐλὰς ε χει τὰς προειρημένας, ἐν αι ς οἱ πόδες τῶν βεβαίων ἑστῶτές εἰσιν. οὐ χαμαίζηλος δέ, ἀλλ' ἐν υ ψει τινὶ ου σα τυγχάνει, ὡς πάντα τὸν βουλόμενον πολίτην αὐτῆς γενέσθαι μὴ καταβαίνειν ἀλλ' ἀναβαίνειν πρὸς αὐτήν. καὶ φυλαὶ γοῦν κυρίου τὰ διάφορα τάγματα τῶν σῳζομένων ἐξομολογήσεως προαίρεσιν ε χουσαι ἀναβαίνουσιν ἐκεῖ, μεμαρτυρημέναι ὑπὸ κυρίου καλῶς ἀναβάσαι καὶ ἐξομολογησάμεναι καὶ εἰς ζῆλον καὶ προκοπὴν α γουσαι τὸν δρῶντα αὐτὰς ̓Ισραήλ. 1156 Ps 121,5 ∆αυὶδ ὁ σωτὴρ πολλάκις ει ρηται, η τοι διὰ τὸ ἐκ σπέρματος ∆αυὶδ ει ναι τὸ κατὰ σάρκα η διὰ τὸ ἱκανῶς τῂ χειρὶ ὑπάρχειν· ∆αυὶδ γὰρ ἱκανὸς χειρὶ ἑρμηνεύεται. πῶς γὰρ οὐχ ἱκανὸς χειρὶ ὁ τεραστίους δυνάμεις ποιῶν; τούτου τοῦ ∆αυὶδ ἡ ἐκκλησία, ἐν ῃ θρόνοι εἰς κρίσιν ι δρυνται ἐφ' οι ς οἱ ἀπόστολοι καθήμενοι κρίνουσι τὰς δώδεκα φυλὰς τοῦ ̓Ισραήλ. ἡ γὰρ ἑκάστου ἀποστόλου πίστις καὶ πολιτεία βασιλείας αὐτοῦ θρόνος ἐστί, κρίνων καὶ καταδικάζων τοὺς μὴ προσηκαμένους τὸν προφητευόμενον ἐν ταῖς θείαις γραφαῖς μηδὲ πιστεύσαντας οι ς ἐποίει καὶ ἐδίδασκε λόγοις. 1157 Ps 121,6.7 Καὶ κατὰ θεωρίαν δὲ ὁ διὰ τὸ ἀγαπᾶν τὴν ̔Ιερουσαλὴμ καρποφορῶν τὰ πνευματικὰ ἐν πολλῇ ει η εὐθηνίᾳ καὶ εὐετηρίᾳ ε σται, οὐ πράξεις αὐτῷ μόνον τῆς ἀρετῆς ἀλλὰ καὶ θεωρίας τῆς ἀληθείας καρποφορῶν. τὸ δὲ ̓Εν τῇ δυναστείᾳ σου δύναται πρὸς τὴν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.