Fragmenta in Psalmos Unit 62 opening
Unit 62.
Lemma-led open — τῶν τοιούτων πολέμων, ὡς τοὺς δακτύλους καὶ τὰς χεῖρας τοῦ ε σω ἀνθρώπου τεχνικῶς ἐφάπτεσθ
Greek
τῶν τοιούτων πολέμων, ὡς τοὺς δακτύλους καὶ τὰς χεῖρας τοῦ ε σω ἀνθρώπου τεχνικῶς ἐφάπτεσθαι τῶν ἀμυντηρίων, δι' ω ν ε στι βαλεῖν καὶ τρῶσαι τοὺς τῆς κακίας καὶ τῆς ψευδωνύμου γνώσεως προστάτας ἀνθρώπους τε πονηροὺς καὶ δαίμονας. 1246 Ps 143,4 ̔Η σύστασις τῶν ἀνθρώπων ἐκ σώματος φθαρτοῦ καὶ ἀθανάτου ψυχῆς συνηρμοσμένη κατὰ μὲν τὴν ἀθάνατον καὶ νοερὰν ψυχὴν λογισμὸν καὶ γνῶσιν ε χει τοῦ πάντων αἰτίου, κατὰ δὲ τὸ σῶμα οὐδὲν ου σα ματαιότητι παρεικάζεται τῷ τῆς ἡμέρας τῆς ζωῆς τοῦ ἀνθρώπου εὐκινήτῳ καὶ εὐαφανίστῳ σκιᾷ παραβάλλεσθαι. ο μως δὲ εἰ καὶ νοερὰ ἡ τῆς ψυχῆς δύναμις, ἀλλ' ου ν οὐχ ὡς ε τυχε νοεῖ η λογίζεται θεὸν ἀλλ' αὐτοῦ αὐτῇ τὰ ἀγαθὰ παρέχοντος. οὐ γὰρ ει ρηται Τί ἐστιν α νθρωπος, ο τι γινώσκει σε καὶ λογίζεται περὶ σοῦ, ἀλλ' Οτι ἐγνώσθης καὶ λογίζῃ αὐτῷ. ἐμφανίζει γὰρ ὁ σωτὴρ ἑαυτὸν τοῖς εἰς τοῦτο παρεσκευασμένοις, καὶ ταύτῃ ἐγνῶσθαι αὐτοῖς λέγεται. γνωσθεὶς δὲ καὶ κατὰ θεωρίαν νοητὴν ὁραθεὶς δείκνυσι καὶ τὸν πατέρα τῷ αὐτὸς ἑωρᾶσθαι· ̔Ο γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ Οὐδεὶς ε γνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ῳ α ν βούληται ὁ υἱὸς ἀποκαλύψαι. ει τ' ἐπεὶ ὁ υἱὸς ἐν ἑαυτῷ ε χων τὸν πατέρα δείκνυσιν αὐτὸν τῷ αὐτὸς ἑωρᾶσθαι, 265 ου τω καὶ ὁ πατὴρ ἐν ἑαυτῷ ε χων τὸν υἱὸν ἀποκαλύπτει αὐτὸν τῷ μηκέτι διὰ σαρκὸς καὶ αι ματος ἀλλ' ἐκ θεοῦ γνῶσιν ε χειν θέλοντι. 1247 Ps 143,5.6 ∆ύναται δὲ σημαίνειν τὰ προκείμενα τὴν ἐκ Μαρίας τοῦ σωτῆρος ἐπιδημίαν, ο τε κλίνας τοὺς οὐρανοὺς ο ντας αὐτοῦ ποίημα κατῆλθεν ἐπὶ τῷ ἐξ αὐτῆς προελθεῖν. ει τ' ἐπεὶ κατελθὼν ἐπ' εὐεργεσίᾳ τῶν ο λων τοὺς βλαπτικοὺς καὶ λυμεῶνας τῶν ἀνθρώπων ἀοράτους δαίμονας ἀνέτρεψεν α μα πάσῃ τῇ αὐτῶν στρατιᾷ, η φθαι λέγεται αὐτῶν διὰ τὸ ἀλαζονικὸν καὶ ὑπερήφανον ὀρῶν καλουμένων. ει τ' ἐπεὶ μὴ χρυσὸς καὶ α ργυρος τὰ καθαιρόμενα καὶ φαιδρυνόμενα τῇ πυρὸς προσβολῇ ἐν αὐτοῖς ἀλλ' α κανθαι καὶ τρίβολοι ξύλα τε καὶ χόρτος καὶ καλάμη, ἐκαπνίσθησαν ἐκ τοῦ η φθαι αὐτῶν τὸν ἐληλυθότα πῦρ βαλεῖν ἐπὶ τῆς γῆς. ̓Εσκόρπισε δὲ αὐτοὺς ἐκλάμψει ἀστραπῆς ὁμονοοῦντας καὶ συναγομένους ἐπὶ κακίᾳ. ἀστραπὴ δὲ ἡ τοῦ θείου λόγου φανέρωσις, εἰς φόβον διεγείρουσα τοὺς ἀντιλαμβανομένους αὐτῆς. ἀλλὰ καὶ βέλη ἐξαποστείλας συνετάραξεν αὐτούς. διὰ δὲ τῶν βελῶν σημαίνει τὰς θεοῦ κολάσεις, ὡς καί φησιν ὁ ̓Ιὼβ Βέλεσιν αὐτοῦ κατηκόντισέ με, καὶ Τὰ βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ω ν ὁ θύμος αὐτῶν ἐκπίνει μου τὸ αι μα. Εἰ δὲ καὶ ἐπὶ τὴν δευτέραν μετὰ δόξης τοῦ κυρίου παρουσίαν ἀνάγει τις ταῦτα, μᾶλλον τὴν ἀκολουθίαν τῶν προκειμένων στίχων εὑρήσει. Εἰ δὲ καὶ ὑπερήφανοί τινες ὡς διὰ τὸ θράσος τοῦτο τῆς ἀλαζονείας ο ρη ει ναι νομιζόμενοι διαβάλλοιεν τὴν πρόνοιαν μηδ' ο λως ει ναι αὐτὴν λέγοντες τῷ τὸν θεὸν μὲν ο ντα ἐν τῇ αὐτοῦ περιωπῇ μὴ κήδεσθαι δὲ μηδ' ο λως φροντίζειν τῶν ἀνθρώπων, ευ χοιτο α ν ὁ εἰς αι σθησιν ἀγαγεῖν αὐτοὺς βουλόμενος τοῦ καὶ τῶν ἐπὶ γῆς φροντίζειν τὸν θεόν, τῷ κυρίῳ λέγων· Κλίνας τοὺς οὐρανούς σου ἐν οι ς μόνοις ει ναί σε λέγουσι κατάβηθι τῷ προνοητικῷ σου λόγῳ, ἐπιπόνως ἁπτόμενος αὐτῶν ὡς τὰ ὑλικὰ πάντα ἐν αὐτοῖς συμφλεχθέντα ἀποτελέσαι καπνόν. ἑπομένως δὲ καὶ τὰ ἑξῆς κατὰ ταύτην τὴν διάνοιαν ε ξει τὴν ἐξήγησιν. 1248 Ps 143,7.8 Οἱ ἐκπεσόντες τοῦ ε χειν τὸν θεὸν πατέρα υἱοὶ ἀλλότριοί εἰσι τῷ ἐχιδνῶν γέννημα γεγονέναι η τοῦ διαβόλου. ου τοι δηλαδὴ οἱ ἀλλότριοι υἱοὶ καὶ νοήσει καὶ πράξει ἐπιβλαβεῖς καὶ λυμεῶνές εἰσι, προηγουμένως μὲν ἑαυτῶν, ε πειτα δὲ καὶ τῶν ἀκολουθούντων αὐτοῖς. ο θεν καὶ δι' ω ν λέγουσι καὶ περὶ ω ν φρονοῦσιν ἀθέως καὶ ἀσεβῶς τὸ στόμα αὐτῶν ματαιότητα λαλεῖν λέγεται, δι' ω ν δὲ πράττουσιν ἀπηγορευμένων ἡ πρακτικὴ αὐτῶν δύναμις, η ν νομίζουσι δεξιὰν ει ναι οἰόμενοι ἐπαινετῶς ἐνεργεῖν, ἀδικίας ἐστὶ πλήρης. ταῦτα
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.