Unit 60 rem close
Rem CLOSEOUT: Unit 60 CLOSEOUT.
Greek
τιμωρία διαφθορά, παρίσταται ἐκ τοῦ Τῇ διαφθορᾷ σου, ̔Ιερουσαλήμ, τίς βοηθήσει; ο τι δὲ καὶ ἡ χειρίστη διάθεσις, ἐκ τοῦ Ενεκεν ἀκαθαρσίας διαφθαρήσεται φθορᾷ, ὡς δηλοῦται ἐκ τοῦ Φθείρουσιν η θη χρηστὰ ὁμιλίαι κακαί. 1227 Ps 139,13.14 Κρίσιν δέ φησι τὴν ἐξέτασιν τῶν πράξεων καὶ προθέσεων, δίκην δὲ τὴν ἀνταπόδοσιν τοῦ κατ' ἀξίαν. εἰ δὲ καὶ ἐκ παραλλήλου τὸ αὐτὸ ὑποκείμενον ὑπ' ἀμφοτέρων τῶν λέξεων σημαίνεται, καὶ αὐτὸς ἐξέτασον. τὰ δ' αὐτὰ ῥητέον καὶ περὶ πτωχοῦ καὶ πένητος· η τοι γὰρ κατὰ τοῦ αὐτοῦ ἀμφότερα τὰ ὀνόματα λαβεῖν δεῖ η κατὰ διαφόρων πραγμάτων, ὡς πτωχὸν μὲν ει ναι τὸν σφόδρα πλούτου ἀποπεσόντα (Πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν), πένητα δὲ τὸν μήπω ἐκ περιουσίας ἀλλ' ἐκ τοῦ πονεῖν ε χοντα τὰ ἀναγκαίως πρὸς τὸ ζῆν συντείνοντα. ̓Εξομολογοῦνται δὲ οἱ δίκαιοι η τοι ο τι ἐκτὸς αὐτοὶ τοῦ τοιούτοις ὑποπεσεῖν γεγένηνται η ο τι οἱ προσπολεμήσαντες καὶ πολλὰ πορθήσαντες αὐτοὺς ὑπεβλήθησαν τοῖς ἐπιπόνοις κρίσει καὶ δίκῃ θεοῦ. πρὸς δὲ τὸ ἐξομολογεῖσθαι τοὺς δικαίους οἱ εὐθεῖς, α λλοι τῶν δικαίων ο ντες, κατοικήσουσιν ἐν τῷ προσώπῳ κυρίου, ου τῷ ὀνόματι ἐξομολογήσαντο οἱ δίκαιοι. α λλους δὲ τῶν δικαίων τοὺς εὐθεῖς ει πον οὐ πάντως τῇ ὑποστάσει, ἀλλ' ε στιν ο τε τῇ ἐπινοίᾳ μόνον, δικαίου μὲν ο ντος τοῦ κατορθοῦντος τὰς ἠθικὰς ἀρετάς, εὐθοῦς δὲ τοῦ τὴν θεωρίαν τῆς ἀληθείας ἐσχηκότος. η τάχα δίκαιος ει ναι δύναται ὁ ο πως ποτὲ πράττων τὰ ἐπαινετά, πλὴν ὁ μὲν πρακτικὸς τῶν δικαίων ἐξομολογεῖται τῷ ὀνόματι τοῦ θεοῦ, ὁ δὲ εὐθὴς κατοικεῖ διὰ θεωρίας ἐν τῷ προσώπῳ τοῦ θεοῦ πόλιν καὶ οἰκίαν αὐτὸ κεκτημένος. πρόσωπον δὲ θεοῦ ἀποδέδεικται ὁ χαρακτὴρ τῆς ὑποστάσεως, αὐτοῦ κατοικοῦντος ἐν τούτῳ τῷ προσώπῳ παντὸς περὶ ου λέγεται Ει τις ἐν Χριστῷ, καινὴ κτίσις. Εἰ δὲ ει η τὸ Κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου, ἐξηγητέον ου τως· ε νθα τὸ πρόσωπόν σου οἰκήσουσι καὶ οἱ εὐθεῖς, οὐκ ἐξερχόμενοι κατὰ τὸν Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ η φεύγοντες αὐτὸ κατὰ τοὺς περὶ ω ν ει ρηται Καὶ ε φυγεν ο τε ̓Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ. Η ου τως· ο σοι εὐθεῖς τυγχάνουσι σῴζοντες τὸ κατ' εἰκόνα καὶ ὁμοίωσίν σου σύμμορφοι γεγονότες τῆς εἰκόνος τοῦ υἱοῦ σου, σὺν τούτῳ κατοικοῦσιν, ε νθα α ν ὁ υἱός σου τυγχάνῃ, πληρουμένου τοῦ περὶ τῶν τοιούτων ὑπὸ τοῦ σωτῆρος εἰρημένου Θέλω ι να ο που εἰμὶ ἐγὼ καὶ αὐτοὶ ω σι μετ' ἐμοῦ, ι να θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. τοῦ δὲ ε νθα καὶ ο που θεοπρεπῶς ἀλλ' οὐ τοπικῶς ἀκουστέον. 1228 Ps 140,2b Ταύτην τὴν θυσίαν προσάγει ὁ τῷ τετελειῶσθαι φθάσας ἐπὶ τὴν ἑσπέραν, τὸ πρωῒ θύοντος τοῦ τὰς αἰσθητὰς προσάγοντος κατὰ νόμον θυσίας. μεσημβρίᾳ δὲ μετὰ τοῦτον θύει ὁ μαθὼν τὸ ὑπὸ τοῦ κυρίου λεγόμενον Ελεον θέλω η θυσίαν, ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. ἐπὶ πᾶσι δὲ προσακτέον ἑσπερινὴν θυσίαν τὴν τῶν προειρημένων χειρῶν ε παρσιν. 1229 Ps 140,3.4 Ει ρηταί που ̔Ο προπετὴς χείλεσιν ἐγγίζει συντριβῇ, καὶ ̓Ανὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. ι ν' ου ν κἀγὼ μὴ παραπέσω τούτοις, Θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. πεποίηκα γὰρ τὰ ἐπ' ἐμοὶ πάντα, πεισθεὶς τῇ 260 προτροπῇ τοῦ εἰπόντος Τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν. οὐ πᾶσι γὰρ τὸ λαλεῖν ω σπερ οὐδὲ τὸ σιωπᾶν συμφέρει· τῷ γὰρ δυναμένῳ ἀνοίγειν τὸ στόμα λόγῳ θεοῦ οὐ καθήκει σιωπᾶν, τῷ δὲ προφερομένῳ ῥῆμα ἀργὸν καὶ τοὺς καταδικάζοντας λόγους πρὸς ἀγαθοῦ ε σται ἡ σιωπή. οι δε διαφορὰν τῶν σιωπὴν ἀγόντων ὁ λέγων Εστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ Εστι σιωπῶν, οὐ γὰρ ε χει ἀπόκρισιν, καὶ ε στι σιωπῶν εἰδὼς καιρόν. ὁ γὰρ ἐπιστήμην ε χων καιροῦ τοῦ εἰπεῖν καὶ καιροῦ καθ' ο ν οὐ δεῖ τι λέγειν αἰτήσοιτο φρουρὰν καὶ θύραν τῷ στόματι καὶ τοῖς χείλεσιν αὐτοῦ ὑπαρχθῆναι θεόθεν, ο πως μηδὲν ἀκαίρως προφέρῃ· καὶ ὁ μὴ ε χων πρὸς τὰς προαγομένας ἐρωτήσεις ἀποκρίνασθαι παρακαλείτω, ο πως ἐχέθυμος ει ναι πρὸς θεοῦ ἀποδειχθεὶς μὴ ε τερα ἀνθ' ἑτέρων ἀποκρίνεσθαι· ε τι μὴν καὶ ὁ διὰ τοῦ σιωπᾶν εὑρισκόμενος σοφὸς βεβαίωσιν ἐκ θεοῦ ἀπαιτείτω τῇ σιωπῇ καθ' η ν εὑρίσκεται σοφός. Καὶ ἐπεὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι α νθρωποι προφάσεις πλάττουσιν ἀπολογούμενοι δῆθεν ὑπὲρ ω ν ἐνεργοῦσι κακῶς, ἐγὼ ὁ περὶ πολλῶν παρακαλέσας σε, ω δέσποτα, ἀξιῶ καὶ ὑπὲρ τοῦ μὴ εἰς τοιαύτην διάθεσιν ἐλθεῖν, ω στε ἁμαρτάνοντα εἰς λόγους πονηρίας ῥέπουσαν ε χειν τὴν καρδίαν ἐπὶ τῷ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.