Fragmenta in Psalmos · §u64-open

Fragmenta in Psalmos Unit 64 opening

Unit 64.

Lemma-led open — πρόσωπον οὐδεὶς ὑποστῆναι δυνήσεται τῶν ὑπὸ παθῶν πεπυρωμένων, ἐπείπερ ἀνεκαύθησαν αἱ καρδ

Greek

πρόσωπον οὐδεὶς ὑποστῆναι δυνήσεται τῶν ὑπὸ παθῶν πεπυρωμένων, ἐπείπερ ἀνεκαύθησαν αἱ καρδίαι αὐτῶν ὡς κλίβανος ὡς φέγγος πυρός, ἐπείπερ πάντες μοιχῶνται καὶ πυροῦνται ὑπὸ ἀκολάστων ἐπιθυμιῶν. τούτοις συνᾴδει τὸ ̓Απὸ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος, φερόμενον ἐν τῷ ̓Ιώβ. 1278 Ps 147,7 ̔Ο προνοητικὸς τοῦ θεοῦ λόγος ἀποστελλόμενος τήξει τὴν χιόνα καὶ τὰ συνηριθμημένα αὐτῇ, ἀλλὰ καὶ πνεύσαντος αὐτοῦ τὸ πνεῦμα υ δατα ῥυήσεται (πνεῦμα δὲ τὸν νότον φησίν), εἰς ταῦτα μεταβαλλόντων τῶν προωνομασμένων τῆς χιόνος καὶ τῶν παραπλησίων. Εἰ δὲ καὶ πνευματικῶς καὶ τούτων ἀκοῦσαι δεῖ· ὁ σαφηνιστὴς τοῦ θεοῦ λόγος τῶν λελαλημένων μετ' ἐπικρύψεως ἀποσταλεὶς τήξει τὴν ὁμίχλην τὸν κρύσταλλον τὴν χιόνα ἐπὶ τῷ πότιμα αὐτὰ ποιῆσαι, α μα τοῦ πνεύματος αὐτοῦ τοῦ θεοῦ πνεύσαντος, ἀλλὰ καὶ ὁ λόγος τοῦ θεοῦ ἀποστελλόμενος εἰς τὴν καρδίαν τῶν αὐτὸν παραδεχομένων τήξει τοὺς πειρασμοὺς καὶ ἀφανεῖς καταστήσει, οι τε τῷ πνεύματι ζέοντες, γενναίως τοὺς τοιούτους ὑπομένοντες πειρασμούς, διαλύσουσιν αὐτούς. 1279 Ps 147,8.9 Τῷ καταπατήσαντι καὶ πτερνίσαντι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου μυστικῶς ̓Ιακὼβ καλουμένῳ ἀποστέλλει τὸν λόγον αὐτοῦ τὸν σωτήριον καὶ ποιητικὸν ὁ θεὸς ἐπὶ τῷ σαφηνίσαι αὐτῷ πάντα τὰ ἀληθῆ δόγματα τῆς εὐσεβείας. ει τα μετὰ τὴν νίκην διορατικῶς γεγενημένῳ καὶ ̓Ισραὴλ ἀποδειχθέντι τῷ ὁρᾶν διανοίᾳ θεὸν τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ἀπέστειλεν ἐπὶ τῷ κεκριμένως καὶ δικαίως πάντα ἐνεργεῖν. καὶ ἐπὶ τούτοις τὸ μέγεθος τῆς θεοῦ δωρεᾶς ὑπαρξάσης τῷ ἁγίῳ ε θνει ἐμφανίζων φησὶν Οὐκ ἐποίησεν ου τως παντὶ ε θνει, ἀλλ' η μόνῳ τῷ ̓Ισραὴλ τὰ προειρημένα πεποίηκε πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας· Χριστοῦ μέντοι παραγενομένου τοῦ ἀρχιερέως τῶν ἀληθῶς ἀγαθῶν, πάντα τὰ ε θνη πεπλήρωνται τοῦ θείου λόγου. 1280 Ps 148,7.8 ̓Αλλὰ φαίη τις πρὸς τοῦτο, ὡς μάλιστα δείκνυσιν ἡ λέξις αὐτή, τὸ πλῆθος τῶν ὑδάτων α βυσσον ἀποκαλεῖν (ἐπ' αὐτῇ γὰρ περιεπάτησεν ὁ κύριος) ὡς ἀφ' ἑτέρας ει ναι ἀρχῆς· ̓Ανοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, καὶ τὰ ἑξῆς. ει τά 274 φησιν ὡς καταλλήλως ταῖς ἀβύσσοις καὶ οἱ δράκοντες ὠνομάσθησαν ε τεροι ο ντες παρὰ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς καὶ ἐν α λλῳ δὲ ψαλμῷ ε ν τισι καλουμένοις υ δασιν οὐκ α λλοις ου σι τῆς ἐνταῦθα ὀνομαζομένης ἀβύσσου δράκοντες ει ναι ἐλέγοντο. γέγραπται γοῦν καὶ ἐν ἑβδομηκοστῷ τρίτῳ Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ υ δατος, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος. δυνάμεις δὲ πονηρὰς πεπεῖσθαι χρὴ σημαίνεσθαι διὰ τούτων, α ς ὁ τοῦ θεοῦ λόγος συνέτριψε καθ' ο ν χρόνον καὶ μέχρι τῶν ἀβύσσων κατελήλυθε. Τήρει δέ, φησίν, ο πως ἀκριβῶς σφόδρα ὁ λόγος οὐ προστάττει τοῖς δράκουσι τοῖς ἐν ταῖς ἀβύσσοις αἰνεῖν, ἁπλῶς δὲ αὐτῶν μνημονεύει· οὐ γὰρ α ξιοι τοῦ αἰνεῖν τὸν θεόν. καλοῦνται δὲ ἀναγκαίως εἰς τὸ ὑπακούειν τοῦ υ μνου τοῦ ὑπὸ πάσης κτίσεως ἀναπεμπομένου τῷ τῶν ο λων κυρίῳ καὶ βασιλεῖ καὶ θεῷ. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. ταῦτα πάντα ἀμφὶ τὸν ἀέρα ὑφιστάμενα ἀναγκαίως ἐμνημονεύθη ὡς α ν μέρη ο ντα τοῦ σύμπαντος κόσμου καὶ ὡς διὰ τοῦ θείου λόγου ὑποστάντα καὶ αὐτῷ ἐξυπηρετούμενα. δίχα γὰρ τοῦ δημιουργικοῦ λόγου ἀθρόως τε τὸν σύμπαντα κόσμον ἐπιπορευομένου καὶ τοῖς μέρεσιν αὐτοῦ ἐπιστατοῦντος, ου τε χιὼν ου τε πῦρ ου τε κρύσταλλος ου τε καταιγὶς ου τε α νεμος ὑποσταίη ποτ' α ν, ἀλλ' οὐδ' ἐνεργήσει ε τι δίχα τῆς αὐτοῦ βουλῆς. ου τως ου ν ἀκουστέον ταῦτα ποιοῦντα τὸν λόγον αὐτοῦ. 1281 Ps 148,11 ∆υνατὸν δὲ καὶ βασιλέας καὶ α ρχοντας καὶ κριτὰς εἰπεῖν τοὺς ὑπεραναβεβηκότως βιοῦντας καὶ κριτικῶς καὶ ἐξεταστικῶς τοῖς πράγμασι προσερχομένους, λαοὺς δὲ τοὺς ὑποδεέστερον πεπιστευκότας. 1282 Ps

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.