Fragmenta in Psalmos · §u63-rem-close

Unit 63 rem close

Rem CLOSEOUT: Unit 63 CLOSEOUT.

Greek

υἱοὺς αὐτῆς ἐν αὐτῇ† ἐπιφέρει ἑξῆς τὸν θέντα τὰ ο ριά σου εἰρήνην, παντὸς πολέμου πεφυγαδευμένου ἐκ τῶν ὁρίων αὐτῆς, πρὸς τοὺς συντρίβοντος πολέμους κυρίου καὶ τιθέντος τὰ ο ρια τῆς πόλεως εἰρήνην. εἰρήνην λέγων τὴν * καὶ τροφῆς δὲ αὐτῇ πνευματικῆς μεταδίδωσιν. εἰ δὲ καὶ τοὺς παιδευτικοὺς θεοῦ λόγους πυρὸν εἰπεῖν θέλεις (ου τος ταῖς * τίς ὑπ' αὐτοῦ ἐμπιπλᾶται;), οὐχ ἁμαρτάνεις. ει ρηται γὰρ ἐν τῷ προφήτῃ ἐκ προσώπου θεοῦ πρὸς τοὺς ψευδοπροφήτας Τί τὸ α χυρον πρὸς τὸν σῖτον; ου τως οἱ λόγοι μου, λέγει κύριος· σῖτον μὲν τοὺς ἑαυτοῦ λόγους, α χυρον δὲ τοὺς ἐκείνων διὰ τῆς λέξεως. 1275 Ps 147,4 Ωσπερ ἡ ἐκ θεοῦ σοφία οὐκ ε στιν ἐπίγειος οὐ ψυχικὴ οὐ δαιμονιώδης ἀλλ' α νωθεν ἐξ αὐτοῦ κατερχομένη, ου τω καὶ τὸ λόγιον αὐτοῦ οὐκ ἐκ γῆς ὑπάρχον ἀποστέλλεται ἐν τῇ γῇ, γινόμενον πρὸς ε καστον τῶν διακονεῖν αὐτῷ δυναμένων τυγχάνον τὸ αὐτὸ τῷ διδομένῳ ὑπὸ κυρίου ῥήματι τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ει τα δοθὲν τοῦτο νεμόμενον πλείονας ψυχὰς ε ως τάχους δραμεῖται, λόγος ω ν θεοῦ, πληρουμένου τοῦ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. α μα γοῦν γέγονεν ἡ ἀνάληψις αὐτοῦ, καὶ εὐθέως διέβη ὁ εὐαγγελικὸς λόγος ἐν πάσῃ τῇ γῇ η τις ἐστὶν ὑπὸ τὸν οὐρανόν. 1276 Ps 147,5 Πρὸς τὰ προειρημένα φαίνεται ἡμῖν οι ον ἐν παραβολῆς τρόπῳ ταῦτα ἐπῆχθαι, τῶν τῆς κοσμικῆς δημιουργίας ε ργων παρατιθεμένων καθ' ὁμοίωσιν τῇ περὶ τὴν ἐκκλησίαν οἰκονομίᾳ. ω σπερ γὰρ χιών ἐστι καταρρυεῖσα τόπον καὶ πάχνη μετὰ ταῦτα λύεται καὶ υ δατα προχεῖ, ου τως ὁ θεῖος λόγος εἰς ̓Ιουδαίους κατασκήψας τὰ πρῶτα, μετὰ τοῦτο ἐπὶ πάντας διακέχυται. διὸ καὶ ἡ τοῦ λόγου ἀποστολὴ καὶ ἡ τοῦ πνεύματος πνεῦσις καλῶς διὰ τῶν κοσμικῶν ε ργων ὑποδηλοῦται, ο τι δὴ λόγου παραγινομένου εἰς κόσμον καὶ τοῦ πνεύματος πνεύσαντος ἐξῆλθεν ἐξ ̔Ιερουσαλὴμ ἐπὶ πᾶσαν τὴν οἰκουμένην ὁ λόγος τῆς ἱερᾶς καὶ σωτηρίου διδασκαλίας. 1277 Ps 147,5.6 Εἰ δὲ πρὸς ἀλληγορίαν ἐκλαμβάνειν καὶ αὐτό, ἐπειδὴ πνευματικῶς τοῦ δραμοῦντος λόγου αὐτοῦ, παρίσταται· καὶ γὰρ καὶ τὸ Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, οὐ περὶ αἰσθητῆς χιόνος νοεῖν ὑποβάλλει. πῶς γὰρ ὑπὲρ τὴν αἰσθητὴν χιόνα λευκανθῆναι ἡ ψυχὴ δύναται, οὐκ ου σης συμβλητῆς τῆς φαιδρότητος τῆς περὶ τὴν λογικὴν φύσιν τῇ τῆς χιόνος λευκότητι; εἰς ταύτην τὴν διάνοιαν συνδραμεῖται καὶ τὸ ̓Εὰν ω σιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἁμαρτίας γὰρ λευκαινομένας κατὰ τὴν σωματικὴν χιόνα οὐδὲ ἐννοεῖν ε χω. μήποτε ου ν φαιδρότατος λόγος εἰς τὴν γῆν ὑπὸ κυρίου βάλλεται ἐρίῳ ἐοικὼς ἐξ ου ἱμάτιόν ἐστι κατασκευάσαι τῇ ψυχῇ, τοῦ ἐρίου τούτου καρποφορουμένου ὑπὸ τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αι ροντος τὴν 273 ἁμαρτίαν τοῦ κόσμου. Συγγενῶς τούτοις καὶ τοὺς βαλλομένους ὡσεὶ ψωμοὺς τοῦ κρυστάλλου νοήσεις καὶ τὴν ὁμίχλην τὴν πασσομένην ὡσεὶ σποδόν. χρεία τοῖς γεωργοῖς χιόνος καὶ ὁμίχλης· ταῦτα γὰρ ἐρχόμενα ἐπὶ τὰ γενήματα αυ ξει αὐτά. ω σπερ ου ν καὶ ἐπὶ τὴν καλὴν γῆν τὴν ψυχήν, εἰ πέπτωκεν ὁ σπόρος, ἀναγκαῖόν ἐστιν ὡς ὑετὸν ὡς δρόσον η κειν, ου τω καὶ χιόνα καὶ ὁμίχλην ἐπὶ τὸ γένημα ἡμῶν, ι να δυνηθῶμεν ὑπὸ πάντων τούτων τρεφόμενοι καρποφορῆσαι. Νοήσεις δὲ τὴν χιόνα καὶ τὸν κρύσταλλον καὶ τὴν ὁμίχλην πειρασμοὺς ἐπαγομένους τοῖς ἁγίοις πρὸς δοκιμήν. ου τοι γὰρ ἀπὸ τῶν ἀντικειμένων δυνάμεων ψύχειν πειρῶνται τὴν ἐν αὐτοῖς ἀγάπην, ἐπείπερ ̔Ως ψύχει λάκκος, ου τως ψύχει κακία αὐτῆς. κατὰ πρόσωπον τοῦ ψύχους τούτου, τίς ὑποστήσεται εἰ μὴ ὁ κατὰ Πέτρον καὶ Παῦλον καὶ τὸν ̓Ιὼβ καὶ τὸν ̓Ιακὼβ τὸν εἰπόντα ̓Εγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός; πρὸς ταῦτα λήψῃ καὶ τὰ ὑπὸ Μωυσέως εἰρημένα Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡσεὶ ο μβρος ἐπ' α γρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. ῳ γὰρ λόγῳ τὰ ῥήματα Μωυσέως τούτοις ὁμοιοῦται, τούτῳ τῷ λόγῳ τὸ ἀποσταλὲν τῇ γῇ τοῦ θεοῦ λόγιον διαιρεῖται εἰς πάντα τὰ εἰρημένα. Τί δὲ τὸ ψῦχος αὐτοῦ ου ἀπὸ προσώπου αὐτοῦ οὐδεὶς ὑποστῆναι δύναται, θεωρῆσαι α ξιον. μήποτ' ου ν ω σπερ ὁ λόγος αὐτοῦ διάπυρος ὑπάρχων παραβάλλεται πυρὶ θερμαίνων καὶ ζέειν ποιῶν τοὺς ἀπεψυγμένους τῇ κακίᾳ ω ν ἡ ἀγάπη ἐψύγη διὰ τὸ πλῆθος τῆς ἀνομίας, ου τω πάλιν κατὰ τῶν ψυχῶν τὴν φλόγα τῶν ἐξ ἡδονῶν καὶ παθῶν πυρουμένων ψῦχος θεοῦ λέγεται ου κατὰ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.