In Genesim · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; reading with the letter.

Greek

ἐπιστάμενος τί ἡμέρα οὐδὲ τί ὥρα οἶδεν. Τελείου οὖν ἀριθμοῦ μνημονεύων εἰκότως καὶ ἡμέρας παρείληφεν καὶ καταλλήλως. Ἅπερ πάλιν "6εἶδεν ὁ Θεὸς"6 ὡς καλῶς γεγένηνται, τοῦ "6εἶδεν̣ ὁ Θεὸς"6 οὕτως ὡς ἐν τοῖς φθάσασιν νοουμένου. Ταῦτα μὲν οὖν σαφηνίζοντες τὸ ῥητὸν εἴπομεν, τὰ δὲ πρὸς ἀναγωγὴν ταῦτα ἂν εἴη. Ἐλέγετο πρὸ τούτων ὅτι 38 τὸ "6γενηθήτω φῶς"6 εἰς τὸν Σωτῆρα ἀνάγειν δεῖ, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος ὑποστάντα, ἀλλ' ὡς ἁρμοζόμενον τοῖς φωτιζομένοις. Καὶ ἐπὶ τῶν φωτιζομένων, οἱ μὲν ἐπ' ἐλάττον, οἱ δὲ ἐπὶ πλεῖον τὸν φωτισμόν, δέχονται δέ· παρὰ τούτους εἰσὶν οἱ ἐν νυκτερινῇ καταστάσει τυγχάνοντες. Γίνονται τοίνυν καὶ νῦν φωστῆρες ἐπίνοιαι τοῦ Υἱοῦ, καθὰ ἀκόλουθον ἰδεῖν τὸ βούλημα τοῦ νῦν προκειμένου· ἁρμόζεται πρὸς τὸ ἑκάστου μέτρον, τοῖς μὲν ἀνηγμένοις ἥλιος δικαιοσύνης γινόμενος, τοῖς δὲ ἐλάττοσιν συμμε[τρούμε]νος καὶ τὸν σελήνῃ ἀναλογοῦντα φωτισμὸν Πνεύ[ματ]ος παρέχων. Εἶεν δὲ καὶ οἱ ἐν νυκτὶ φωτιζόμενοι ὅσοι [τέ]λειοι ὄντες τῇ τοῦ σώματος χρείᾳ ἀναγκαίως ἐνδιδόασιν· ὁ γὰρ τέλειος, εἰ καὶ οὕτως ἐστίν, ὁμῶς, ἐπειδὴ σῶμα ἔχει, καὶ τρέφεται καὶ τὰς ἄλλας χρείας τοῦ σώματος ὑπομένει, ἃς καὶ αὐτὰς μὲν ὡς τέλειος ποιεῖ, διὰ τοῦτο γὰρ καὶ φῶς ἔχει, φῶς δὲ νυκτερινὸν τὸ τοιοῦτόν ἐστιν, ἐπεὶ ὁ τόνος ὁ τοσοῦτος παρὰ τὰς τοῦ σώματος χρείας, εἰ καὶ μὴ ἀπόλλυται, ἀλλ' ἐν ἀνέσει τυγχάνει. Καὶ ὥσπερ ἡ σελήνη αὐτὴ κατά τινας ἐκ τοῦ ἡλίου δέχεται τὰς αὐγὰς καὶ γίνεται δεύτερον φῶς χορηγούμενον ἀπὸ τοῦ μείζονος, οὕτω καὶ ἡ ἐκκλησία φῶς ἐστιν τοῦ κόσμου. Ἀμέλει γοῦν τοῖς ἑαυτοῦ μαθηταῖς Κύριος εἶπεν· "6Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου"6, οὐχ ἡλιακόν, –αὐτὸς γὰρ ἦν ὁ ἥλιος τῆς δικαιοσύνης, –ἀλλ' ἐλάττον καὶ ὑπ' αὐτοῦ χορηγούμενον. Ἀλλὰ καὶ ὁ ἀπόστολος λέγων "6Ἐν οἷς ἐστε ὡς φωστῆρες ἐν κόσμῳ"6 δείκνυσιν ὅτι μετεσχηκότες τοῦ ἀληθινοῦ φωτὸς φῶς εἰσι κόσμου· ἐπάγει γάρ· "6Λόγον ζωῆς ἐπέχοντες"6. Καὶ εἴη ἂν ἡ ἐν 39 τούτοις αὐτοῦ τοῦ φωτὸς σχέσις σελήνη· οὐ γὰρ εἶπεν "3ὑμεῖς ἐστε τὰ φῶτα"3, ἀλλὰ τὸ φῶς· ἑνότητα γὰρ πάντες πρὸς ἑαυτοὺς ἔχοντες οὕτω φῶς ἕν εἰσι, ἐκκλησία ὄντες. Καὶ οἱ ἀστέρες δὲ τούτων ἂν ὑπάγοιντο τῷ Λόγῳ ὑπεραναβεβηκότες τοὺς ἄλλους κατὰ τὴν ἀλληγορίαν, οὓς καὶ φωτίζουσιν. Οἵτινες ἂν εἶεν προφῆται πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου αὐγὴν ἐκπέμποντες τὴν τῆς προαναφωνήσεως. Ἐκεῖνος γοῦν ἀνατείλας κατηύγασεν τὸ ὅλον, καὶ ἓν φῶς τὰ πάντα ἀπέδειξεν [διὰ τὸ] τοὺς μετέχοντας φῶς ἀποδειχθῆναι τέλειον. Εἴρη[ται γὰρ] ὅτι ἐκλάμψουσιν οἱ δίκαιοι "6ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τ[οῦ] πατρὸς ἑαυτῶν"6, οὐχ "3ἥλιος"3, ἀλλ' ὡς ὁ ἥλιος, καθὰ καὶ ἐν τῷ Ἄισμ[α]τι εἴρηται περὶ τη῀̣ς̣ μετασχούσης τοῦ φωτός· "6Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθ<ρ>ος καλή, ὡς σελήνη ἐκλεκτή, ὡς ἥλιος θάμβος;"6 Καὶ θεώρει ὅτι προκοπαί 14 τινες διὰ τούτων δηλοῦνται· πρῶτον γὰρ ὄρθ<ρ>ος γίνεται, ἔπειτα ὡς σελήνη ἐκλεκτὴ ἀντὶ τοῦ πλήρης καὶ ἀνελλιπὴς κατὰ τὴν πλησιφαῆ, –εἰ γὰρ καὶ ἡ αὐτή ἐστιν, διχότομός τε οὖσα καὶ μηνοειδὴς καὶ ἀμφίκυρτος, ἀλλ' ἡ τελεία αὐτῆς κατάστασις ἡ κατὰ τὸ πλησιφαές ἐστιν, ᾧ τὴν νύμφην εἰκάζει–, μεθ' ἃ καὶ ὡς ἥλιός ἐστιν αὕτη, θάμβος διὰ τὴν πολλὴν προκοπὴν καὶ ἕνωσιν. Οἱ οὕτως γινόμενοι φῶς οὐκ ἐκ κατασκευῆς εἰσιν τοιοῦτοι, ἀλλ' ἐκ μετουσίας τοῦ ἀληθινοῦ φωτός. Οἳ καὶ χωρίζουσι "6ἀνὰ μέσον τῆς ἡμέρας"6 καὶ "6ἀνὰ μέσον τοῦ σκότους"6, τὴν κακίαν καὶ τὴν ἀρετὴν διαιροῦντες, καὶ οὕτω καταλάμποντες τοὺς ἐπὶ γῆς, οἵτινες οὔπω διὰ πράξεως οὐράνιοί εἰσιν. Σημαίνουσίν τε καιροὺς καὶ ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτοὺς καταλλήλους, τὸ μέτρον ἑκάστου 40 γνωρίζοντες καὶ πῶς ἔχει ὅδε πρὸς παίδευσιν, καθὰ καὶ τὸν ἰατρόν φαμεν λέγειν εἶναι καιρὸν τροφῆς πρὸς τὸ πῶς ἔχει ὁ τρεφόμενος σκοποῦντα· καὶ γὰρ ἐσθότε νυκτὸς τρέφει ὁ τῇ ἰατρικῇ χρώμενος. Σημαίνει οὖν ὁ ἥλιος δικαιοσύνης καὶ ἡ σὺν αὐτῷ λεχθεῖσα σελήνη καὶ οἱ ἀστέρες καιρὸν τοιοῦτον οἷον καιρὸν μαθημάτων, καιρὸν προκοπῆς, καιρὸν εἰσαγωγῆς, σημαίνουσιν δ[ὲ καὶ] αὐτὰ τὰ πράγματα, –ὅταν γὰρ φωτισθῇ τις, καθαρὰ [αὐτ]ὰ τὰ ὑποκείμενα πράγματα–, οὐ τότε τοῦ ἡλίου τῆ[ς δι]καιοσύνης ὑποστάντος ὅτε καὶ σημαίνει, ἀλλ' ὄντος ἀϊδίως, σημαίνοντος δὲ ὅτε οἱ προ- σίοντες χειραγωγίας δέονται. ∆ιὸ καὶ ἐν τετάρτῃ ἡμέρᾳ γεγενῆσθαι λέγονται, τοῦ γεγενῆσθαι κατ' ἀλληγορίαν τὴν πρὸς τὰ λογικὰ σχέσιν δηλοῦντος. Ὡς γὰρ προείρηται, ἐν δυνάμει ὄντες ἀρετῆς, χρῄζομεν τῶν ἐναγόντων εἰς αὐτὴν ἐνέργειαν τῶν ἀρετῶν, ἥτις ἐκ

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.