Unit 57 rem mid
Rem mid: Unit 57; lemma continues; reading with the letter.
Greek
ἑξῆς. καὶ διὰ τῶν ἐκκειμένων δηλαδὴ λέξεων μανθάνομεν τοὺς υἱοὺς τῶν ἐκτετιναγμένων ἐν τῷ οἰκοδομεῖν τὸν οι κον κυρίου κατέχειν βολίδας καὶ ῥομφαίας καὶ τὰ α λλα ο πλα, ὡς μιᾷ μὲν χειρὶ τὸ τῆς οἰκοδομῆς ε ργον ποιεῖν, τῇ δ' ἑτέρᾳ βάλλειν ταῖς βολίσι τοὺς κωλύειν ἐθέλοντας τὴν κατασκευὴν τοῦ θείου οι κου. σπουδὴ γὰρ τοῖς θείοις διδασκάλοις α μα οἰκοδομεῖν θεῷ οι κον ἐν ἑκάστῃ τῶν παιδευομένων ψυχῇ καὶ καταπολεμεῖν λογισμοὺς καὶ πονηρὰς δυνάμεις ἐμποδίζειν πειρωμένας τὴν αυ ξησιν τῆς οἰκοδομῆς. 1172 Ps 126,5 Μακαρίζει τὸν διὰ τὸ τετηρηκέναι τὸ κατ' εἰκόνα τοῦ θεοῦ μένοντα α νθρωπον ἐπὶ τῷ τὴν ἐπιθυμίαν αὐτοῦ πεπληρωκέναι ἐκ τῶν βελῶν τοῦ δυνατοῦ. τρωθεὶς γὰρ εἰς ἐπιθυμίαν τῶν ἀγαθῶν ὑπ' αὐτῶν μακάριος ἀποδέδεικται. ο θεν καὶ ἀκαταίσχυντον ε χων 245 παρρησίαν ἐν πύλῃ τῇ τῶν ὠφελίμων εἰσαγωγῇ λαλῶν οὐ καταισχύνεται ὑπὸ τῶν ἐχθρῶν, οι τινες κωλυταὶ τῆς πληρώσεως τῆς ἐπιθυμίας καὶ τῆς οἰκοδομῆς ἐσπούδαζον ει ναι. οὐ θαυμαστὸν δὲ εἰ ἑνικῶς μακαρίσας α νθρωπον· πληθυντικῶς ει πε μὴ καταισχυνθήσεσθαι τοὺς λαλοῦντας ἐν πύλῃ· οὐ γὰρ περὶ ἑνὸς ἀλλὰ περὶ παντὸς τοῦ πληρώσαντος τὴν ἐπιθυμίαν αὐτοῦ ἐκ τῶν βελῶν ὁ λόγος. 1173 Ps 127,2 Καὶ α λλως δ' α ν ει ποις τρέφειν ψυχὴν αὐτὴν τὴν ἀρετήν, ω στε ει ναι αὐτοὺς τοὺς κατὰ θεὸν καμάτους τροφίμους καὶ εὐφραντικοὺς ψυχῆς. ὁ μὲν ου ν φοβούμενος τὸν κύριον τοὺς πόνους τῶν καρπῶν αὐτοῦ ἐσθίει, ὁ δὲ ἀγαπῶν αὐτὸν ὡς η δη τέλειος τὸν ζῶντα φάγεται α ρτον τὸν ἐπουράνιον κατὰ τὸ Μακάριος ο ς φάγεται α ρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καρποὺς δέ φησιν ἐνταῦθα τὰς χεῖρας, ι να ει πῃ Τοὺς πόνους τῶν χειρῶν σου φάγεται, τουτέστι τῶν πρακτικῶν δυνάμεων. 1174 Ps 127,3 Προχείρως μέν ἐστι καὶ περὶ πόδα τὴν λέξιν ἐξομαλίζοντα ταύτας δίδοσθαι τὰς ἐπαγγελίας τῷ φοβουμένῳ τὸν κύριον, ὡς α ν ε τι ἀτελεῖ, ἀλλ' οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ ο λης καρδίας καὶ ἐξ ο λης ψυχῆς καὶ δυνάμεως· ̓Οφθαλμὸς γὰρ οὐκ ει δε καὶ ου ς οὐκ η κουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. τῷ δὲ φοβουμένῳ τὸν κύριον δῶρον θεοῦ δίδοται κοινωνός τις καὶ σύζυγος, οὐχ ἡ τυχοῦσα γυνὴ ἀλλ' ἡ τῇ ἀληθινῇ ἀμπέλῳ παρεικασμένη, ω στ' α ν εἰρῆσθαι περὶ αὐτῆς Γυνὴ ἀγαθὴ μέρις ἀγαθή, καὶ Γυναῖκα ἀνδρείαν τίς α ν εὑρήσῃ; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. ὡς ε μπαλιν ἐκ τοῦ ἐναντίου πονηρὰ καὶ τὸν τρόπον ὀργαλέα σύζυγος ὀργὴ α ν ει η θεοῦ, ου τω καὶ υἱοὶ ἐκ θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν κύριον οὐχ ο μοιοι τοῖς πολλοῖς υἱοῖς ἀλλ' οἱ ὡς νεόφυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ. νοήσεις δὲ καὶ τούτους ἀπὸ τοῦ τελείου τοῦ λέγοντος ̓Εγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οι κῳ τοῦ θεοῦ. τῆς γὰρ τοιαύτης ἐλαίας τὰ γεννήματα ὡς νεόφυτα ἐλαιῶν ει ναι λέγεται. Εἰ δέ τις μὴ φοβουμένους τὸν κύριόν φησι πολλάκις ἐν περιουσίᾳ τέκνων ὑπάρχειν καὶ ἐν εὐθηνίᾳ γυναικός, ἀλλ' ἐροῦμεν ο τι ὁ παρὼν μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ' ο λον αὐτὸ τοῦτο τὴν ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δ' ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀσεβῶν. 1175 Ps 127,4 ̓Απεντεῦθεν μακάριος ει ὁ φοβούμενος τὸν κύριον, ἐπεὶ ἡ συνοῦσά σοι γυνὴ οἰστική ἐστι καρπῶν εὐφραινόντων τυγχάνουσα α μπελος. ἀλλὰ καὶ τὰ γενήματά σου οὐκ ἀσθενῆ οὐ θήλεα ἀλλ' ευ τονοι υἱοὶ περὶ τὴν σὴν τράπεζαν ο ντες δίκην νεοφύτων ἐλαιῶν τὴν τροφὴν τοῦ φωτὸς καρποφορούντων. πλήρης δὲ πάντων τῶν τὸν νοῦν καὶ τὴν ψυχὴν τρεφόντων ἡ νοητὴ τράπεζά σου ὑπάρχει. Ισθι δὲ ἐν τούτοις γεγονὼς ὑπὸ κυρίου εὐλογίαν ε χειν η ν οὐκ α λλος η ὁ εὐλαβὴς παρὰ κυρίου λήψεται. δηλοῦται δὲ διὰ τοῦ Ανθρωπος καὶ πᾶς α νθρωπος. διὸ οὐ περὶ αἰσθητῆς γυναικὸς καὶ σωματικῶν τέκνων ἐκλαβεῖν προσήκει τὰ προκείμενα, πολλῶν τὸν θεοῦ φόβον κεκτημένων ου τε γυναῖκα ου τε τέκνα ἐσχηκότων. εἰ τοίνυν τὰ τῆς λέξεως οὐ καθόλου, τὸ πνευματικὸν τῶν ἐκκειμένων ζητητέον παντὶ εὐλαβεῖ ὑπάρχοντι. 1176 Ps 128,1–4 Κατὰ ἀναγωγὴν δὲ νοήσεις ου τως· οἱ μιᾷ προσβολῇ πολεμίων ἁλισκόμενοι οὐ λέγοιεν τοῦτο, ἀλλὰ μόνος ὁ ἐκ νέου μέχρι γήρως εἰς φυγὴν τοὺς πολεμίους τρέπων ἀεὶ νικητὴς καὶ τροπαιοῦχος αὐτῶν γινόμενος. ἀπόδειξιν δὲ τοῦ πλεονάκις αὐτοὺς πεπολεμηκέναι ἐπήγαγε τὸ Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· ει χον γὰρ τὸν κύριον τὸν συντρίβοντα πολεμίους ἐνδυναμοῦντά με. Τῶν δὲ μετὰ παρρησίας ἀπαγγελλομένων οὐ τὸν τυχόντα ἀλλὰ τὸν ὁρῶντα θεὸν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.