Unit 61 rem close
Rem CLOSEOUT: Unit 61 CLOSEOUT.
Greek
σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. οὐδεὶς γὰρ τῶν ἐν ο ψει θεοῦ καὶ ἐχόντων πνεῦμα εὐθὺς ἀποβάλλεται ἁμαρτάνων ἀλλ' ὁ ἐπιτείνων τὸ ἁμαρτάνειν ὡς ε ξιν χειρίστην συγκροτῆσαι· τότε γὰρ ἐκβληθήσεται ὁ τοιοῦτος τοῦ θεϊκοῦ προσώπου καὶ ἀφαιρεθείη τοῦ ἁγίου πνεύματος. ο μως δὲ εἰ καὶ μὴ γυμνοῦται ὁ ου τως ε χων τοῦ πνεύματος, ἀλλ' ου ν λυπεῖ αὐτὸ παρὸν διὰ τοῦ ἁμαρτάνειν. 1240 Ps 142,8a ̓Εν ἀρχῇ τῆς ὑπὸ σοῦ φωτιζομένης ἡμέρας τυγχάνοντι καὶ ἀρξαμένῳ καταλάμπεσθαι ἀνατολῆς ἡλίου τοῦ τῆς δικαιοσύνης σου ἀκουστόν μοι ποίησον τὸ ε λεος· ου τω περὶ αὐτοῦ λαλῶν ὡς ἡ ἐμὴ ε ξις καὶ ἀκοή. τότε γὰρ καὶ ὠφεληθεὶς ἐκ τῆς περὶ αὐτοῦ ἀκροάσεως προκόψαι δυνήσομαι ὡς καὶ ἰδεῖν αὐτὸ ποθῆσαι. τεύξομαι δὲ καὶ τῆς θέας αὐτοῦ, ο ταν μετὰ πάντων τῶν ὁμοζήλων παρακαλῶν ει πω ∆εῖξον ἡμῖν, κύριε, τὸ ε λεός σου· ὁρατὸν γὰρ τότε γίνεται, ο ταν ἀκουστόν τις αὐτὸ λάβοι οὐκ ἐν ἀγνοίᾳ ἀλλ' ἐν ἀρχῇ γνώσεως ω ν, ο διὰ τοῦ Πρωῒ ἐδήλωσεν. 1241 Ps 142,8c Τάχα δὲ καὶ τὰς προτέρας ὁδούς, Μωυσέα καὶ τοὺς προφήτας, βαδίσας τις κατὰ τὸ Στῆτε ἐν ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας, μετὰ τὴν ἐν αὐταῖς πορείαν ζητῶν τὴν ὁδὸν τὴν ἀγαθὴν τῷ ταύτης πατρὶ ἐρεῖ μόνῳ γινώσκοντι τὴν ὁδὸν ου σαν υἱὸν Γνώρισόν μοι ὁδὸν ἐν ῃ πορεύσομαι. διὸ καὶ ἐπινεύσαντος τοῦ πατρὸς ἐμφανίζουσα ἑαυτὴν ἐρεῖ τοῖς ἀξίοις ̓Εγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ε ρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ. 1242 Ps 142,9 ̔Υπὸ ἑνὸς ἐχθροῦ καταδιωχθείσης τῆς ψυχῆς αὐτοῦ ὡς ἀρτίως ει πεν, ἀπὸ πλήθους ἐχθρῶν ἐξαιρεθῆναι νῦν παρακαλεῖ. ἀλλ' οὐ μάχονται αἱ ου τω διάφοροι λέξεις· τὸν μὲν γὰρ ἀρχηγέτην τῆς κακίας ἐχθρὸν ε να ει πε, τὴν δὲ 264 στρατιὰν αὐτοῦ πληθυντικῶς ἐκάλεσεν ἐχθρούς. ̓Απαιτεῖ δὲ τὸ ἐξαιρεθῆναι ἀπὸ τῶν ἐχθρῶν δικαιότατα, ἐπείπερ πρὸς οὐδένα η πρὸς αὐτὸν μόνον κατέφυγεν. 1243 Ps 142,10 ∆ίδαξόν με, φησίν, μὴ εἰδέναι μόνον ἀλλὰ καὶ ποιεῖν τὸ θέλημά σου· οὐ γὰρ τὸ ἐπίστασθαι αὐτὸ α νευ τοῦ ἐνεργεῖν ἁγιαστικὸν καὶ μακαριοποιόν ἐστιν ἀλλ' ἐνεργούμενον καὶ πραττόμενον. διὸ καὶ ὁ σωτήρ φησιν Οὐ πᾶς ὁ λέγων μοι Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. φανερὸν δὲ ο τι ὁ ποιῶν τοῦ θεοῦ τὸ θέλημα καὶ ἐπίσταται αὐτό, οὐ πάντως τοῦ εἰδότος καὶ μὴ ποιοῦντος· τούτῳ συνᾴδει τὸ Μάθετε καλὸν ποιεῖν. τίς δὲ αυ τη ἡ μάθησις τοῦ θείου θελήματος ἡ ἑξῆς σημαίνει λέξις, ο τι ὁδήγησις τοῦ ἁγίου πνεύματός ἐστιν εἰς τὴν εὐθείαν γῆν. ὁ γὰρ μαθὼν τὸ ἐν ἠθικαῖς ἀρεταῖς τοῦ θεοῦ τὸ θέλημα ὁδηγηθήσεται δωρεᾷ θεοῦ ὑπὸ πνεύματος ἁγίου τοῦ ἐνεργοῦντος ἐπὶ τὴν ἀλήθειαν πᾶσαν. γῆ δὲ εὐθεία ἡ ἀγαθὴ καὶ καθαρὰ καρδία ἐστὶν ἐν ῃ ὁ ̓Ιησοῦ καρποφορήσει σπόρος η ὁ τῶν πραέων. ∆ύναται δὲ καὶ ου τως· ∆ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ο πως α ν μὴ τυπικῶς ε τι ἀλλὰ πνευματικῶς ἐπιτελῶ σου τὸν νόμον τυγχάνοντα οὐχ ε τερον τοῦ θελήματός σου· προκόψας δὲ μέχρι τούτου καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος ποδηγηθείην ἐν τῇ εὐθείᾳ γῇ, πρόσωπον πρὸς πρόσωπον περιαρθρῶν λοιπὸν τὴν ἀλήθειαν. Εν τισι φέρεται ἀντὶ τοῦ Τὸ πνεῦμα τὸ α γιόν σου Τὸ πνεῦμα τὸ ἀγαθόν σου· ἐξ ου παρίσταται τὸ α γιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν α γιον ει ναι, ἀγαθὸν δὲ οὐ κατὰ μετουσίαν ἀγαθότητος ἀλλὰ τῷ κατ' οὐσίαν ει ναι τοιοῦτον ω σπερ καὶ α γιον. τοιοῦτος δὲ καὶ ὁ πατήρ· καὶ ει ρηται γοῦν περὶ αὐτοῦ Πάτερ α γιε, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ ει ς ὁ θεός. καὶ ὁ υἱὸς δὲ ἐξ ἀγαθοῦ καὶ ἁγίου ἀγαθὸς καὶ α γιος ει ρηται ει ναι. 1244 Ps 142,11 Ενεκα τοῦ ἐπικεκλημένου ὀνόματός σου σὸς χρηματίζω. Ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου, κατὰ ταύτην δικαιῶν με· ου τω γὰρ συμβήσεται τὸ ζήσεσθαί με ἐν αὐτῇ. εἰκότως δὲ εἰς μέλλοντα χρόνον ἐνέκλινε τὸ Ζήσεις με, ἐπείπερ ἐνταῦθα ω σπερ τὰ α λλα ἀγαθὰ μερικῶς ου τω καὶ τὸ ζῆν ε χομεν, ζησόμενοι τελείως τὸ τηνικαῦτα ο ταν φανερωθῇ Χριστὸς ἡ ζωὴ ἡμῶν· αὐτὸς γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ θεοῦ ἐν ῃ ζήσεται ὁ προσβαλὼν αὐτῇ. 1245 Ps 143,1 ̓Επεὶ πᾶν ει τι καλὸν καὶ ὠφέλιμον ἐκ θεοῦ εἰς ἀνθρώπους παραγίνεται, ο τι ποτ' α ν ε χουσι περὶ τῶν τοιούτων οἱ α γιοι, εὐχαριστοῦσι τῷ θεῷ, εἰδότες αὐτὸν αι τιον τῶν ἀγαθῶν ο ντα. ἰδοὺ γοῦν καὶ ὁ ∆αυὶδ καταπολεμῶν τοὺς ἐχθροὺς αὐτοῦ ἐμπείρως ε χειν περὶ τὰ πολεμικά, οι ς ἀνατρέπονται καὶ βάλλονται οἱ ἀόρατοι διάφοροι, εὐλογεῖ τὸν θεὸν διδάσκαλον αὐτῷ γινόμενον τῆς ἐπιστήμης
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.