Unit 5 rem mid
Rem mid: Unit 5; lemma continues; reading with the letter.
Greek
Καὶ τὰ μετάφρενα δὲ τούτων ἢ τῶν περιστερῶν ἐν χ[λωρότη]τι χρυσίου διακεκόσμηνται, δηλουμένου διὰ μὲν τοῦ χ[ρυσίο]υ τοῦ νοῦ, διὰ δὲ τῆς χλωρότητος τοῦ ζωτικοῦ καὶ ἀμαρα´̣[ντου]. "6Ὅσοι οὖν σοφίᾳ κεκόσμηνται, καθ' ἣν βούλεται Θεὸς τ[ὰ ἑρπ]όμενα ἀπὸ τῶν ὑδάτων ἀφελέσθαι, οὗτοι περιστερ[αί εἰσι]ν ἕτερον νοῦν ἔχοντες, πτεροῖς τῆς ἀληθείας ὑψούμενοι καὶ ἀεὶ τὸ ζωοποιὸν Πνεῦμα ἐν ἑαυτοῖς ἔχοντες. Ταῦτα δ' αὐτὰ καὶ εὐλογεῖ Θεός, ὅπως ἐπίδοσιν πλήθους καὶ αὐξήσεως δέχωνται, πλήθους μὲν ἵνα μιμητὰς ἄλλους ἀποδείξωσιν, αὐξή[σε]ως δὲ ὅπως ἀεὶ αὐτοὶ τῇ προκο̣π̣ῃ῀̣ τοῦ τελείου ἀγαθοῦ ἔρωτα ἔχωσιν. Τὸ δὲ "6καὶ πληρώσατε τ[ὰ ὕ]δα[τα]"6 σημαίνοι ἂν ὅτι μη̣κέ[τι] ὑμεῖς βύθιοι τυγχάνετε [συμ]πν[ιγ]όμενοι τοῖς τῆς ἁμαρτίας δεσμοῖς, ἀλλ' αὐτοὶ κρατο[ῦν]τες αὑτῶν ὑπεράνω αὑτῶ<ν> χωροῦντες διατελεῖτε· ἢ τάχα, ἐπεὶ τὸ ὕδωρ οἰκεῖαν ἔχει πλήρωσιν καὶ χρῆσιν τήν τε κάθαρσιν καὶ τὸ ποτίζειν συμπνίγειν τε καὶ συνέχειν, παραινεῖ ὅτι τῶν ὑπ' αὐτοῦ παρὰ πρόθεσιν κα̣ι`̣ παρὰ σκοπὸν συμβαινόντων ἀποστάντες, τοῦ συνέχεσθαι λέγω καὶ συμπνίγεσθαι, ταῖς σειραῖς τῶν ἁμαρτιῶν συσφιγγο[μέ]ν̣ους, πρὸς ἐκεῖνα χωρεῖτε, τό τε ποτίζεσθαι ἀπὸ ὕδατος κ̣[α]θαροῦ καὶ μὴ συμπνίγοντος καὶ τὸ καθαίρεσθ̣αι παντὸς ἀπαλλαττόμενοι ῥύπου, πληροῦντες 18 ταύτας τὰς ἐνεργείας το[ῦ] ὕδατος, ποτιζόμενοι ἀπὸ ἀθα̣να´̣τ̣ου ὕδατος καὶ καθαιρόμε[νο]ι, ἀλλὰ μὴ συνεχόμενοι. Τὸ δ̣ε`̣ "6Κ̣α̣ι`̣ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα 48 πέμπτη"6 ο̣ὑ´̣τ̣ω̣ς̣ ἀ`̣ν̣ ἐξομαλισθείη· πέρας ἔσχεν αὐτοῖς ἡ τῶν αἰσθητῶν η῾̣μ̣ε´̣ρ̣α̣ ε᾿̣π̣ὶ τὰ νοητὰ χωροῦσιν· τέλος γὰρ τῆς παρελθούσης ἡμέρας ἀρχὴν ποιεῖ τῆς διαδεχομένης. Ἀφέντες οὖν αὐτοὶ τὰ αἰσθητὰ ἐπὶ τὸ τέλειον χωροῦσιν, [ὃ] δηλοῦται ὑπὸ τοῦ ἓξ ἀριθμοῦ· προκοπὴ γὰρ τῶν πέντε κατ̣ὰ τὸ προσεχὲς τὰ ἕξ. Ταῦτα δὲ οὐκ ἀριθμῷ δεῖ σκοπεῖν ἀλλ[ὰ] κα̣τ̣ὰ τοὺς λόγους τοὺς ἐν τοῖς ἀριθμοῖς, τῶν πέντε δηλ[ο]ύ[ντω]ν τὰ αἰσθητά, τῶν δὲ ἓξ ἐπὶ τοῦ παρόντος τὴν τελειό[τητα]. ι, 24. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ [ψυχὴ]ν̣ ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρ[ία]. Ὡσαύτως τοῖς ἔμπροσθεν τὸ εἶπε[ν ὁ Θεὸς] ἐκλημπτέον, εἶπεν δὲ ἵνα ἐξαγάγῃ ἡ γῆ ψυχὰς ζ̣[ώσας, ὅ]π̣ερ δεικτικὸν ὑπάρχε̣ι τοῦ συνεσπάρ̣σθαι τοῖς σώμασιν τῶν ἀλο´̣γ̣ων τὰς αὐτῶν ψυχὰς ἅτε καὶ συμφθειρόμενας, τῶν ἀ[ν]θρωπίνων οὐχ οὕτως ἐχουσῶν· καὶ μετὰ τὴν διάλυσιν γὰρ ἐπι̣δ̣ι̣α- μένουσιν αὗται. Καὶ πρὸς τοῦτο ὁμοδοξοῦσιν οἱ πολλοὶ καὶ [τῶ]ν ἔξω τῆς πίστεως, ᾅδην εἶναι οἰόμενοι, περὶ οὗ φαντασίαν μὲν ἀμυδρὰν ἔχουσιν τὸ ὅλον ··μαινόμενον ··· ···· διάκεινται δὲ ο῾̣[μ]ῶς εἶναι τοῦτο̣ν χωρίον τι ἐν̣ [ᾧ] δια̣τ̣ρ̣ίβουσιν ψυχαὶ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. ῾Η̣[γοῦν̣] π̣ρόσταξις περὶ ἀλόγων αἰν<ίσσ>εται ὅπ̣ως ἐξαγάγῃ ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ε῾̣ρπετὰ καὶ θηρία, ὑ[πο]β̣αλ̣λ̣ούσης τῆς προστάξεως ὡς ····η γῆ δύναμιν τῶν [ἐξ] α̣υ᾿̣τῆς ἐξελευσομένων ἀλόγων ζῴων ἔχει, λόγου σπερματ̣ι̣κοῦ ἐνυπάρχοντος αὐτῇ τρόπον τινά, μᾶλλον δὲ ἐν τοῖς σπε´̣ρ̣μασιν τῶν ζῴων, τούτου προσεχεστέρου κειμένου μόν[ου ὅτι] τὴν̣ φανταστικὴν καὶ ὁρμητικὴν κίνη̣σιν αἱ τῶν ἀλόγω̣ν̣ ψ̣υ̣χαι`̣ τοῖς σώμασιν παρέχουσιν, σωμ̣α̣τικ̣α̣ι`̣ ὑπάρχουσαι κα̣ὶ α̣υ᾿̣ταί, μᾶλλον δὲ 49 ἐν αὐτῷ οὖσαι τῷ σώματι καὶ ἐν τ̣ῇ τούτου συστάσει· "6Ψυχὴ"6 γάρ φησιν "6παντὸς ζῴου αἷμα αὐτοῦ."6 [Τ]ὸ κοινὸν αὐτοῖς τό τε τρέφεσθαι, γρηγορεῖν, ὑπνοῦν, κάμνειν. Οὐ [π]ερὶ πάσης δὲ ψυχῆς ἐστι τὸ πρόσταγμα, ἀλλὰ περὶ μόνων ἀλ[ό]γω[ν]· ἡ γὰρ τοῦ ἀνθρώπου ψυχὴ κατ' εἰκόνα καὶ ὁμοιότηταΘεοῦ δεδημιούργηται, [ὡ]ς [ἐ]ν τοῖς ἑξῆς ἀκριβέστερον γνωσθη´̣σεται. Εἶτα ἐπεὶ τ[ὰ ἐ]ξαγόμενα ἐκ τῆς γῆς ζῷα οὐκ εἰσὶν πάντα ὁμ̣οειδῆ ἀλλ[ὰ κατὰ γ]ένη διαφόροις εἴδεσιν ὑποβε- βλημένα, εἰ῀̣π̣εν τὸ "6κατ̣α`̣ γ̣ε´̣νος"6, τοῦ "6καθ' ὁμοιότητα"6 δηλοῦντος τὸ εἶδος. Κοινὸν οὖν αὐτοῖς τὸ γένος· πάντα γὰρ ἔμψυχα ἐξηλλαγμένα ὕπ̣εισιν ταῖς οὐσ[ιώ]δεσιν διαφο- ραῖς· ἑτέρα γὰρ ἵππου καὶ βοὸς̣ οὐσία κα̣ι`̣ τ̣ω῀̣ν [ἄλλ]ων ὁμοίως. Τρισὶν δὲ πρόσταξις γίνεται, τετραπ̣ο´̣δοις τ̣[ε] καὶ θηρίοις καὶ ἑρπετοῖς, οὐ πάντων τετραπόδων καὶ θη̣ρίων ὄ[ντ]ων. Εἴη ἂν οὖν καλῶν τετράποδα μὲν νῦν ὅσα ἥμε̣ρα καὶ ὑπηρετικὰ ἀνθρώπων, θηρία δὲ τὰ ἀτίθασα τετράποδα, ε῾̣ρ̣π̣ε̣τὰ δὲ ὅσα ὀφιώδη, καὶ τούτων δὲ αἱ δια̣φοραὶ οὐκ ἄγνωσ[το]ι τοῖς ἱστορήσασιν. ι, 24. Καὶ ἐγένετο οὕτως. Ἔδει γὰρ τὸ εἰ῀̣ν̣α̣ι̣ ἀκ[ολου]θεῖν τῇ προστάξει. ∆ιαπο- ρήσειεν δ' ἄν τις τί ἤδη τῷ ··· ····το "6καὶ ἐγένετο
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.