Fragmenta in Psalmos · §u59-rem-mid

Unit 59 rem mid

Rem mid: Unit 59; lemma continues; reading with the letter.

Greek

περὶ τοῦ πατρὸς μόνου ἀλλὰ καὶ περὶ τοῦ υἱοῦ ταῦτα λεκτέον κρατοῦντος πάντων τῶν δι' αὐτοῦ γεγενημένων καὶ ἐν αὐτῷ συνεστηκότων ω ν καὶ πρὸ πάντων ἐστίν· ο θεν καὶ ἐπ' αὐτοῦ τέτακται ἡ παντοκράτωρ προσηγορία ὡς ἐν Ζαχαρίᾳ τῷ προφήτῃ. Εἰ καί τινα ου ν ἐν οι ς καθορᾷ ὁ ὑψηλὸς κύριος ταπεινοῖς ὑψηλά ἐστι τῷ οὐρανίῳ η καὶ ε τι ὑπεραναβεβηκυίας φύσεως ει ναι, ἀλλ' ου ν γε καὶ ταῦτα ἀπὸ μακρόθεν γινώσκει πόρρω αὐτοῦ τυγχάνοντα τῇ τῆς ὑπάρξεως ἐξαλλαγῇ. 1208 Ps 137,8a Τούτῳ ο μοιον τὸ ἀποστολικὸν ε χον ου τως· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· οι δαμεν γὰρ τὸν εἰπόντα ̓Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 1209 Ps 137,8c Τουτέστιν ἡμᾶς τοὺς ἀνθρώπους μὴ παρίδῃς, ἀοράτων ἐχθρῶν φονικῶς διακειμένων καθ' ἡμῶν. 1210 Ps 138,3a Καθ' η ν προκόπτων τοῖς ε μπροσθεν ἐπεκτείνομαι, μέχρι φθάσω εἰς τὸ βραβεῖον τῆς α νω κλήσεως. 1211 Ps 138,5 Θαυμαστὸν δὲ οὐδὲν εἰ τὰ κατ' ἐμὲ πάντα ε γνως, φησί· καὶ γὰρ τὰ πάντα ἐπίστασαι οὐχ ἁπλῶς αὐτὰ θεωρῶν 254 ἀλλὰ καὶ τὰς ἀρχὰς καὶ τὰ τέλη αὐτῶν καὶ τὰς αἰτίας δι' α ς γέγονε καὶ τί περὶ αὐτὰς ε σται μετὰ τὴν κοσμικὴν ποικιλίαν. πάντων ου ν τὴν γνῶσιν ε χων πλάσας με, τὴν χεῖρά σου ἐπ' ἐμὲ ε θηκας, ι ν' ῃ πρῶθ' υ στερον τὸ λεγόμενον. θεὶς ἐπ' ἐμὲ τὴν χεῖρά σου χοῦν καὶ πηλὸν ο ντα ε πλασάς με α νθρωπον, ὡς ε καστον τῶν συνετῶν τοῦτο λέγειν Αἱ χεῖρές σου ἐποίησάν με καὶ ε πλασάν με, καὶ α λλως Μνήσθητι ο τι πηλόν με ε πλασας. ∆υνατὸν δὲ καὶ ου τω· πλάσας με σὺ οὐκ ἠρκέσθης τῷ πεποιηκέναι με, ἀλλὰ καὶ τὴν χεῖρά σου ἐπ' ἐμὲ ἐπέθηκας ἐπὶ τῷ βελτιοῦν καὶ φρουρεῖν με καὶ ὑψοῦσθαι ὑπ' αὐτῆς. ἀμέλει γοῦν ὁ τὴν δωρεὰν ταύτην ἐπιστάμενος καὶ ἑτέροις συμβουλεύει, Ταπεινώθητε, λέγων, ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ι να ὑψώσῃ ὑμᾶς ἐν καιρῷ, ω στε ὑπ' αὐτὴν ἠσφαλισμένων ὑμῶν μηδεμίαν ἐπήρειαν η ἐπιβουλὴν δύνασθαι γενέσθαι· Οὐδεὶς γὰρ ἁρπάζει ἐκ τῆς χειρὸς τοῦ πατρός. μόνους γὰρ τοὺς ἀπωσθέντας ἀπ' αὐτῆς διαπάσουσιν οἱ ἀόρατοι ἐχθροί. 1212 Ps 138,6 ̓Επιστήσας ὡς πάντων γνῶσιν ε χεις εἰς θαυμαστὸν η λθον. ἀλλ' εἰ καὶ ἐπιστήσας ἐθαύμασά σου τὴν γνῶσιν, ἀλλ' ου ν γε ε τι θέλοντός μου κατανοεῖν αὐτὴν ὑπὲρ ἐμὲ γεγενημένην κεκραταίωται, ὡς μὴ δυνηθῆναί με πρὸς αὐτήν. τούτῳ συνᾴδει τὸ ἐν τῷ ̓Εκκλησιαστῇ Ει πα Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ ὑπὲρ ο η ν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; ἀλλὰ καὶ ὁ Παῦλος τὰς αὐτὰς ἀφῆκε φωνὰς φάσκων Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. καὶ αὐτὸς ταῦτ' ει πεν, ἐπείπερ οὐ δύναται πρὸς τὴν γνῶσιν τοῦ θεοῦ κραταιωθεῖσαν ὑπὲρ αὐτόν. ∆ύναται καὶ τὸ ἐξ ἐμοῦ προσκείμενον δηλοῦν ο τι ἐξ ἐμοῦ καὶ τῶν κατ' ἐμὲ πραγμάτων θαυμαστὴ ἡ γνῶσίς σου ἀνεφάνη μοι· καθὸ κραταιωθείσης αὐτῆς οὐκέτι ἀντισχεῖν η προσβαλεῖν αὐτῇ δυνήσομαι. Εἰ δὲ καὶ περὶ γνώσεως θεοῦ, η ς αὐτὸς ε χει ὁ α γιος περὶ αὐτοῦ ὡς οι ός τέ ἐστι διαλαμβάνων, τὰ προκείμενα διαλέγεται, συνεπισκέψῃ. 1213 Ps 138,7.8 Θεολογήσας τὰ περὶ τοῦ προγνώστην ει ναι τὸν θεὸν καὶ πάντων ἐπιστήμην ε χειν καὶ σύνεσιν, μέτεισιν ἐπὶ τὸ πανταχοῦ ει ναι αὐτὸν εἰπεῖν. φησὶ γοῦν πρὸς αὐτὸν τὸν θεολογούμενον· Εἰ πνεῦμά σου πεπλήρωκε τὴν οἰκουμένην, ποῦ πορευθῆναι ἀπ' αὐτῆς δυνήσομαι; ἀλλ' ἐπεὶ καὶ τὸ πρόσωπόν σου ἐπισκοπεῖ καὶ ἐφορᾷ τὰ ο λα, ποῦ φυγεῖν ἀπ' αὐτοῦ δυνήσομαι; ἀνελθὼν γὰρ εἰς οὐρανὸν παρόντος σου λαμβάνων φαντασίαν· α ν εἰς τὸν ᾳ δην γένωμαι, συνόντα σε βλέπω. εἰ δὲ ἐν οὐρανῷ καὶ ἐν ᾳ δῃ ἡ παρουσία σου γνωρίζεται, καὶ ἐν τοῖς μεταξὺ χωρίοις δηλονότι τυγχάνεις· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος, ω ς φησιν ὁ προφήτης· ἀλλὰ καὶ ἐν αὐτῇ τῇ θαλάσσῃ τοῖς ζητοῦσί σε ἐμφανίζῃ, ὡς ἡ ἑπομένη παρίστησι λέξις. διὸ καὶ τῶν θεολόγων τις πρὸς ε καστον τῶν ἀκροωμένων ε φη Καὶ γνώσῃ τῇ διανοίᾳ ο τι ὁ θεὸς ἐν τῷ οὐρανῷ α νω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ε στιν ε τι πλὴν αὐτοῦ. παρίστησι δὲ πανταχοῦ οὐ τοπικῶς διατρίβων ἀλλὰ δημιουργικῶς καὶ προνοητικῶς τοῖς πᾶσιν ἐπιχωριάζων. ει ρηται γοῦν περὶ τοῦ μονογενοῦς λόγου ὡς α ρα πάντα ἐν αὐτῷ συνέστηκεν· εἰ δ' ἐν αὐτῷ συνέστηκε τὰ πάντα, οὐδὲν τῶν ἐν αὐτῷ συνεστηκότων ἀπολείπεται αὐτοῦ. Μανθάνομεν δὲ καὶ ἐκ τῶν προκειμένων τὴν τριάδα θεολογουμένην. πνεῦμα γὰρ θεοῦ τὸ α γιον πνεῦμα πολλάκις ει ναι ἀποδέδεικται καὶ πρόσωπον αὐτοῦ, ὁ μονογενὴς αὐτοῦ υἱὸς εἰκὼν τυγχάνων αὐτοῦ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.