Unit 58 rem mid
Rem mid: Unit 58; lemma continues; reading with the letter.
Greek
ἐν ταῖς τρυμαλίαις τῶν πετρῶν οἱ ἀποστελλόμενοι ὑπὸ κυρίου ἁλιεῖς καὶ θηρευταί, ω ν σύμβολον φέρουσιν οἱ τὴν κώμην τῶν θηρευτῶν οἰκοῦντες ̓Ανδρέας Πέτρος Φίλιππος· ου τοι γὰρ πάντες τὴν Βηθσαϊδὰ οἰκοῦσι μεταλαμβανομένην εἰς τὸ οι κος θηρευτῶν. Ταύτης δὲ τῆς Σιὼν τοὺς ἱερέας ἐνδύσω σωτηρίαν. σωτηρία δὲ πάντων ὁ Χριστὸς ἐληλυθὼς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. πρὸς δὲ τῷ ει ναι σωτηρία καὶ ε νδυμά ἐστι, περὶ ου γέγραπται ̓Αγαλλιάσθω ἡ ψυχή μου, ο τι ἐνέδυσάς με ἱμάτιον σωτηρίου, ἀγαλλιωμένων καὶ τῶν ὁσίων αὐτοῦ ἀγαλλιάσει θείᾳ. ̓Εκεῖ ἐν τῇ Σιὼν ἀνατελῶ κέρας τῷ ∆αυίδ. τοῦτο τὸ κέρας τῆς βασιλείας ὑπὸ θεοῦ ἀνατέλλεται ἐν οι κῳ ∆αυὶδ κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ δικαίου Ηγειρε κέρας σωτηρίας ἡμῖν ἐν οι κῳ ∆αυίδ. ἡτοίμασε δὲ τούτῳ τῷ κέρατι Χριστῷ τυγχάνοντι λύχνον ὁ πατὴρ προτρέχοντα τῆς ἐπιδημίας αὐτοῦ θεῖον νόμον, περὶ ου γέγραπται Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. η καὶ ὁ ̓Ιωάννης, μέχρις ου ὁ νόμος καὶ οἱ προφῆται, λύχνος ἐστὶν ἑτοιμαζόμενος τῷ χριστῷ ἑαυτοῦ, περὶ ου ὁ σωτὴρ ̓Εκεῖνος η ν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ου ἠθελήσατε πρὸς ω ραν ἀγαλλιαθῆναι τῷ φωτὶ αὐτοῦ. Τούτων θεολογουμένων περὶ τοῦ γενομένου ἐκ σπέρματος ∆αυὶδ τὸ κατὰ σάρκα, οἱ ἐχθροὶ αὐτοῦ αἰσχύνην ἐνδύσονται, θέλοντες, εἰ ἐγένοντο πυρίκαυστοι, Οτι παιδίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, ου ἡ ἀρχὴ ἐπὶ τοῦ ω μου αὐτοῦ, αἰσχύνην πλείονα ὀφλισκάνοντες, ο τι τὰ αὐτὰ τοῖς α λλοις ἀνθρώποις ἀσπαζόμενος οὐκ ε χει τὸν ὑπεραναβεβηκότα βίον. διὸ καὶ ἐπ' αὐτὸν ἐξανθήσει τὸ ἁγίασμα αὐτοῦ, περὶ ου φησιν ἐν ̔Ησαΐᾳ Καὶ α νθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ῳ ἀκολούθως τὰ α νθη τῆς γῆς ω φθη ἐν τῇ γῇ ἡμῶν τὸ ει ναι α νθη τοιαῦτα εἰληφότα πρὸς τοῦ ἐξανθουμένου ὑπὸ κυρίου ἁγιάσματος. τοῦτο γὰρ τὸ ἐξανθοῦν ἁγιάζει τοὺς προσπελάζοντας αὐτῷ, αὐτὸ ο ν τὸ α γιον τοῦ θεοῦ α μα καὶ α νθος, ω στ' α ν εἰπεῖν ̓Εγὼ α νθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων. ἐπὰν ου ν αὐτὰ ποιῇ τὸ α νθος καὶ τὸ κρίνον τοῦ πεδίου καὶ τῶν κοιλάδων, εἰκότως ὀφθήσεται τὰ α νθη ἐν τῇ γῇ ἡμῶν, ἐξανατείλαντος τοῦ θεοῦ τὸ ἁγίασμα αὐτοῦ ἐπὶ τῷ πεφωτισμένους καὶ νεάζοντας ει ναι ἐπὶ τὴν μακαρίαν καὶ πνευματικὴν ἑορτήν. 1187 Ps 132,2 ̔Ο πώγων σύμβολον ἀνδρικῆς ἡλικίας. καταβαίνει δὲ τὸ μύρον ἀπὸ τοῦ πώγωνος τοῦ ̓Ααρὼν ἐπὶ τὴν ῳ αν τοῦ ἐνδύματος αὐτοῦ. ὁ ̓Ααρὼν πρόσωπον ε χει τῆς κατὰ σκιὰν ἱερωσύνης. ταύτης ἡ κεφαλὴ ἡ πρωτότυπος καὶ ἀληθῶς ἱερωσύνη πεπλήρωται θείου μύρου τοῦ Χριστοῦ ὀνόματος, περὶ ου ει ρηται Μύρον ο νομά σου. κάτεισι δὲ τοῦτο τὸ μύρον ἐπὶ τὸν πώγωνα ἑκάστου τῶν δυναμένων εἰπεῖν μετὰ τὸ ὑπερβεβηκέναι τὴν σκιὰν Οτι γέγονα ἀνήρ, κατήργη κατὰ τοῦ νηπίου. γίνεται δέ τις ἀνὴρ τοιοῦτος μιμητὴς γεγονὼς ἐκείνου, περὶ ου γέγραπται ̓Ιδοὺ ἀνήρ, ̓Ανατολὴ ο νομα αὐτῷ, καὶ ̓Οπίσω μου ε ρχεταιἀνὴρ ο ς ε μπροσθέν μου 250 γέγονεν. Ομως δὲ εἰ καὶ καταβαίνει τὸ μύρον ἐπὶ τὴν κεφαλὴν τοῦ ̓Ααρών, οὐκ ἐπὶ τυχόντα πώγωνα ἀλλὰ τὸν ἀρχιερατικὸν κάτεισιν, ἐκεῖθεν καὶ ἐπὶ τὴν ῳ αν τοῦ ἀρχιερατικοῦ ἐνδύματος. ε νδυμα δὲ ἀρχιερατικὸν ου τύπον ε φερεν ὁ χιτὼν τοῦ ̓Ααρὼν τὸ κυριακόν ἐστι σῶμα, πνεύματος ἁγίου γεννήσαντος αὐτὸ κατὰ τὸ λεχθὲν περὶ τῆς παρθένου Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 1188 Ps 132,3 Ορη δὲ Σιὼν νοήσεις τῆς θείας καὶ καθολικῆς ἐκκλησίας η τοι τὰ ὑψηλὰ δόγματα τῆς ἀληθείας η οἱ διάρματι ψυχῆς τὸ ει ναι τῆς Σιὼν ο ρη ἀπειληφότες. κάτεισι δ' ἐπὶ ταῦτα τὰ ο ρη πνευματικὴ δρόσος, περὶ η ς Μωυσῆς Καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, καὶ ἐν τῷ προφήτῃ ̔Η γὰρ δρόσος ἡ παρὰ σοῦ ι αμα αὐτῆς ἐστιν. ἀπὸ ταύτης τῆς δρόσου ου σης οὐρανίου ἡ κατοικία τῶν εὐλογουμένων ε σται ἐξ οὐρανοῦ. Αυ τη δὲ ἡ πνευματικὴ δρόσος οὐκ ἐκ τῶν τυχόντων νεφῶν κάτεισιν, ἀλλ' ἀπὸ τοῦ μετεώρου φωτὸς τοῦ λέγοντος ̓Εγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. τοῦτο γὰρ τὸ φῶς καὶ δροσίζει καὶ μετεωρίζει καὶ ἐν ἀκραιφνεστάτῃ λαμπρότητι γενέσθαι ποιεῖ. 1189 Ps 133,1 Πάντες οἱ δοῦλοι κυρίου εὐλογοῦσι τὸν κύριον, οὐ μακρὰν αὐτοῦ βεβηκότες ἀλλὰ συνεγγίζοντες αὐτῷ τῷ φρονήματι. διὸ καὶ ἑστήκασιν ἐν οι κῳ κυρίου, βεβαίως ἐν αὐτῷ ἱδρυμένοι. ἑστήκασι δὲ καὶ ἐν αὐλαῖς οι κου θεοῦ ἡμῶν. αὐλαὶ δὲ θεοῦ ἐν αι ς ἑστήκασιν οἱ φοβούμενοι αὐτὸν αἱ θεόπνευστοι γραφαὶ καὶ τῆς ἀληθείας τὰ δόγματα. 1190 Ps 134 αργ Μετὰ τὸ πληρωθῆναι τὰς τῶν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.