Unit 59 rem close
Rem CLOSEOUT: Unit 59 CLOSEOUT.
Greek
ο ντος θεοῦ ἀοράτου, ἀλλὰ καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ τοῦ θεοῦ εἰρημένος. καὶ ἐντεῦθεν μανθάνομεν μὴ κτίσμα ει ναι τὸ θεοῦ πνεῦμα, αὐτῷ τῷ θεῷ καὶ τῷ προσώπῳ αὐτοῦ συναπτόμενον. πολλάκις γὰρ ἀποδέδεικται ὡς οὐδέποτε μετὰ τῆς κτίσεως ἀλλ' ἀεὶ μετὰ τοῦ πατρὸς καὶ υἱοῦ συνάπτεται. Μονονουχὶ τοῦτο παρίστησιν ο τι, ἐμοῦ τυγχάνοντος γενητοῦ, τὸ μεταβαίνειν τοπικῶς καὶ ἀναβαίνειν, σοῦ δὲ τὸ τυγχάνειν καὶ ἱδρῦσθαι ἐκεῖ ἐν τῷ πεποιηκέναι αὐτὸν καὶ στρέφειν αὐτόν, ἀλλὰ καὶ τὸ καταβῆναι εἰς τὸν ᾳ δην ὁμοίως μεταβατικῶς ε χω, σοῦ ο ντος ἐκεῖ προνοίας 255 παρουσίᾳ. διὸ οὐκ ἐν τόπῳ θεός· εἰ γὰρ πανταχοῦ ἐστιν, οὐ μεταβαίνων ἐξ ἑτέρου εἰς ε τερον τόπον οὐδ' αυ ὑφ' ἑκάστου περιοριζόμενος οὐδὲ ὑπὸ α μα πάντων τῶν τόπων περιγραφόμενος δηλονότι παρουσίᾳ δημιουργικῇ καὶ προνοητικῇ διὰ πάντων χωρεῖ, ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὑπάρχων κατὰ φιλοσοφίαν ἀποστολικήν. 1214 Ps 138,9.10 ̓Εσκόπησα, φησί, μὴ α ρα ταῖς πτέρυξι τῆς νοήσεως χρησάμενος ὑπερβὰς τὴν θάλασσαν καὶ τὸν ὠκεανὸν αὐτὸν ἐν τοῖς ἐσχάτοις γεγενημένος δυνήσομαι πορευθῆναι ἀπὸ τοῦ πνεύματός σου καὶ φυγεῖν σου τὸ πρόσωπον, κἀκεῖ τὴν δραστήριον καὶ προνοητικήν σου χεῖρα καὶ αὐτὴν τὴν ὑπερβάλλουσαν δεξιάν σου ἐνεργοῦσαν τεθέαμαι, ὡς αὐτὸ τοῦτο τὸ κατεσκηνωκέναι με προειρημένῃ ἀκολουθίᾳ ἐν τοῖς ἐσχάτοις τῆς θαλάσσης κατορθῶσθαί μοι, τῆς χειρός σου ὁδηγούσης με καὶ κατεχούσης με τῆς δεξιᾶς σου. εἰ γὰρ καὶ ὠκεανὸς ἀπέραντος, ἀλλ' ου ν καὶ οἱ μετ' αὐτὸν κόσμοι ταῖς τοῦ δεσπότου διαταγαῖς διϊθύνονται· πάντα γὰρ τὰ πρὸς αὐτοῦ γεγενημένα, ο ποι ποτ' ε στι, ταγαῖς τῆς ἑαυτοῦ προνοίας διοικούμενά μοι ἰθύνεται. 1215 Ps 138,11–14a ̓Επεὶ φωτισθεὶς ὑπὸ τῆς γνώσεως τοῦ κυρίου ἐν ο ρθρῳ ἐν ἀρχῇ τῆς ἡμέρας γεγονέναι δόξας διενοήθην ταῖς πτέρυξι ταῖς νοηταῖς καθ' α ς ἐπτέρωται πᾶσα λογικὴ φύσις μετεωρισθῆναι ὡς μακρὰν γενέσθαι καὶ περαιτέρω τοῦ ὠκεανοῦ, ε γνων δὲ καὶ αὐτὸ τοῦτο μὴ ει ναι πορευθῆναι ἀπὸ τοῦ πνεύματος τοῦ θεοῦ καὶ τὰ ἑξῆς, μετῆλθον ὁδὸν α λλην ζητῆσαι, καθ' η ν πορευθῆναι ἀπὸ τοῦ πνεύματος καὶ φυγεῖν ἀπὸ τοῦ προσώπου τοῦ θεοῦ οι όν τέ ἐστι, μήπως α ρα ὑπὸ σκότος γεγονὼς διαλαθεῖν τοῦτο δυνήσομαι. διό φημι Αρα σκότος καταπατήσει με, τουτέστιν ἐπικρύψει με. ὡς γὰρ τὸ ε δαφος τὸ πατούμενον κρύπτεται, ου τω κρυβείην κάτω, εἰ καταπατήσει με τὸ σκότος πολὺ περὶ ἐμὲ καὶ ἐπ' ἐμὲ γεγονός. Ει τα, ο τε ε δοξα τρυφᾶν ἐπὶ τῷ τετευχέναι τοῦ σπουδαζομένου, εὐθέως ει δον ο τι καὶ αυ τη ἡ νὺξ καὶ τὸ κατακορὲς σκότος φωτισμός ἐστιν, οὐδὲν αὐτοῦ τοῦ σκότους σκοτιζομένου ὑπὸ τοῦ θεοῦ καταλάμποντος αὐτὸ ω σπερ καὶ τὰ α λλα πάντα. παρ' ἡμῖν μὲν γὰρ τοῖς ο ψει χρωμένοις διαφορὰ νυκτὸς καὶ ἡμέρας, ὁρῶσι καὶ ὁρωμένοις ἐν τῇ ἡμέρᾳ, ἐν δὲ τῇ νυκτὶ μηδὲ βλεπομένοις μηδὲ βλέπουσι· παρὰ μέντοι τῷ θεῷ ἡ νὺξ ὡς ἡμέρα φωτίζεται, καταληπτῶν αὐτῷ τυγχανόντων τῶν ἐν σκότῳ καὶ νυκτὶ ὡς τῶν ἐν φωτὶ καὶ ἡμέρᾳ, ἐπείπερ ἡ νὺξ ὡς ἡμέρα ὑπ' αὐτοῦ τοῦ θεοῦ φωτίζεται. Ταῦτα δὲ πάντα τῷ ἑαυτοῦ προσώπῳ ὁ δίκαιος προσάπτει, διδάξαι προελόμενος τοὺς μὴ ὀρθὴν περὶ θεοῦ διάληψιν ε χοντας ο τι διαδράναι θεὸν οὐκ ε στιν. εἰσὶ γὰρ οἱ ταῦτα περὶ θεοῦ διανοούμενοι, ὡς αὐτὸν τὸν θεὸν εἰπεῖν Μὴ κρυβήσεταί τις ἐν κρυφαίοις, κἀγὼ οὐκ ο ψομαι αὐτόν; πᾶσι γὰρ ἐγγίζων θεός εἰμι καὶ οὐ θεὸς πόρρωθεν. ταύτης τῆς κακοδοξίας πατὴρ γέγονε Κάϊν εἰπὼν πρὸς θεὸν Εἰ ἐκβάλλῃς με ἀπὸ προσώπου τῆς γῆς σήμερον, καὶ ἀπὸ προσώπου σου κρυβήσομαι. καὶ ε τερος δὲ δι' ὑπερβάλλουσαν ἠλιθιότητα ἐν ἀφεγγεῖ καὶ ζοφερῷ οι κῳ καὶ νυκτὶ ἁμαρτάνων, Σκότος καλύπτει με πάντοθεν, ει πε, καὶ οἱ τοῖχοί με καλύπτουσι· τίς με ὁρᾷ; τῶν ἁμαρτιῶν μου οὐ μνησθήσεται ὁ υ ψιστος· μονονουχὶ λέγων ̓Επεὶ ἐν σκότῳ καὶ ε νδον τοῦ οι κου ἁμαρτάνω οὐδενὸς παρόντος, λανθάνω πάντας οὐδ' αὐτὸς ὁ υ ψιστος εἰδείη τὰς ἁμαρτίας μου. ̓Επίστησον δὲ εἰ καὶ περαιτέρω τῆς περὶ σκότους λέξεως γενόμενός τις δυνήσεται μυστήρια θεάσασθαι, ι ν' ῃ τῶν λεγομένων ἡ διαίρεσις τοιαύτη· α ρά γε δυνήσομαι θεὸν φυγεῖν πονηρὸς καὶ φαῦλος γεγονώς, ὡς ὑπὸ τὸ σκότος γενέσθαι ἐπὶ τῷ καταπατεῖσθαι ὑπ' αὐτοῦ; ἀλλὰ τοῦτο διανοηθεὶς εὐθέως ε γνων ο τι καὶ ἡ νὺξ φωτίζεται ἐν τῇ ἡμέρᾳ τουτέστι τοῦ λογικοῦ ζῴου τρυφῇ· εὐωχία γὰρ ἀληθῶς καὶ κατάλληλος τῷ λογικῷ ζῴῳ τρυφὴ ὁ ἐξ ἀρετῆς καὶ γνώσεως φωτισμός. κα ν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.