Fragmenta in Psalmos · §u59-rem-early

Unit 59 rem early

Rem early: Unit 59; lemma and argument toward the thesis.

Greek

λόγων παραπικραίνοντας τοὺς τῆς ἀληθείας ἐχθροὺς καὶ ἐπὶ τῇ πρὸς τὸ ἀπατᾶν παρασκευῇ λαλεῖσθαι καὶ βεβοῆσθαι θέλοντας καὶ πειράζειν καὶ παροργίζειν σκοπὸν ε χοντας; ̓Αλλὰ καὶ ἐπεὶ Βασὰν αἰσχύνη ἑρμηνεύεται σύμβολον ου σα τῆς καταισχυνούσης τοὺς πράττοντας κακίας, ἀκολούθως καὶ ὁ ταύτης βασιλεὺς Ωγ σὺν τῷ Σηὼν βασιλεῖ τῶν ̓Αμορραίων πατάσσεται καὶ ἀποκταίνεται, ο πως δοθῇ τῷ ̓Ισραὴλ ἡ γῆ αὐτῶν, η ν κακῶς ἐκράτουν σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς ε ξεως περὶ τὴν τῶν πραγμάτων διατρίβοντες φύσιν δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλὰ ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ αὐτῶν εἰς κατάσχεσιν τῷ ̓Ισραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτήν, δοῦλος γνήσιος τοῦ πάντων αἰτίου τυγχάνων. 1202 Ps 135,23.24 Καὶ ταπεινωθέντων δὲ ἡμῶν δι' ἀτυφίαν, μνημονεύει ἡμῶν καὶ λυτροῦται ἡμᾶς. 1203 Ps 137,2 Γίνεταί μοι ἡ ἐξομολόγησις ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ἐπείπερ πολλάκις ἐλεηθεὶς καὶ θεωρήσας τὴν φωτισθεῖσάν μοι παρὰ σοῦ ἀλήθειαν ἐρρύσθην πάσης κακίας καὶ τῆς συγγενοῦς αὐτῆς ἀπάτης, τοῦ ἐλέους σου α φεσίν μοι ἁμαρτημάτων παρέχοντος, τῆς δὲ ἀληθείας σου ἐκτός με πλάνης πάσης ποιούσης. ἀλλ' ἐπείπερ τὸ δοθέν μοι παρὰ σοῦ λόγιον ἐμεγάλυνας ἐξαρτήσας αὐτὸ τῆς σῆς προσηγορίας ὡς σὸν χρηματίσαι λόγιον, προσκυνήσω πρὸς ναὸν τὸν α γιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου, χάριν ὁμολογῶν ἐπὶ τῷ μεγαλύνεσθαί μοι τὸ λόγιόν σου· τότε γὰρ μεγαλύνεταί μοι, ο ταν προκόπτων κατ' αὐτὸ ἐπὶ τὸ τελειωθῆναι ἐπείγομαι. 1204 Ps 137,2δ Φέρεται καὶ ἑτέρα γραφὴ λέγουσα Οτι ἐμεγάλυνας ἐπὶ πάντας τὸ ο νομα τὸ α γιόν σου. πότε δὲ πληροῦται τοῦτο, η ο ταν ἐν 253 τῷ ὀνόματι ̓Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πάσης γλώσσης ἐξομολογουμένης ο τι κύριος ̓Ιησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός, ἀπαγγέλλοντος τοῦ υἱοῦ τὸ τηνικαῦτα τὴν πατρὸς προσηγορίαν τοῖς γεναμένοις αὐτοῦ ἀδελφοῖς· μόνος γὰρ ου τος ἐλήλυθεν ἐν ὀνόματι τοῦ πατρός, ι να μεγαλυνθῇ ἐπὶ πάντας τὸ ο νομα τὸ α γιον τοῦ θεοῦ. Μανθάνομεν λέγειν ἐν εὐχῇ ̔Αγιασθήτω τὸ ο νομά σου. ω σπερ δὲ τὸ ἁγιαζόμενον ο νομα τοῦ θεοῦ οὐκ ἐκ βεβήλου α γιον γίνεται ἀλλ' ἀποδεικνύμενον τοιοῦτον τυγχάνει, ου τως οὐ κατ' αυ ξησιν μεγαλύνεται ὡς ἐκ μικροῦ μέγα γενέσθαι, ἀλλὰ φανερουμένης τῆς μεγαλειότητος αὐτοῦ. 1205 Ps 137,3 ̔Ο ἀδιαλήπτως προσευχόμενος καὶ τοῦτο ἐνεργῶν πνεύματι καὶ νῷ, Προσεύξομαι, λέγων, πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ, ἐφ' ἑκάστης ἡμέρας ε χει θεὸν ὑπακούοντα, ὑπὲρ ου γέγραπται Εὐχαῖς δὲ δικαίων ὑπακούει, καὶ ̓Οφθαλμοὶ κυρίου ἐπὶ δικαίοις καὶ ω τα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ευ χεται δὲ θεὸν ε χειν κηδεμόνα οὐκ ὀλιγωροῦντα οὐδὲ καταφρονοῦντα αὐτοῦ ἀλλὰ πολυωροῦντα αὐτὸν ἐν τῇ προνοητικῇ αὐτοῦ δυνάμει. 1206 Ps 137,4.5 ∆ιὰ τὸ φρονεῖν τὰ ἐπίγεια καὶ ζητεῖν τὰ κάτω καὶ πρόσκαιρα χρηματίζοντες Λαοὶ τῆς γῆς, περὶ ω ν ἡ προφητεία ἐνταῦθά φησιν τὴν δ' αἰτίαν τοῦ θέλειν με αὐτοὺς πάντα τὰ ῥήματα τοῦ στόματός σου α ἐλάλησας ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις περὶ τῆς κλήσεως αὐτῶν–εἰ γὰρ καὶ μὴ ἀκροαταὶ τῶν σῶν λογίων εἰσίν, ἀλλ' ου ν δυνάμει ο σον ἐπὶ τῷ προεγνῶσθαι αὐτῶν τὴν πίστιν η κουσαν αὐτά. διὸ καὶ βούλομαι φθάσαι ἐπ' αὐτοὺς τῷ ᾳ δειν ἐμμελῶς καὶ μουσικῶς ἐν ταῖς ὁδοῖς σου η τοι ταῖς γραφαῖς, α ς ὁδεύων τις διὰ μελέτης καὶ ε ξεως συνεχοῦς ᾳ δειν ἐν αὐταῖς ἀπαγγέλλων τὰς ἐξ αὐτῶν νοήσεις. Εἰ δὲ καὶ τὰς ἀρετὰς ὁδοὺς κυρίου λέγει τις, καὶ ταύτας τις ὁδεύων ᾳ δει ἐπινικίους ᾠδὰς κατὰ τῶν πάλαι τὴν κακίαν ἐνεργούντων ἐν αὐτοῖς. η ᾳ δει ἐν ταῖς ὁδοῖς κυρίου ὁ περὶ ἑκάστης ἐνεργείας ἐναρέτου λόγον ε χων ἀποδοῦναι, δι' αὐτῶν τῶν κατ' αὐτὰς πράξεων φωνὴν ἐμμελῆ ἀφιείς. Ταῦτα δὲ πάντα κατορθωθήσεται, ἐπείπερ καὶ μεγάλη ἡ τελεσιουργοῦσα ταῦτα κυρίου δόξα, περὶ η ς λέγεται πρὸς τὴν ̔Ιερουσαλὴμ Καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκε, καὶ τὸ Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἐπείπερ ὀφθήσεται ἡ δόξα κυρίου. τίς δ' α ν ει η αυ τη η ὁ σωτήρ, ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ὑπάρχων; Φέρεται ἀντὶ τοῦ Λαοὶ Βασιλεῖς ου τως· ̓Εξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς. καὶ συμφωνίαν γε ε χουσιν ἀμφότεραι αἱ λέξεις τῷ ἐπὶ τῷ βασιλεύειν κεκλῆσθαι τοὺς ἐξομολογουμένους τῷ κυρίῳ λαοὺς ἐσομένους βασίλειον ἱεράτευμα καὶ ε θνος α γιον· ο θεν καὶ πρός τινος αὐτῶν γράφεται Καὶ ο φελόν γε ἐβασιλεύσατε, ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 1207 Ps 137,6 Οὐ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.