Unit 4 rem early
Rem early: Unit 4; lemma and argument toward the thesis.
Greek
τῶν πάντων γεγενημένων, τάξεως ἕνεκα και`̣ ἁρμονίας ὁ ἀριθμὸς οὗτος, ὡς εἴρηται, παρεί- λημπται, καὶ π[ρὸ]ς [τ]ο̣[ύ]τῳ διὰ τὸ ἡμῶν ἀσθενὲς καὶ μὴ ἑτέρας δύνασθαι νοεῖν [ἢ τρόπῳ] τινὶ ἡμῖν καταλλήλῳ. Καὶ ἔστω ἀπὸ παραδείγματος σαφὲ[ς τὸ λ]εγόμενον. Τὸ σῶμα ἡμῶν ἅμα τῇ ὑποστάσει καὶ χρῶμ[α κ]αὶ μέγεθος ἔχει, καὶ οὐκ ἐν χρόνῳ διεστῶτι ἀλλήλων κεχωρισμένα ὑπέστη καὶ πλὴν τῇ ἐπινοίᾳ τὸ μὲν αὐτῶν πρότερον, τὸ δὲ ὕστερόν ἐστιν. Οὕτω καὶ ὁ ἐν τάξει γενόμενος κόσμος οὐ χρόνῳ ἀλλὰ τ[ῇ] ἁρμονίᾳ συντετέλεσται. Οὐδὲ γὰρ μέρος κόσμου τις δυνήσεται ἐννοεῖν πρὸς τὰ ἄλλα μὴ συντρέχον ἕως τὰ λοιπὰ ὑπάρχῃ. Καὶ οἱ φωστῆρες δὲ ἐν τετάρτῃ ἡμέρᾳ γε̣νόμενοι ἅτε τίμιοι δεικνύουσιν ὅτι διὰ τὸν περὶ αὐτοὺς λόγον ἐν ταύτῃ εἴρηνται γεγενῆσθαι. Ἡ γὰρ τετρὰς δυνάμει οὖσα δέκα ἐπὶ τιμίας ὑπάρχει· διὰ πάσης γὰρ γραφῆς ἡ δεκὰς ὑμνεῖται. Ὅτι δὲ οὐκ, ἐὰν ἀριθμός τις ἐν τοῖς θείοις γράμμασιν σημαίνητα̣ι̣, τὸ πλῆθος δηλ̣ο̣ι῀̣ πάντως, ἀλλὰ λόγον, ἐκ τοῦ ε̣ι᾿̣ρημένου πρὸς τ̣ο̣υ῀̣ Θεοῦ ἔστιν νοῆσαι· "6Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδ̣ρ̣ας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ."6 Εἰ γὰρ τοσοῦτοι ἐτύγ̣χ̣α̣νον, οὔτ' ἂν ὁ προφήτης εἶπεν· "6Ἐγὼ ὑπολέλειμμαι μονώ- τατος̣"6, ο̣ὐ´̣τε πρὸς ἀλλήλους εἶχον τὸ ἀμιγές· οὐ γὰρ ἑαυτοὺς ἔφευγον. Λ̣ο´̣γος τίμιος ὁ περὶ τὴν ἑβδομάδα ὤν– ἀμήτωρ γὰρ αὕτη καὶ ἀπάτω̣ρ̣–ὑποβάλλει νόη̣σιν ὅτι τῆς αὐτῆς εἰσι τῆς δυνάμεως οἱ ἅγιοι, κἂν ε̣ἱ῀̣ς ὑπάρχωσιν, 36 θεῖόν τι καθεστῶτες καὶ ὑπεράνθρωπον θεω̣ρ̣ίᾳ καὶ βίῳ. Ἀλλὰ καὶ ἐν τῇ Ἀποκαλύψει ὁ Ἰωάννης λέγων ˉρˉμˉδχιλιάδας ἀνδρῶν ἕπεσθαι τῷ ἀρνίῳ, ὅ ἐστιν ὁ Σωτήρ, καὶ ταῦτα παρθένων μετὰ γυναικῶν μὴ μολυνθέντων, δείκνυσιν ὅτι λόγος τις περὶ τὸν ἀριθμὸν τοῦτον τίμιός ἐστιν· οὐδὲ γὰρ οὕτω τοσοῦτο πλῆθος παρθένων ἔτι τοῦ Ἰωάννου ἐν βίῳ ὄντος εἴποι τις ἂν ἐκ τῶν πεπιστευκότων συνῆχθαι, τάχα μηδὲ αὐτῶν τοσ[ούτων] ὄντων. Λέγομεν οὖν ὅτι ἐν ἑξάδι ὁ κόσμος γέγονεν δι[ὰ τὴν π]ροειρημένην αἰτίαν, καὶ τῇ τετάρτῃ οἱ φωστῆρες διὰ τ[ὸ πρ]οειρημένον, ὅτι ἡ τετρὰς δυνάμει δεκὰς οὔσα ἔχει τὸ τί[μιο]ν. Καὶ γὰρ δέκα λόγους Μωσῆς δέδωκεν καὶ δέκαται παρέχονται· καὶ ἄλλα δὲ προνόμια τῆς δεκάδος εὕροι τις. "6Γενηθήτωσαν"6 οὖν "6φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ."6 Καὶ τοῦτο παιδεύει πρὸς τὸ μὴ θεοὺς αὐτοὺς εἶναι, καθὰ Αἰγυπτίοις ἠπατημένοις ἔδοξεν. Καλῶς δὲ ἐν τῷ στερεώματι καὶ οὐχ ὑπὲρ τὸ στερέωμα· τῶν γὰρ̣ ὁρωμένων ταῦτα. Καὶ ἔργον δὲ αὐτῶν φησιν τό τε ἐπὶ γῆς φαίνειν καὶ τὸ "6διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός"6· ἡ γὰρ ἀνατολὴ τὴν ἡμέραν, ἡ δὲ δύσις τὴν νύκτα ποιεῖ. Ἕτερον δὲ αὐτῶν ἔργον τὸ εἶναι αὐτοὺς εἰς σημεῖα· πολλὰ γὰρ σημαίνουσιν οἱ ἀστέρες καὶ αὐτὸς ὁ ἥλιος· σημαίνουσιν δὲ οὐχ ὡς ποιοῦντες ἀλλ' ὡς φανε- ροῦντες. Οἱ δὲ τὴν εἱμαρμένην εἰσηγούμενοι ποιητὰς αὐτοὺς τίθενται λέγοντες ὅτι εἰ ὅδε πρὸς τόνδε συνδράμοι τάδε ποιεῖ, ἀλλ' οὐχ οὕτως, ἀλλ' ἵνα σημαίνωσιν ὥρας, μῆνας, ἐνιαυτούς· οὐ τὸ σημαῖνον δὲ ποιητικόν. "6Καὶ ἔστωσαν"6 γάρ φησιν "6εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς"6, ἅπερ σημαίνει τὰς ἐτησίους ὥρας, τὴν ἐαρινήν, τὴν χειμε- 37 ρινὴν καὶ τὰς ἄλλας· ἐν γὰρ τῷδε τῷ κλίματι ὢν ὁ ἥλιος ἢ τῷδε ταῦτα ποιεῖ. Εἰ δὲ λέγοιεν οἱ περὶ τὰ μαθήματα, συντρέχοντες τῷ εἰς σημεῖα αὐτὰ εἶναι, ὅτι καὶ οὕτως ὁ τῆς εἱμαρμένης εἰσάγεται 13 λόγος, οὐδ' οὕτω μὲν ἂν ἔχοι αὐτοῖς πιθανότητα· ἄλλως δὲ οὐδὲ δυνατὸν ἀνθρωπίνῃ φύσει καταλαβεῖν τὰ τοιαῦτα σημεῖα, τοῦ πόλου καὶ κατ' αὐτοὺς ὀξύτατα κινουμένου, δι' ὃν ἀμήχανον λαβεῖν τὴν ὥραν τοῦ ἀποτεχθέντος. Τὸ δὲ "6καὶ ἐγένετο οὕτως"6, ἀνταποδοτικὸν ὄν, δείκνυσιν ὅτι τοῦτ' ἐποίησεν ὁ Υἱὸς ὅπερ ὁ Πατὴρ ὑποστῆ[ναι ἐ]θέλησεν. Καὶ γάρ, οὐκ εἰρημένου πόσοι γένωνται φωστ[ῆρες], ἐπηνέχθη· "6Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας"6· οὕτως [ἡ αὐτ]ὴ καὶ βούλησις καὶ ἐνέργεια Πατρὸς καὶ Υἱοῦ. Ἀνὰ μέρος δὲ καὶ [αἱ] ἀρχαὶ τῶν φωστήρων ἐγένοντο, τοῦ μὲν ἡλίου τῆς ἡμέρας, σελήνης δὲ καὶ τῶν ἄλλων ἄστρων νυκτὸς ἡγουμένων. Οὕστινας ἔθετο, οὐ δηλοῦντος τοῦ ἔθετο ταὐτὸν τῷ ἐποίησεν, οὐδὲ ὅτι πρῶτον γενόμενοι ὕστερον ἐτέθησαν, ἀλλ' ὅτι ἡ ἔννοια ὑποβάλλει λόγῳ πρώτην εἶναι τὴν γένεσιν τῆς θέσεως· τὸ μὲν γὰρ ὑποστῆσαί ἐστι, τὸ δὲ ἁρμόσαι πρὸς τὰ ἄλλα τοῦ κόσμου μέρη. Καὶ τοῦτο δὲ τοῖς εἰρημένοις προσκείσθω, ὅτι δεόντως ἓξ ἡμέρας εἶπεν καὶ οὐχ ἓξ ὥρας ἢ μῆνας ἢ ἐνιαυτούς· τὸ μὲν γὰρ μῆνας ἢ ἐνιαυτοὺς εἰπεῖν βραδύτητα ἐνέφαινεν, τὸ δὲ ὥρας ἀδιανόητον ἐδόκει· ὁ γὰρ μὴ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.