Fragmenta in Psalmos · §u64-rem-mid

Unit 64 rem mid

Rem mid: Unit 64; lemma continues; reading with the letter.

Greek

δὲ καὶ ἐλεγμοὺς ἐν τοῖς λαοῖς ἐνεργήσουσιν, ἐπείπερ τὰ ε θνη χείρονα τῶν λαῶν τὸ μεῖζον τῶν ἐλέγχων ἡ ἐκδίκησις ἐπὶ τὰ ε θνη γίνεται, οἱ δὲ ε λεγχοι ἐπὶ τοὺς κρείττονας λαούς· Ελεγχε γὰρ σοφόν, καὶ ἀγαπήσει σε· Γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. οὐ γὰρ μισήσουσιν οἱ λαοὶ τοὺς ἐλέγχοντας τῷ μὴ τυγχάνειν κακοί, εἰ καὶ ἐξ ἀπροσεξίας ἁμαρτάνουσι, τῶν πεποιωμένων κατὰ τελείαν κακίαν πρὸς τοὺς ἐλέγχοντας ἀπεχθῶς ἐχόντων. ει ρηται γοῦν Μὴ ε λεγχε κακούς, ι να μή σε μισήσωσιν. ταύτην τὴν ἑρμηνείαν εὑρήσεις καὶ ἐν τῷ Εὐαγγελίῳ, ἐπιστήσας τῇ λέξει τοῦ σωτῆρος φασκούσῃ ̓Εὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, υ παγε καὶ ε λεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· καὶ ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου, ἐὰν δὲ μὴ ἀκούσῃ σου, παράλαβε ε να ε τερον η δύο, καὶ ἐὰν παρακούσῃ, ἀνάγγειλον τῇ ἐκκλησίᾳ· εἰ δὲ καὶ αὐτῆς περιφρονήσει, ε στω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. τοῦτον * κακὸν γεγενημένον διὰ τοῦ πάντων καταπεφρονηκέναι οὐκ ἐλεγκτέον ἐστί· μισήσει γὰρ πάντα τὸν ἐλέγχοντα, κα ν α γιος τυγχάνῃ. 1286 Ps 149,8.9 ∆ήσουσι γὰρ ου τοι, φησίν, τὰς χεῖρας ἐν χειροπέδαις σιδηραῖς τῶν δοκούντων ἐνδόξων ει ναι παρ' αὐτοῖς, πράττειν αὐτοὺς οὐκ ἐῶντες α πρὸ τοῦ δεθῆναι κακῶς καὶ ἐπὶ βλάβῃ πολλῶν ε πραττον. οὐκ ἀκρίτως δὲ τὴν ἐκδίκησιν καὶ τοὺς ἐλεγμοὺς η τὴν περιβολὴν τῶν δεσμῶν ποιοῦνται οἱ ο σιοι ἀλλ' η ἐγγράπτῳ κρίματι, ἐκ τῶν γεγραμμένων λογίων τὴν κατασκευὴν τῶν ἀληθῶν δογμάτων καὶ ἀνατροπὴν τῆς ψευδωνύμου γνώσεως ἐπιφέροντες. Οὐκ ἀγνοῶ δὲ ω ς τινες τῶν ἐξηγησαμένων ἱστορικῶς ε λαβον τὴν ἑρμηνείαν, κατὰ πολεμίων τινῶν αἰσθητῶν νίκην καὶ τρόπαια καὶ ὑμνολογίας ἑαυτοῖς ἀναπλάσαντες. 1287 Ps 150,1c.2a ̓Αλλὰ καὶ ἡ διὰ τῶν θείων γραφῶν τοῦ θεοῦ κατάληψις στερέωμα δυνάμεως θεοῦ, ἀλλ' οὐκ αὐτὴ ἡ δύναμις θεοῦ ὑπάρχει. Νοήσεις δὲ καὶ ου τως· ἡ θεοῦ δύναμις εἰς ἀνθρώπους η κεν, ο τε τοῦ ἁγίου πνεύματος μετέσχον· 276 Λήψεσθε γὰρ δύναμιν τοῦ ἁγίου πνεύματος ἐπελθόντος ἐφ' ὑμᾶς, τοῖς ἀποστόλοις ὑπὸ τοῦ σωτῆρος ει ρηται, καὶ τὸ ̔Υμεῖς δὲ καθήσεσθε ἐν τῇ πόλει, ε ως ου ἐνδύσησθε δύναμιν ἐξ υ ψους. ο ταν τοίνυν βεβαίως τις ταύτην τὴν δοθεῖσαν αὐτῷ δύναμιν φυλάξῃ ἐν προσοχῇ περιέπων αὐτήν, ἐν στερεώματι αὐτῆς γινόμενος αἰνεῖ τὸν θεόν, ἀφ' ου τὴν θείαν ταύτην ε σχε δύναμιν, καὶ ἐρεῖ Πάντα ἰσχύσω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ει τ' ἐπεὶ βασιλεύονται ὑπὸ τοῦ σωτῆρος τῆς δυνάμεως η ς ἐν τῷ στερεώματι αἰνοῦσιν αὐτόν, νοοῦντες τὰς παντοκρατορικὰς δυναστείας καθ' α ς βασιλικῶς δημιουργεῖ προνοεῖται εὐεργετεῖ κολάζει, αἰνοῦσιν αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. 1288 Ps 150,2b Οι όν ἐστι τὸ ἀνεξερεύνητα τὰ κρίματα τοῦ θεοῦ καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ ὁ σοφὸς ἐπιστάμενος κατὰ τὸ πλῆθος τῶν ἀνεξιχνιάστων κριμάτων αἰνέσει τὸν ου ἡ ἀκαταληψία τῶν κριμάτων καὶ τῶν ὁδῶν, ὡς λέγει Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, καὶ τὸ ̓Εθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. ο σον γὰρ α ν αὐτῆς περινοήσω πλῆθος, κραταιουμένη ὑπὲρ ἐμὲ γίνεται, ὡς μὴ δυνηθῆναι ε τι συνδραμεῖν αὐτῇ ἀπείρῳ ου σῃ καὶ ἀκαταλήπτῳ. 1289 Ps 150,3 ̔Ο μὴ ἐπαισχυνόμενος ̓Ιησοῦν καὶ τοὺς λόγους αὐτοῦ μετὰ παρρησίας σαφῶς καὶ μεγαλοφώνως τὰ τῆς θεολογίας προφέρων αἰνεῖ αὐτὸν καὶ τὸν πατέρα αὐτοῦ ἐν η χῳ σάλπιγγος· ο θεν καὶ οἱ τῆς ἀληθείας κήρυκες ἐπὶ τῷ παρρησιέστερον καὶ σαφῶς ἀπαγγέλλειν τὴν διδασκαλίαν ἐντολὴν ε χουσιν ὡς σάλπιγγι ἑαυτῶν ὑψοῦν τὴν φωνήν. ει ρηται γοῦν πρὸς αὐτοὺς Σαλπίσατε ἐν σάλπιγγι, ἐν Σιὼν κηρύξατε ἐν ο ρει ἁγίῳ μου. ἀλλὰ καὶ ἡ τῶν νεκρῶν ἀνάστασις, ο πως πᾶσι τοῖς ἀνισταμένοις φοβερὰ καταστῇ, διὰ σάλπιγγος σημαίνεται, ῃ φησι Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται α φθαρτοι, καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ ̓Εν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, ἐπὶ τῷ τοὺς κεκοιμημένους ἐν Χριστῷ ἀναστῆναι. ὡς ου ν τὸ πρόσταγμα τῆς ἀναστάσεως φανερούμενον πᾶσιν ἐπὶ τῷ δικαίους καὶ ἀδίκους ἀναστῆναι τῷ μεγαλοφώνῳ τῶν ὀργάνων γνωρίζεται,

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.