Fragmenta in Psalmos · §u58-rem-early

Unit 58 rem early

Rem early: Unit 58; lemma and argument toward the thesis.

Greek

παρατήρου ἐξετάζων ἀνομίας· εἰ γὰρ τοῦτο ποιήσειας, οὐδεὶς ὑποστήσεται· Πάντες γὰρ ἐξέκλιναν, πάντες η μαρτον. διὸ μηδενὸς ὑφισταμένου τὴν παρὰ σοῦ κρίσιν, χρεία τοῦ παρὰ σοῦ ἱλασμοῦ ἱλασκομένου τῆς πάντων ε νεκα σωτηρίας. ο τι δὲ ἱλασμὸς ὁ σωτήρ, ̓Ιωάννης γράφει Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ε χομεν πρὸς τὸν πατέρα, κύριον ̓Ιησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ο λου τοῦ κόσμου. ἀλλὰ καὶ Παῦλος Πάντες γὰρ η μαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ ̓Ιησοῦ, ο ν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αι ματι, καὶ τὰ ἑξῆς. τούτου τοῦ ἱλαστηρίου σύμβολον ἐν τῷ νόμῳ κατεσκευάσθη, περὶ ου καὶ νῦν ὁ εὐχόμενος τῷ θεῷ φησιν Οτι παρὰ σοῦ ὁ ἱλασμός ἐστι· παρὰ σοῦ ὡς ἐκ μόνου ἀγαθοῦ πατρὸς γέννημα ἱλασμός ἐστιν. οὐ πᾶσα λογικὴ δέεται κτίσις, οὐχ ὑποστησομένου τινὸς θεοῦ παρατηρησομένου τὰς ἀνομίας ἑκάστου τῶν πεποιηκότων. 1180 Ps 129,6–8 ̓Αεὶ καὶ κατὰ πάντα καιρὸν ἐλπίζειν ἐπὶ τὸν κύριον δεῖ, οὐ μόνον ο τε προσηνῆ ἀλλὰ καὶ ο τε σκυθρωπὰ περιεστηκότα. ἀπὸ φυλακῆς γοῦν πρωϊνῆς ο τε λαμπρὰ τὰ παρόντα καὶ μέχρι νυκτὸς ο τε ἀηδῆ καὶ ζοφώτερα τὰ περιεστηκότα καὶ ε τι ἀπὸ φυλακῆς πρωΐας ἀνατέλλοντος τοῦ ἀληθινοῦ φωτὸς καὶ ἀρχὴν ἡμέρας νοητῆς ποιοῦντος ὁ διορατικὸς νοῦς, ̓Ισραὴλ καλούμενος ̔Εβραίων φωνῇ, ἐλπισάτω ἐπὶ τὸν κύριον, προσθήκην τῶν φαιδρῶν καὶ ἀπαλλαγὴν τῶν σκυθρωπῶν προσδοκῶν παρ' αὐτοῦ, ο τι παρ' αὐτῷ ὡς ἐν πηγῇ καὶ παρ' αὐτοῦ τὸ ε λεος ου χρῄζουσιν οἱ ἐλπίζοντες ἐπ' αὐτόν· ἀλλὰ καὶ πολλὴ παρ' αὐτοῦ λύτρωσις τοῦ παρὰ τοῦ ἱλασμοῦ οὐχ ἑτέρα ου σα· ο θεν αὐτὸς ἐκ πασῶν τῶν ἀνομιῶν λυτρώσεται αὐτὸν ὁ κύριος. εἰ γὰρ καὶ πολλαὶ αἱ τοῦ ̓Ισραὴλ ἀνομίαι, ἀλλ' ἐκ πασῶν αὐτὸν λυτρώσεται. 1181 Ps 131,1 ̔Ο ∆αυὶδ πραΰτητα κατορθώσας λέγει τὰ προκείμενα· μνησθεὶς γάρ μου, φησίν, ἐπὶ τούτοις δώσεις μοι κληρονομίαν τὴν τῶν πραέων γῆν. 1182 Ps 131,9.10a Καὶ οἱ σὺν τούτοις δὲ τοῖς ἱερεῦσιν ο σιοι οὐχ ὡς ε τυχεν ἀλλ' ἀγαλλιάσει ἀγαλλιάσονται, μόνου τοῦ τελείου καὶ ἀπὸ ε ξεως ἀγαλλιῶντος ἀπὸ ἀγαλλιάσεως τῆς τελειωτάτης τοῦτ' ε χοντος. ἐνδέχεται δὲ τὸν ἱερέα καὶ ο σιον ει ναι τὸν αὐτόν, ὡς τῇ ὑποστάσει μὲν ε να ει ναι τὸν ὑποκείμενον, διαλλάττοντα δὲ ταῖς σχέσεσι καθ' α ς ἱερεὺς καὶ ο σιος θεοῦ ἐστι. τίς δὲ αὐτοῖς αι τιος τοῦ ἐνδύσασθαι δικαιοσύνην καὶ ἀγαλλιάσει ἀγαλλιάσασθαι η ὁ τῇ χειρὶ ἱκανὸς ∆αυὶδ α γιος ὑπάρχων; ο θεν ἐπενήνεκται τὸ Ενεκεν ∆αυὶδ τοῦ δούλου σου. ὁ γὰρ ἐκ σπέρματος ∆αυὶδ τὸ κατὰ σάρκα γεγονὼς θεοῦ δοῦλός ἐστι, λαβὼν τὴν τοῦ δούλου μορφήν, ο τε ἐκένωσεν ἑαυτόν. 1183 Ps 131,10b Νοήσεις καὶ ου τως· προθέμενος τῇ χάριτι τῇ σῇ ἐπιλάμψαι ἀνθρώποις τὸ πρόσωπον τοῦ χριστοῦ σου, ω δέσποτα, μὴ ἀποστρέψῃς αὐτό, ω στε ἀφαντάστους αὐτοὺς διαμεῖναι ἐκ τῆς ἐπιφανείας αὐτοῦ ὠφεληθησομένους. Τὴν δὲ αἰτίαν δι' η ν πάντως ε κλαμψις ε σται ἐπήνεγκεν εἰπὼν Ωμοσε κύριος τῷ ∆αυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. 1184 Ps 131,11 Τὸ πάντως ε σται, η ν ω μοσε τῷ ∆αυὶδ ἀλήθειαν, περὶ τῆς ἐπιδημίας τοῦ κυρίου, ο ς καρπὸς τῆς κοιλίας τοῦ ∆αυίδ ἐστι καθήσειν ἐπὶ θρόνου αὐτοῦ. ὀμωμοκὼς πληρώσει· ἀλήθεια γὰρ θεοῦ ο ρκος κατὰ τὸ λεχθὲν ὑπὸ Γαβριὴλ πρὸς τὴν Μαριὰμ περὶ τοῦ ἐκ ∆αυὶδ γενεαλογουμένου Καὶ δώσει αὐτῷ ὁ θεὸς τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οι κον ̓Ιακὼβ εἰς τοὺς αἰῶνας. 1185 Ps 131,13.14 Εἰ τὴν ἐπίγειον Σιὼν λαμβάνοι τις, 249 πῶς νοῆσαι δύναιτο Αυ τη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, παρερχομένης ἐπὶ τέλει τούτου τοῦ αἰῶνος, ο ταν παρέρχηται ὁ οὐρανὸς καὶ ἡ γῆ; εἰ γὰρ πᾶσα ἡ γῆ παρέρχεται, καὶ ἡ Σιὼν ἡ ἐπὶ γῆς τυγχάνουσα παρελεύσεται. περὶ α ρα τῆς πνευματικῆς Σιὼν τὰ προκείμενα, περὶ η ς γέγραπται Ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. αυ τη δέ ἐστιν ἡ ἁγιωτάτη ἐκκλησία η ν καὶ ᾑρετίσατο ε χειν εἰς κατοικίαν ἑαυτῷ ὁ εἰπὼν Ωδε κατοικήσω, ο τι ᾑρετισάμην αὐτήν. 1186 Ps 131,15–18 Αλλος ἀντὶ τοῦ Τὴν θήραν Τὴν χήραν ἐξέδωκε καί φησι· Τὴν ἀπροστασίαστον καὶ α νδρα κηδεμόνα οὐκ ε χουσαν εὐλογήσω α μα τοῖς πτωχοῖς οι ς εἰς πλησμονὴν α ρτους παρέχων λέγει Τοὺς πτωχοὺς αὐτῆς ἐμπλήσω α ρτων, ἐπείπερ ε καστος τῶν τοιούτων πτωχῶν δικαίου σπέρμα τυγχάνων οὐκ ἐλαττοῦται α ρτοις. Φέρεται δὲ ἐν ἀντιγράφοις Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. εὐλογουμένη δὲ εὐλογίᾳ κυρίου θήρα η ν θηρεύουσιν ἐπὶ παντὸς ο ρους ὑψηλοῦ καὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.