Unit 60 rem mid
Rem mid: Unit 60; lemma continues; reading with the letter.
Greek
α νθρωπος γὰρ πονηρὸς καὶ ἐχθρὸς ὁ διάβολος πολλάκις ει ρηται. ἀλλὰ καὶ ὁ τῷ βουλήματι αὐτοῦ ὑπηρετούμενος ἀντίχριστος α ν ῥηθείη. 1221 Ps 139,5.6 Χεὶρ ἁμαρτωλοῦ ἡ ἁμαρτητικὴ πρᾶξις ἀφ' η ς φυλαχθῆναι θεοῦ φρουροῦντος ευ χεται. καὶ πρὸς τούτοις ἀξιοῖ, ι να καὶ ἀπὸ τῶν ἀδικεῖν αὐτὸν τῇ προαιρέσει βουλομένων ἀνθρώπων ῥυσθῇ, ἐπείπερ διελογίσαντο διὰ λόγων καὶ ἐνθυμημάτων ἀπατηλῶν ὑποσκελίσαι τὰ διαβήματα τῶν ἐν τῷ προκόπτειν διαβαινόντων ἐπὶ τὰ κρείττω. ∆υνατὸν ἐν τούτοις ἐκλαμβάνειν ἁμαρτωλὸν τὸν διάβολον, ἀνθρώπους δὲ ἀδίκους η τοι τοὺς πονηροὺς ἀγγέλους αὐτοῦ η εἰς ου ς ἐνεργεῖ ἀνθρώπους εἰς τὸ ψυχὰς ἀδικεῖν. ου τοι δ' α ν ει εν καὶ ὑπερήφανοι σοφίαν ε χοντες ἀπατηλήν, η ν οὐ προφανῶς προφέρουσιν ἀλλὰ κρύπτουσιν αὐτὴν ὡς παγίδα ὑπὸ τοὺς σοφιστικοὺς αὐτῶν λόγους. ἀλλὰ καὶ σχοινία η τοι τὰς πολυπλόκους αὐτῶν πονηρίας η τοὺς συντιθεμένους καὶ περιπλεκομένους ὑπ' αὐτῶν σοφιστικοὺς λόγους διατείνουσιν ἐπὶ τῷ συλλαβεῖν τοὺς πόδας τῶν ὀρθῶς βαδιζόντων, λογιζόμενοι διὰ τούτων τῶν σχοινίων ὑποσκελίσαι τὰ διαβήματα τῶν ἀπροοράτως ἐχόντων α τιθέασι καὶ ἐχόμενα η ς τις ε τριψεν ὁδοῦ. Προσκόμματα α καὶ σκάνδαλα ει πε λογισμοὶ δέ εἰσιν ου τοι ὑποβαλλόμενοι τοῖς καλῶς καὶ κατ' ἀρετὴν ὁδεύειν προαιρουμένοις. ἀλλ' ὁ γνοὺς ἑαυτὸν ο τι οὐκ αὐτάρκης ἐστὶ πρὸς τὸ ἀβλαβὴς ἀπὸ τῶν τοσούτων διαμεῖναι πρὸς θεὸν καταφεύγων δύναμιν ἀπαιτεῖ· διὸ καὶ ἀπαγγέλλει τὰ περιεστηκότα αὐτόν. 1222 Ps 139,7.8 ̔Ο οἰκειωθεὶς πράξει καὶ φρονήσει πρακτικῶς ἐρεῖ αὐτῷ Θεός μου ει σύ, καὶ ἀξιοῖ, ο πως ἐνωτίσηται τὴν φωνὴν τῆς δεήσεως αὐτοῦ δεχόμενος αὐτὴν εἰς τὰ ω τα αὐτοῦ. καὶ γὰρ ἀληθῶς φησιν Ω τοῦ παντὸς κύριε, κἀμοῦ κύριος ει δουλεύοντός σοι· ο θεν καὶ δύναμις τῆς σωτηρίας μου ει . τῆς γὰρ ἀληθῶς καὶ ἁπτομένης σωτηρίας τοῦ ε σω ἀνθρώπου δύναμις ὑπάρχεις τῷ ἀμήχανον σωτηρίας ε χειν μὴ γενόμενον ἐν σοί. σῴζεται δέ μοι ὁμοιότης κατ' εἰκόνα καὶ ὁμοιότητα τὴν σὴν γεγενημένῳ τοῦ μετασχεῖν τῆς σῆς ἁγιότητος δι' η ν καὶ σωτηρίαν ε ξω. καὶ αὐτὸ δὲ τὸ εὐαγγέλιον δύναμις θεοῦ εἰς σωτηρίαν πρὸς τοῦ ἀποστόλου γράφεται τῷ τὸν ἐν τῷ εὐαγγελίῳ γενόμενον η δη τὴν δύναμιν τῆς σωτηρίας ε χειν, η ν σχοίη καὶ κατ' ἐνέργειαν εὐαγγελικῶς φρονῶν καὶ πολιτευόμενος. Τυγχάνων δὲ δύναμις τῆς σωτηρίας μου, ω δέσποτα, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου, ἐπὶ τὴν νοητὴν κεφαλήν μου. πείσομαι γοῦν οὐδὲν χαλεπὸν ὑπὸ τῶν ἀοράτως πολεμούντων ἐχθρῶν ἐν τῇ ἡμέρᾳ, τουτέστιν ἐν τῇ παρεκτάσει τῇ χρονικῇ τοῦ βίου τούτου. μαρτυρία τοῦ νοητὴν ει ναι κεφαλὴν τὸ Εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου, καὶ Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. 1223 Ps 139,9a ̔Ο ἁμαρτωλὸς διάβολος παραλαμβάνει τοὺς ἀποτελοῦντας τὴν ἁμαρτίαν, ἐξ αὐτοῦ τοῦ ποιεῖν τὸ κακὸν ὑποχειρίους αὐτοὺς ε χων. α δηλον δὲ εἰ καὶ τῶν ἐπιθυμίᾳ τινὶ τῶν αἰσχρῶν γεγενημένων κρατεῖ. εἰ γάρ τις ἐξελκυσθείη ἐκ τῆς ἐπιθυμίας ἐπὶ πρακτικὴν ἁμαρτίαν, εὐθὺς ὑπ' αὐτῷ γίνεται· εἰ δ' ἐμβλέψας γυναικὶ πρὸς ἐπιθυμίαν ἐπισχοίη λογισμῷ τὴν ο ρεξιν ω στε μηδὲν ἐπιτελέσαι τῶν ὀρεκτῶν, οὐ γενήσεται πρὸς τὸν προκείμενον ἁμαρτωλόν. ευ χεται τοίνυν τῷ κυρίῳ ἀπὸ μόνης ἐπιθυμίας μὴ προσπαραλαβούσης τὴν πρᾶξιν τοῦ ὀρεκτοῦ μὴ παραδοθῆναι τῷ ἁμαρτωλῷ μηδὲ περαιτέρω χωρεῖν νικηθέντα ὑπ' αὐτῆς ἀλλ' ἀεὶ κωλύειν τῷ παρὰ σοῦ βελτίονι λογισμῷ. Λεκτέον δὲ καὶ ου τως· ἐπεὶ δικαίῳ τυγχάνοντί μοι πᾶσα ἀγαθὴ ἐπιθυμία πάρεστι, μὴ τοιοῦτος γενοίμην ὡς ἀπὸ τῆς τοιαύτης ἐπιθυμίας ἐκπεσεῖν καὶ παραδοθῆναι τῷ ἁμαρτωλῷ ἁμαρτητικῶς ἐνεργηκότα. 1224 Ps 139,9b Ινα μὴ κατ' 259 ἐμοῦ πολλὰ διαλογισάμενοι δυνηθῶσι, μὴ ἐγκαταλείψεις με φυλάττων με ἐν σκέπει τῶν πτερύγων σου καὶ ὑπὸ τὴν χεῖρα τὴν κραταιάν σου, ἀφ' η ς οὐδεὶς δύναται ἁρπάσαι η ἐπαρθῆναι ἀλαζονικῶς κατ' ἐμοῦ ὡς ἁλόντος ὑπ' αὐτοῦ. 1225 Ps 139,12a Γλωσσώδη τὸν μάχιμον καὶ λοίδορον ε οικε λέγειν. οὐδεὶς γὰρ τῶν τοιούτων ο σον ἐστὶν ἐν τῇ γεώδει προαιρέσει κατευθυνθῆναι δύναται, ἀεὶ στρεβλούμενος ἐκ τοῦ μάχιμος ει ναι· φιλαμαρτημόνων γὰρ τῷ χαίρειν μάχαις καὶ υ βρεσι καὶ λοιδορίαις. διὸ καὶ τὸ κατευθύνεσθαι ὑπὸ ἀρετῆς οὐ δυνατὸν ε χειν τὸν τοιοῦτον. 1226 Ps 139,12b Αδικος δὲ λέγεται ὁ κατὰ πάντα φαῦλος. διαφθορὰν δὲ τάχα τὴν χειρίστην ε ξιν λέγει εἰς η ν θηρεύουσιν αἱ πολλαχῶς ἐπιτελούμεναι κακαὶ πράξεις. ο τι δὲ ἡ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.