Fragmenta in Psalmos · §u60-rem-early

Unit 60 rem early

Rem early: Unit 60; lemma and argument toward the thesis.

Greek

γραφήσονται· σοῦ πάντα ἐν πᾶσι γινομένου καὶ σκότους παντὸς καὶ λύπης καὶ ὀδύνης καὶ στεναγμοῦ ἐκ ποδῶν γινομένου, ἐν ἡμέρᾳ φωτεινῇ ε σονται ἐκλάμψαντες ὡς ὁ η λιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑαυτῶν. ο θεν ει ρηται τὸ ̔Ημέρας πλασθήσονται, οὐκέτι σκοτίας τῆς πλάσεως αὐτῶν ου σης σπειρομένων ἐν 257 φθορᾷ καὶ ἐν ἀτιμίᾳ ἀλλὰ φωτεινῆς καὶ ἐν ἡμέρᾳ συνισταμένης ἐγειρομένων ἐν ἀφθαρσίᾳ καὶ δόξῃ. ̓Αλλ' ἐπεὶ ου τως ἡμέρας πλασθέντων αὐτῶν καὶ ἐπὶ τὸ βιβλίον τοῦ θεοῦ γραφέντων πάντα ἐν πᾶσιν ὁ θεὸς ε σται, ἐν αὐτοῖς οὐδείς ἐστι τῶν πονηρῶν καὶ τοῦ ἐξευτελίζεσθαι ἀξίων. η τάχα ε νθα τὸ πλῆθος καὶ ὁ τίς καὶ οὐδείς· ο ταν διὰ πολλὴν τελειότητα καὶ εἰς ε ν καὶ ταὐτότητα ἀποκαταστάντων ἀριθμὸς μηκέθ' ὑπάρχῃ καταντησάντων πάντων εἰς τὴν ἑνότητα τοῦ πνεύματος, ὁ τίς καὶ ὁ οὐδεὶς οὐκέτι ε σται ἐν αὐτοῖς. Φέρεται γραφὴ ε χουσα Τὸ ἀκατέργαστόν μου ι δοσαν οἱ ὀφθαλμοί σου. νοηθείη δὲ καὶ αὐτὴ ὡσαύτως τῷ Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, ἀντὶ τοῦ Τὸ ἀκατέργαστον τῶν λογισμῶν μου· πρὶν ἐπιτελέσθαι τι οἱ πάντα τὰ κρυπτὰ ὁρῶντες ὀφθαλμοί σου ει δον. πλήρη δὲ τῶν τοιούτων τὰ Εὐαγγέλια. 1218 Ps 138,17.18a Φίλοι δὲ τοῦ θεοῦ εἰσιν, ἐκ πίστεως καὶ ἀρετῆς γεγενημένοι. ει ρηται γοῦν περὶ τοῦ ̓Αβραὰμ ̓Επίστευσε δὲ ̓Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰςδικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη· καὶ περὶ Μωυσέως φησὶν Οτι ἐλάλησεν αὐτῷ ὁ θεὸς στόμα κατὰ στόμα ἐνώπιος ἐνωπίῳ, ὡς ει τις λαλῆσαι πρὸς τὸν ἑαυτοῦ φίλον. ἀλλὰ καὶ ε καστος τῶν προφητῶν ου τω φίλος τοῦ θεοῦ γέγονε. καὶ πρὸς τοὺς ἀποστόλους γοῦν (ταύτην ε χουσι τὴν φιλίαν) ̓Ιησοῦς λέγει ̔Υμῖν λέγω τοῖς φίλοις μου. τούτων δὲ καὶ αἱ ἀρχαί, α ς παρὰ τοῦ βασιλέως Χριστοῦ ε σχον ἐξουσίαν λαμβάνοντες ἐπάνω δέκα πόλεων η ἐπάνω πέντε πόλεων, λίαν κραταιοί εἰσιν α τε Χριστῷ συμβασιλεύοντες. ̔Ρηθεῖεν δ' α ν καὶ κατ' α λλο σημαινόμενον αἱ ἀρχαὶ αὐτῶν κραταιαὶ αἱ αἰτίαι καθ' α ς εἰσι φίλοι θεοῦ. ου τοι δὲ οἱ λίαν τιμηθέντες φίλοι τοῦ θεοῦ διὰ πλῆθος θεωρημάτων καὶ ἀγαθῶν ἐνεργειῶν ω ν ε χουσιν ὑπὲρ α μμον πληθυνθήσονται, τουτέστιν ὑπὲρ τὰ αἰσθητὰ καὶ σωματικά. ἐπεὶ γὰρ οἱ τῶν ὑλικῶν ἑταῖροι περὶ τὴν α μμον η ὑπὸ ταύτην τυγχάνουσιν ὡς τὸν θεμέλιον τῆς οἰκοδομῆς αὐτῶν ῥᾷστα καταπεσουμένης ἐπὶ ταύτης ἱδρῦσθαι η ὑπὸ ταύτην κατορύσσεσθαι, ω ν σύμβολον φέρει ὁ ὑπὸ Μωυσέως παταχθεὶς Αἰγύπτιος ὑπὸ τὴν α μμον χωσθείς, ἀνάγκη τοὺς ὑπερκόσμιον διάθεσιν λαμβάνοντας ὑπὲρ τὴν α μμον ει ναι ἀξίους τοῦ ἀριθμεῖσθαι παρὰ θεοῦ ὑπάρχοντας. 1219 Ps 138,21.22 Τοῦ αὐτοῦ α ν ει η καὶ τὸ ἀποδέχεσθαι καὶ τιμᾶν τοὺς φίλους τοῦ θεοῦ καὶ μισεῖν τοὺς μισοῦντας αὐτὸν καὶ ἐχθροὺς λογίζεσθαι τῷ ἀσεβῆ καὶ α θεα περὶ θεοῦ φρονεῖν. πῶς γὰρ οὐκ ἐχθροὶ θεοῦ οἱ διαστρέφοντες ἀπὸ τῆς ἀληθείας τοὺς ἀπατωμένους, τοῦ θεοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Τέλειον δὲ μῖσός ἐστι κατὰ τῶν τοιούτων, ο ταν μὴ α λλου χάριν ἀλλ' η τοῦ ἐχθροὺς αὐτοὺς ει ναι τοῦ θεοῦ μισεῖ τις αὐτούς. καὶ ω σπερ τελείαν ἀγάπην τις ε χει πρὸς τὸ ἀγαθὸν μὴ α λλου του χάριν ἀλλ' αὐτοῦ ε νεκα ποθῶν αὐτό, ου τως ὁ μισῶν διαφόρους θεοῦ μὴ α λλου του χάριν ἀλλ' η ο τι ἐχθροὶ τοῦ θεοῦ εἰσιν, ἐκτηκόμενος ἐπ' αὐτοῖς κατὰ τὸν λέγοντα προφήτην Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι ἀνθ' ω ν κατέλιπόν σε οἱ υἱοὶ ̓Ισραήλ. 1220 Ps 139,2–4 Ανθρωπος πονηρὸς ὁ δολερὸς καὶ ἀπατεών ἐστιν, ἀνὴρ δὲ α δικος ὁ τοῦτον ὑπεραναβεβηκὼς ἐν κακίᾳ ὡς διὰ τοῦ πανουργεύεσθαι καὶ ῥᾳδιουργεῖν ἀδικεῖν σπεύδειν τὴν λογικὴν φύσιν ἐξ ἀρετῆς εἰς κακίαν πανουργίᾳ τινι πειρώμενος μεταβιβάζειν. ἀπ' ἀμφοτέρων σωθῆναι βουλόμενος ὁ τὰ προκείμενα φάσκων θεὸν παρακαλεῖ, ἐπείπερ κατ' αὐτοῦ ἀδικίαν ἐλογίσαντο κρύπτοντες αὐτὴν ἐν καρδίᾳ ἑαυτῶν, ο πως διὰ τοῦ λανθάνειν ο τι εἰσὶ τοιοῦτοι παγιδεῦσαι αὐτὸν δυνηθῶσι πολεμίως καὶ ἀντικειμένως πρὸς αὐτὸν ἱστάμενοι δι' ο λου τοῦ χρόνου τῆς ζωῆς αὐτοῦ. διὸ ει ρηται Ολην τὴν ἡμέραν παρετάσσοντο πολέμους, οὐδένα καιρὸν εἰρήνης καὶ ἀναπαύσεως ε χοντες ἀντὶ ξίφους ἀκονήσαντες τὴν γλῶσσαν ἑαυτῶν ἐπὶ τῷ ἀπατηλὸν καὶ τρῶσαι δυνάμενον λόγον προφέρειν μιμήσει τῇ πρὸς 258 τὸν ο φιν τὸν φθείραντα τὴν Ευ αν ἐν τῇ πανουργίᾳ ἑαυτοῦ. ο θεν καὶ ὑπὸ τὰ χείλη ἑαυτῶν, τουτέστι τὴν προφοράν, δηλητηρίῳ ἐοικότα ε χουσι νοήματα ὑποβληθέντα αὐτοῖς ὑπὸ δυνάμεων πονηρῶν διὰ τὸ βλαπτικὸν καὶ ἰῶδες ἀσπίδων καλουμένων. ∆υνατὸν δὲ καὶ περὶ διαβόλου καὶ τῶν α λλων ἀοράτων ἐχθρῶν ἐκλαβεῖν ταῦτα·

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.