Unit 57 rem close
Rem CLOSEOUT: Unit 57 CLOSEOUT.
Greek
νοῦν μάρτυρα καλεῖ. καὶ τὸ ̓Εκ νεότητός μου προσκείμενον δείκνυσιν ο τι ἐκ νέων 246 καὶ η δη βιασάμενος εἰπεῖν μητρόθεν κατὰ θεοσέβειαν ἀναγόμενος διάβολον καὶ τοὺς συμμάχους καὶ δορυφόρους αὐτοῦ ἀντιπαρατεταγμένους καὶ προσπολεμοῦντας ε χων οὐδὲ κατὰ ποσὸν ἡττήθη πρὸς αὐτῶν. τὸ ἰσχυρὸς καὶ ὑπὸ Χριστοῦ ἐνδυναμούμενος ει ναι δηλοῦν δύναται τὸ ̓Εκ νεότητός μου, ἐξ ου ἀπεδυσάμην τὸ γῆρας, τὸν παλαιὸν α νθρωπον α μα ταῖς πράξεσιν αὐτοῦ ἀποβεβληκώς· ἐνδυσάμενος τὸν νέον α νθρωπον πρὸς τῶν εἰρημένων ἐχθρῶν πολεμούμενος οὐδεπώποτε ἀνετράπην ὑπ' αὐτῶν, ἀδιαστάτως καὶ συνεχῶς νικῶν καὶ τροπούμενος αὐτοὺς ἐπὶ μάρτυρι τῷ ̓Ισραήλ. καύχημα δὲ οὐ μικρὸν τὸ ὑπὸ διαβόλου καὶ τῶν ἀμφ' αὐτὸν πολεμεῖσθαι, τῶν φαύλων τοῦτ' οὐκ ἐχόντων· εἰσὶ γὰρ αὐτοῦ φίλοι καὶ ὑπήκοοι. πᾶς δὲ καὶ μόνος ἐρεῖ τὸ Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι ὁ ἐξουσίαν ὑπὸ θεοῦ λόγου λαβὼν πατεῖν ἐπάνω ο φεων καὶ σκορπίων καὶ καταπατεῖν λέοντα καὶ δράκοντα. πάντων γὰρ περιγενόμενος τῶν τοιούτων, συντρίβοντος τοῦ θεοῦ τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐρεῖ Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· ἐγὼ δ' ἠδυνήθην κατ' αὐτῶν ὑπὸ κυρίου ἐνδυναμούμενος. ̓Επὶ τῶν νώτων μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. ἐπιζήμιον καὶ πάνυ ἐπισφαλὲς εἰς πρόσωπον τοὺς πολεμίους ε χειν κατὰ διάνοιαν ἱκανῶς ε χοντας καὶ διὰ μόνου τοῦ βλέπεσθαι καὶ ο λως εἰς αι σθησιν ε ρχεσθαι βλάπτειν καὶ ἀναιρεῖν τοὺς ὁποσοῦν ᾐσθημένους αὐτῶν· ο θεν ἀποστρέφεσθαι αὐτοὺς ἀεὶ προσήκει εἰς νῶτον αὐτοὺς βάλλοντα. ὁ γὰρ σπεύδων πρὸς θεὸν καὶ τὴν ἀρετὴν τὴν κακίαν ἀποστρέφεται. εἰ γὰρ ἐπὶ τοῦ προσώπου καὶ τῶν α λλων ε μπροσθεν ἐτέκταινον οἱ ἁμαρτωλοί, ε βλαψαν α ν τὴν καρδίαν, καιρίως αὐτὴν πονηροῖς λογισμοῖς βάλλοντες καὶ τὴν ο ψιν διὰ θεαμάτων ὀλεθρίων καὶ τὰς λοιπὰς αἰσθήσεις βλάπτοντες διὰ τῶν οἰκείων αὐταῖς αἰσθητῶν. ε χει δὲ ὀπίσω τοὺς ἁμαρτωλοὺς ὁ τῶν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ε μπροσθεν ἐπεκτεινόμενος καὶ ὀπίσω κυρίου τοῦ θεοῦ πορευόμενος· ὁ δὲ ἀκολουθῶν τοῖς ἑρμηνευθεῖσιν ἁμαρτωλοῖς τὸν κύριον ἀποστρέφεται, ὡς θεὸν εἰπεῖν Εστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν· μισήσας γὰρ ε καστος αὐτῶν παιδείαν ἐξέβαλε τοὺς λόγους μου εἰς τὰ ὀπίσω, ἀκολουθῶν τοῖς ἐρασταῖς τῆς καρδίας αὐτοῦ δαίμοσιν. ∆ηλοῖ δὲ τὴν ἐπίμονον κακίαν τῶν ἐπὶ τοῦ νώτου τῶν δικαίων τεκταινόντων ἁμαρτωλῶν τὸ ̓Εμάκρυναν τὴν ἀνομίαν αὐτῶν. σειρᾶς γὰρ δίκην τὰ ἁμαρτήματα πλέκοντες τῷ τοῖς προλαβοῦσιν ε τερα προσλαμβάνειν μακρύνουσι τὴν ἀνομίαν αὐτῶν. ταλανίζων τοὺς τοιούτους ὁ λόγος ει πεν Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγῷ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. ἀδικίαν γὰρ αἱ χεῖρες αὐτῶν συμπλέκουσι καὶ ὡς προστιθέντες ἁμαρτίας ἐφ' ἁμαρτίαις μακρύνουσι τὴν ἀνομίαν ἑαυτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. συγκόπτει τὸν αὐχένα ο ν οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ ὁ δίκαιος κύριος. χρηστῇ δὲ προσθέσει τοῦτο ποιεῖ, ο πως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν ὑποταγῶσι τῷ κυρίῳ ῳ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστί. 1177 Ps 128,5–8 Καὶ οἱ τοῦ κόσμου δὲ σοφοὶ καὶ αὐτοὶ χόρτος εἰσὶ τῷ καὶ αὐτῶν τὴν ἐπαγγελίαν μέχρι τῆς παρούσης ζωῆς ει ναι καὶ χόρτος δωμάτων τῷ δῆθεν δι' ω ν πράττουσι καὶ φρονοῦσι τὴν τῆς ἀνθρωπίνης ζωῆς οι κησιν ὑπερβεβηκέναι. διὸ καὶ εὐξήραντος χόρτος ἐστίν, ου τ' εἰς χέρσον (τουτέστι τὰ αἰσθητά) τὰς ῥίζας βάλλοντες, ου τ' αυ ἀντὶ χόρτου νοητὴ φυτεία σπεύσαντες ει ναι. ο θεν πρὶν ἐκσπασθῆναι ξηραίνονται, οὐ πληροῦντος τὰς χεῖρας τοῦ θερίζοντος τούτου τοῦ χόρτου, δι' η ν ε χουσιν ἀπιστίαν· Οὐκ ἀναστήσονται γὰρ οἱ ἀσεβεῖς ἐν κρίσει, καὶ ̔Ο μὴ πιστεύων η δη κέκριται. Οὐ μόνον δὲ χεῖρας ἀλλὰ οὐδὲ τὸν κόλπον ἑαυτοῦ πληρώσει τούτου τοῦ χόρτου ὁ θερίζων τῷ μὴ παραλαμβάνεσθαι αὐτοὺς πρῶτον μὲν εἰς κόλπον ̓Αβραάμ, ει θ' ἑξῆς εἰς κόλπους τοῦ θερίζοντος ἀγγέλου· τοὺς γὰρ θεριστὰς ἀγγέλους ἡρμήνευσεν ὁ 247 σωτὴρ ὁ θεριστὴς φάσκων ἐν τῷ προφήτῃ ∆ιὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. αὐτὸς γοῦν καὶ διακαθαριεῖ τὴν α λωνα αὐτοῦ, ε χων τὸ πτύον ἐν τῇ χειρὶ ἐπὶ τῷ τὸν σῖτον εἰς ἀποθήκην συνάξαι, τὸ δὲ α χυρον κατακαῦσαι πυρὶ ἀσβέστῳ. Τίνες δὲ ο ντες οἱ μισοῦντες Σιών; οὐ χόρτος ἀλλ' ὡσεὶ χόρτος γίνονται η ζιζάνια ἐπισπαρέντα τῷ καλῷ σπέρματι ὑπὸ τοῦ πονηροῦ καὶ κατακαιόμενα ἐν τῷ μέλλοντι
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.