Unit 58 rem close
Rem CLOSEOUT: Unit 58 CLOSEOUT.
Greek
ἀναβαθμῶν ᾠδὰς ἀκόλουθον η ν τοὺς εἰς αὐτὸν τὸν ναὸν ἀναβάντας αἰνέσαι χαριστηρίως τὸν θεὸν ου ναός ἐστι. διὸ καὶ ̓Αλληλούϊα ὁ ψαλμὸς ἐπιγέγραπται, σημαινούσης τῆς προγραφῆς τὸ δεῖν ὑμνεῖσθαι τὸν ο ντα θεόν. 1191 Ps 134,1–3 Πῶς δὲ οὐκ ε μελλον οὐ πάντας τοὺς ἀναβαθμοὺς μετ' ᾠδῶν καὶ υ μνων ἀναβεβηκότες ἐν οι κῳ κυρίου ἑστάναι ὀρθῷ νοήματι καὶ πράξει ἀνεπιλήπτῳ ἐν τῷ οι κῳ κυρίου ο ντας αὐτοῦ δούλους καὶ ὑμνεῖν αὐτὸν ἐν ταῖς αὐλαῖς οι κου τοῦ θεοῦ ἡμῶν; αὐλαὶ δὲ τοῦ θεοῦ αἱ παλαιαὶ καὶ νέαι γραφαὶ η κατὰ μέρος θεολογίαι η αἱ ἐν ἐπαγγελίαις ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς μοναὶ πλείονες. καὶ αἰνεῖν μὲν πρότερον κατὰ τὰς εἰσαγωγὰς τὸ ο νομα αὐτοῦ, ει τ' αὐτὸν τὸν κύριον τῷ θεραπεύειν αὐτὸν καὶ γνησίως δουλεύειν αὐτῷ. 1192 Ps 134,7 Καὶ πρὸς ἀλληγορίαν δὲ ει εν α ν τινες πνευματικαὶ νεφέλαι, νοητὸν καὶ ἀόρατον ὑετὸν ῥέουσαι. καὶ αυ ται ἐξ ἐσχάτου τῆς γῆς ἀνάγονται, ἐπεὶ μὴ ἐκ μεγάλων ἀρχόντων πλουσίων φιλοσόφων ῥητόρων ἀλλ' ἐξ ἀνθρώπων τὰ ε σχατα νενοημένων, ου ς φιλον * ἀγραμμάτους καὶ ἰδιώτας καλεῖν ἐν τῷ Εὐαγγελίῳ. ̓Αλλὰ καὶ ἀστραπὰς τὰς φωτεινὰς θεωρίας καὶ τὰς δικαιοσύνας εἰς ὑετὸν πεποίηκεν ἐπὶ τῷ φωτίζειν α μα καὶ ποτίζειν τὰ τούτων δεόμενα καταλλήλως τοῖς προκειμένοις. καὶ ἀνέμους ἐξάγει ἐκ θησαυρῶν αὐτῶν, οι τινες πνόας κρείττους σημαίνουσι καὶ λογικὰς ὑπεραναβεβηκυίας φύσεις. 1193 Ps 134,13b.14 Τοῦτο τὸ μνημόσυνον ἀπὸ τῆς προτέρας γενεᾶς τῆς τῶν ̔Εβραίων ε ως γενεᾶς τῆς κλήσεως τῶν ἐθνῶν, περὶ η ς γέγραπται ̓Αναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη. διαμενεῖ δὲ ταῦτα, οἰκτείροντος τοῦ θεοῦ τὸν λαὸν αὐτοῦ καὶ παρακαλουμένου ἐν τοῖς δούλοις αὐτοῦ. ἐπινεύσας γὰρ τῇ πρεσβείᾳ καὶ παρακλήσει τῶν δούλων αὐτοῦ ὑπὲρ τοῦ λαοῦ καὶ ἑαυτῶν ἀναπεμπομένῃ παρεκλήθη, τουτέστι προσήκατο τὴν παράκλησιν. διὸ καὶ ῳ κτειρε τὸν λαὸν αὐτοῦ. 1194 Ps 134,19–21 Κατὰ δὲ ἀναγωγὴν ει εν μὲν οι κος ̓Ισραὴλ οἱ διορατικοὶ καὶ καθαρᾷ καρδία τὸν θεὸν ὀψόμενοι, οι κος δὲ ̓Ααρὼν οἱ τελείως καὶ ἱερατικῶς θεραπεύοντες αὐτὸν διηνεκῶς ἀλλ' οὐχ ἡμέραν παρ' ἡμέραν· καὶ πρὸς τούτοις ὁ τοῦ Λευὶ οι κος ὑποδεέστεροι τῶν ἱερῶν, ο μως δὲ ο ντες ἐν τῷ ναῷ καὶ τὰς ἐπιβαλλούσας ὑπηρεσίας ἐν τῷ οι κῳ τοῦ 251 θεοῦ ἐπιτελοῦντες, ου ς νεωκόρους τοῦ θεοῦ ἐν δίκῃ προσαγορεύσειέ τις· ἐπὶ πᾶσι δὲ οἱ ἐξ ἀλλογενῶν ἐθνῶν οι φόβῳ τοῦ κυρίου προστιθέμενοι. Ομως εἰ καὶ πάντες εὐλογοῦσιν, ἀλλ' ου ν ε καστος κατὰ τὴν τῆς δυνάμεως ἀναλογίαν τοῦτο ποιήσει. Ον δὲ εὐλογοῦσιν οἱ προειρημένοι, οὐκ αὐτὸ μόνον εὐλογούμενος ἀλλὰ καὶ εὐλόγητός ἐστιν, οὐκ ἐκ τῆς τυχούσης ἀλλ' ἐκ τῆς ἐπουρανίου Σιών, κατοικῶν τὴν πόλιν τοῦ θεοῦ τοῦ δόντος τὴν ἐπουράνιον ̔Ιερουσαλὴμ καὶ τὴν ἐκκλησίαν τὴν μὴ ε χουσαν σπίλον η ῥυτίδα η τι τῶν τοιούτων ου σαν ̔Ιερουσαλὴμ τῷ ὁρᾶν τὴν εἰρήνην η ν ̓Ιησοῦς δίδωσι λέγων Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. ̓Αλλ' εἰ καὶ κατ' α λλην ἐπίνοιαν ἐν Σιών ἐστιν εὐλόγητος, καὶ ου τως ἐν αὐτῇ καὶ ἐξ αὐτῆς ὁ θεός ἐστι. λεχθείη δ' α ν ταῦτα καὶ περὶ ψυχῆς δι' ἐπιστήμην καὶ τελείαν ἀρετὴν Σιὼν καὶ ̔Ιερουσαλὴμ καλουμένης. 1195 Ps 135,1–3 Καὶ ὁ παρὼν ψαλμὸς εἰς εὐχαριστίαν προκαλούμενος προστάττει ἐξομολογεῖσθαι τῷ κυρίῳ χρηστότητι καὶ ἀγαθότητι πολλῇ ποιοῦντι. διὸ καὶ ἐφ' ἑκάστου στίχου τρόπῳ ἐφυμνίου ἐπιλέγεται Οτι εἰς τὸν αἰῶνα τὸ ε λεος αὐτοῦ. ἐπεὶ γὰρ οὐ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ ου , ἀλλ' ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν Οτι εἰς τὸν αἰῶνα τὸ ε λεος αὐτοῦ. Τίνων δὲ θεῶν θεός ἐστιν η ἐκείνων περὶ ω ν ει ρηται; εἰ ου ν ἐκείνους θεοὺς ει πε πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ ἐγένετο κατὰ τὴν λέγουσαν γραφὴν ̓Εγὼ ει πα Θεοί ἐστε τοῦτον γὰρ αὐτὸν ἀληθῶς ἁρμόζει θεὸν λέγεσθαι, ἀμέλει γοῦν καὶ τῶν ἀμφὶ τὸν ̓Αβραὰμ ου τω θεῶν ο ντων (θεὸς ἀναγέγραπται φάσκων ̓Εγὼ θεὸς ̓Αβραὰμ καὶ θεὸς ̓Ισαὰκ καὶ θεὸς ̓Ιακώβ· τοῦτον γὰαὐτὸν ἀληθῶς ἁρμόζει θεὸν λέγεσθαι), κατὰ τοῦτο τὸ σημαινόμενον τῆς θεότητος καὶ α γγελοι καὶ θεῖαι δυνάμεις ῥηθεῖεν α ν θεοί, ῃ φησιν ὁ ἀπόστολος Ωσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τῷ πάντας τοὺς λεγομένους μετὰ τὴν τριάδα θεοὺς μετουσίᾳ θεότητος ει ναι τοιούτους. ἀλλ' ὁ σωτὴρ οὐχ ου τως ἀλλ' ω ν κατ' οὐσίαν θεός· διὸ ποιεῖ θεοὺς τοὺς μετέχοντας αὐτοῦ. μονογενὴς ει ρηται θεός· μόνος γὰρ αὐτὸς ἀληθινὸς θεὸς ἐξ ἀληθινοῦ θεοῦ τυγχάνει, κατὰ τὰ αὐτὰ τῷ πατρὶ θεὸς ω ν τῷ ὁμοούσιος τῷ γεννήσαντι ει ναι. Πρὸς τῷ δὲ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.