Fragmenta in Psalmos · §u64-rem-close

Unit 64 rem close

Rem CLOSEOUT: Unit 64 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἀκόλουθον καὶ τοὺς θεοῦ αι νους ταὐτῷ τῷ ὀργάνῳ προφέρεσθαι. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. τί τὸ ψαλτήριον καὶ ἡ κιθάρα καὶ ποίαν ε χουσι πρὸς α λληλα διαφορὰν ἐν τοῖς προάγουσιν ει ρηται. αἰνετέον ου ν θεόν, ψάλλοντες ἐν πνεύματι καὶ νῷ· τοῦτο γὰρ τὸ ψαλτήριον· τὸ γὰρ πνεῦμα καὶ ὁ νοῦς α νωθεν ἐκ θεοῦ δι' ὑψηλότητα δογμάτων συνηχεῖ. αἰνετέον δὲ καὶ κιθάρᾳ· διὰ πάσης δυνάμεως τῆς ψυχῆς καὶ αἰσθήσεως χορδῶν τεταμένων δίκην κρούονται. κιθάρα γὰρ ἡ ψυχὴ ἐν τοῖς προαναγνωσθεῖσιν ἀπεδόθη. εἰ δὲ * διὰ πάσης ἐνεργείας ἑκάστου μέλους συντείνουσ * ἀλλοτρόπῳ κιθάρας κρούεται, οὐκ α ν σφαλείη τις * διὰ πάσης πράξεως τῆς διὰ σώματος αἰνεῖσθαι θεόν. 1290 Ps 150,4 Οἱ τὴν νέκρωσιν ̓Ιησοῦ ἐν τῷ σώματι περιφέροντες δι' αὐτοῦ τοῦ νενεκρωκέναι τὴν σάρκα τὴν σφῶν αἰνοῦσιν ἐν τυμπάνῳ. ἡρμήνευται καὶ πρότερον τοῦτο ει ναι τὸ τύμπανον, ο τε προέκειτο τὸ ̓Εν μέσῳ νεανίδων τυμπανιστριῶν. τοῦτο γὰρ τὸ σῶμα, ο ταν ἐξ ἀναστάσεως ἀναλάβῃ ἡ ψυχή, νεᾶνίς ἐστι τυμπανίζουσα ἐν τῷ ἀπαγγέλλειν τοὺς θεοῦ αι νους ἐν τῇ στάσει τῶν ἐπουρανίων σὺν ταῖς μυριάσι τῶν πανηγυριζόντων ἀγγέλων, ὡς ει ναι δηλούμενον τοῦτο διὰ τῆς ἐπιφερομένης λέξεως ἐχούσης Αἰνεῖτε ω σπερ ἐν τυμπάνῳ, ου τως καὶ ἐν χορῷ· χορεύει γὰρ σὺν ταῖς δυνάμεσι καὶ πάσῃ τῇ ὑπερτέρῳ κτίσει ἡ ψυχὴ μετὰ τὴν ἀνάστασιν, ἀντὶ φθαρτοῦ καὶ ἀσθενοῦς καὶ ἀτίμου καὶ ψυχικοῦ σώματος α φθαρτον δυνατὸν ε νδοξον πνευματικὸν ἀναλαβοῦσα τὸ σῶμα. Τὸ δὲ ἐν χορδαῖς καὶ ὀργάνῳ αἰνεῖν ταὐτὸν δύναται τῷ αἰνεῖν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· τάχα γὰρ τὴν κιθάραν χορδάς, τὸ δὲ ψαλτήριον ο ργανον ει πεν. 1291 Ps 150,5 ∆ηλοῦσθαι νομίζω διὰ τοῦ αἰνεῖσθαι αὐτὸν ἐν κυμβάλοις εὐήχοις τὸ δεῖν καὶ φωνῇ τῇ κατὰ προφορὰν ἀνυμνεῖν διὰ θεολογίας τὸν κύριον. παρίσταται δέ μοι 277 τοῦτο νοεῖν ἐκ τῆς τοῦ ἀποστόλου λέξεως γράφοντος ου τως· Γέγονα χαλκὸς ἠχῶν η κύμβαλον ἀλαλάζον· εἰ γάρ φησι μὴ νῷ ἀλλὰ γλώσσῃ λαλήσω μὴ διερμηνεύων ε καστα τῶν ὑπὸ τῆς γλώττης εἰρημένων * ἀντιλήψει τοῦ ἀκροατοῦ μόνης φωνῆς α νευ διανοίας ε χοντος, ὡς δοκεῖν αὐτῷ βάρβαρον ει ναι τὸν λαλοῦντα, φωνῆς καὶ ἠχουμένου αι σθησιν ε χοντος, γίνεται αὐτῷ χαλκὸς ἠχῶν η κύμβαλον ἀλαλάζον, κρούων καὶ περιβομβοῦν μόνον τὴν ἀκοὴν αὐτοῦ. δοξολογῶμεν τοίνυν θεόν, καὶ τῇ προφορᾷ μιμούμενοι τοὺς τελείους καὶ δικαίους α νδρας. ει ρηται γὰρ περὶ ἑκάστου τούτων τὸ ∆ιήγησις εὐσεβοῦς διαπαντὸς σοφία· ὁμοίως καὶ Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν, ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ· τουτέστι καὶ νῷ καὶ γλώσσῃ καὶ στόματι ὑμνεῖ θεόν. Ευ ηχον δὲ κύμβαλον ει πε τὴν ἐμμελῆ καὶ μεμουσωμένην φωνήν * ἀριδήλως σημαίνουσαν τὰ πράγματα. τὴν δὲ αὐτὴν κύμβαλον ἀλαλαγμοῦ φησι προφερόμενον ἐπινι * κατὰ ἁλόντων καὶ ὑπὸ πόδα γενομένων τῶν ἐχθρῶν. 1292 Ps 150,6 Οτε πάντα ἐν πᾶσιν ὁ θεὸς γένηται, πληρωθήσεται ἡ προκειμένη λέξις. βοηθῶν γὰρ τῇ ἀσθενείᾳ ἡμῶν νόησιν πνοῆς θείας ἡμῖν ἐνδίδωσιν, ὡς καὶ περὶ τοῦ πρώτου ἀνθρώπου ἀναγέγραπται τὸ ̓Ενεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο α νθρωπος εἰς ψυχὴν ζῶσαν. ζωὴ γὰρ καὶ πηγὴ ζωῆς ὁ εἰπὼν ̓Εγώ εἰμι ἡ ζωή, περὶ η ς ζωῆς ει ρηται τῷ πατρὶ Παρὰ σοὶ πηγὴ ζωῆς. ταύτης τῆς μακαριοποιοῦ καὶ ἁγιαστικῆς ζωῆς πνοὴ εἰς τὸν α νθρωπον ἐρχομένη ζῶσαν τὴν ψυχὴν αὐτοῦ παρασκευάσει, ω στ' α ν εἰπεῖν εὐχαριστικῶς τὸν τούτου τυχόντα ̔Η ψυχή μου αὐτῷ ζῇ. ταύτης τῆς δωρεᾶς μόνος καὶ πᾶς ἀπολαύσει ὁ τὸν ̓Ιησοῦ λόγον δεξάμενος καὶ πιστεύσας τῷ ἀποστείλαντι αὐτὸν πατρί. φησὶ γὰρ ὁ σωτὴρ ̔Ο τῶν λόγων μου ἀκούων καὶ πιστεύων τῷ ἀποστείλαντί με ε χει ζωὴν αἰώνιον. Ταύτην τὴν πνοὴν α μα τῷ πνεύματι ὀρέγει θεὸς τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ καὶ πατοῦσιν αὐτὰ καλουμένοις λαῷ αὐτοῦ, ὡς ει πεν ὁ προφήτης περὶ αὐτοῦ Ου τω λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ στερέωσας τὴν γῆν, ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· φανερὸν δὲ ο τι τὴν γῆν. ει ρηται δὲ καὶ πρός τινος ἀρχαίου Πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με. 278

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.