Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
περὶ οὗ εἴρηται· "6Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον"6, ἅπερ τοῦ τοιούτου καὶ τοσούτου κακοῦ ἐλευθερῶσαι ὁ εὐεργέτης βούλεται, τῶν δὲ ἐσφαλμένας νοήσεις ἐχόντων πετεινῶν καλουμένων διὰ τὸ δῆθεν περὶ μετέωρα ἔχειν καὶ τῶν ἄλλων ἀνθρώπων περιττὸν δοκεῖν διανοεῖσθαι, ἅπερ καὶ αὐτὰ ἔξω ταύτης τῆς καταστάσεως γενέσθαι βούλεται ὁ φιλάνθρωπος Θεός, 45 ὅπως τὴν σύνεσιν, ἣν εἰς ἃ μὴ χρὴ κατεδαπάνησαν, ἁρμόσωσιν εἰς τὰ δέοντα καὶ πρέποντα λογικῇ φύσει, ἵν' οὕτως ἀπολαβῶσιν τὸ οἰκεῖον τῆς πτήσεως τῆς θείας, ἀφ' ἧς καὶ ἡ παρατροπὴ γέγονεν. Κήτη δὲ μεγάλα ἦσαν κατὰ νόμους ἀλληγορίας αἱ πονηραὶ δυνάμεις, διάβολος καὶ οἱ ἄγγελο̣ι̣ αὐτοῦ, οἵτινες δράκοντες παρὰ τῇ γραφῇ λέγονται, δηλαδὴ καὶ τοῦ δια- βόλου πολλῷ πλέον ταύτῃ καλουμένου τῇ προσηγορίᾳ. Πρὸς τὸν Σωτῆρα γοῦν τρόπῳ ὑμνῳδίας λέγεται· "6Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος."6 Σαφὲς δὲ ὅτι ταῦτα παρὰ τοῦ Θεοῦ γέγονεν, οὐ καθὸ φαῦλα τυγχάνει, ἀλλὰ κατὰ τὸ οὐσίωδες αὐτῶν ὑποκείμενον. Οὐ γὰρ διάβολον ἢ δαίμονας, καθὸ τοιοῦτοί εἰσιν, ὁ Θεὸς πεποίηκεν, ἀλλ' αὐτοὶ ἑαυτοῖς τὴν ἀπώλειαν ἐπεσπάσαντο· ἀγγέλους γὰρ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν τάξιν ἡ γραφή φησιν. Ὅτι δὲ κῆτος ὁ διάβολος εἴρηται, ἐν τῷ Ἰὼβ περὶ αὐτοῦ λέγεται· "6Ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι"6, ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. ∆ύναται δὲ καὶ τὸ "6ἐποίησεν αὐτὰ ὁ Θεὸς"6 δηλοῦν τὸ "3ἀπέδειξεν"3· πολλάκις γὰρ ἡ γραφὴ τὸ ποιῆσαι ἀντὶ τοῦ ἀποδεῖξαι σημαίνει, ὡς ἐν τῷ "6Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν"6, οὐχ ὅτι ἡμεῖς δημιουργοὶ τοῦ Θεοῦ γινόμεθα, ἀλλ' ἀποδείκνυμεν αὐτὸν τὸ ὅσον εἰς ἡμᾶς ψεύστην. Τὸ αὐτὸ παρίσταται καὶ ὑπὸ τοῦ εἰρημένου πρὸς Ἰουδαίων ὅτι "6Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν"6, ἀντὶ τοῦ "3ἀποδεικνύεις"3. Τοῦτο δὲ ποιεῖ Θεὸς καὶ ἀποδείκνυσιν τὰς 17 π[ο]νηρὰς δυνάμεις καὶ φανεροῖ ταύτας, ἵνα μὴ λανθάνοντες ἀμέτρως βλάπ- τωσιν καὶ ἵνα οἱ πρὸς αὐτοὺς ἔχοντες τὴν πάλην γινώσκωσιν αὐτούς· οὕτω γὰρ καὶ καταφρονῆσαι αὐτῶν συμβαίνει. Ταῦτα δὲ ἔξω τῶν ὑδάτων βούλεται εἶναι Θεὸς ὀλίγον αὐτὰ τέως ὡς ἐν εἰσαγωγῇ ἀρετῆς ἀποστῆναι κακίας θέλων, –οὐ γὰρ ὁ ἐν κακίᾳ καὶ τοσαύτῃ γε ἀθρόαν δέχεται τὴν μετάστασιν ἐπὶ τὸ τέλειον, ἀλλὰ κατὰ προκοπὴν καὶ ἐπίδοσίν τινα προσλαμβάνων ἀεί τι τῆς ἀρετῆς, – ἵν' οὕτω ἐκ τοῦ ἐπὶ γῆς ἵστασθαι καὶ πετεινὰ οὐρανοῦ γένωνται κατὰ τοὺς ἀκούοντας· "6Ἐὰν κοιμηθῆτε ἀνὰ 46 μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυ<ρω>μέναι καὶ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου"6, κλήρους λέγων τὰς διόδους τῶν ὑδάτων ὡς ἐν τῷ "6Ἰσαὰκ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων"6, οἵτινες εἶεν ἥ τε παλαιὰ καὶ καινὴ διαθήκη πτεροῦσαι τὸν ἀνὰ μέσον αὐτῶν διαναπαυόμενον καὶ συμβάλλοντα τὰ προειρημένα τῇ τούτω[ν ἐ]κβάσει ὡς πτέρυγας ἔχειν περιστερᾶς, ᾗ εἰκασθὲν τὸ ἅγιον [Π]νεῦμα ἐπὶ τὸν Ἰησοῦν κατελήλυθεν. Αὕται αἱ πτέρυγες νοήσεις [εἰ]σὶν δίαρμα καὶ μέγεθος οὐράνιον ἔχουσαι, ἀπὸ τούτου καὶ περιστεραὶ καλούμεναι, καθὰ καὶ τὴν νύμφην οὕτως ὀνομάζ[ει] ὁ μνηστευσάμενος αὐτὴν λέγων· "6Περιστερά μου τελεία μου."6 Καὶ περὶ τῶν ἁγίων δὲ εἴρηται· "6Τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς;"6 νεοσσοὺς λέγ̣ων περιστερῶν τοὺς ὑπὸ τοῖς τελείοις μαθη- τευομένους, οἷος Παῦλος περιστερὰ τυγχάνων καὶ ἔχων νεοττὸν Τιμόθεον καὶ Πέτρος τὸν εὐαγγελιστὴν Μάρκον. Καὶ ἐπὶ τ[ῶ]ν̣ παλαιῶν δὲ ἀνεγρά[φ]η[σά]ν τινες υἱοὶ προφη̣τ̣ῶν, οὕστινας νεοσσοὺς περιστερῶν τῶν προφητῶν λέγω̣ν ο̣υ᾿̣κ ἂν ἁμάρτοις. Οἱ αὐτοὶ δὲ κατ' ἄλλο καὶ ἄλλο νεοττοὶ λέγονται καὶ νεφέλαι· ᾗ γὰρ φέρουσιν ὑετὸν θεῖον καὶ πνευμα̣τικόν, τοῦτον τοῖς ἄλλοις παρα- πέμποντες εἰς ὠφέλιαν, νεφέλαι τυγχάνουσιν, ᾗ δὲ τυποῦνται κατὰ τὴν τοῦ ἁγίου Πνεύματος μετουσίαν, περιστεραὶ ὑπάρχουσιν, αἵτινες περιηργυ<ρω>μέναι εἰ[σί]ν, λόγῳ θείῳ κεκοσμημέναι, ἐκ τῶν θειῶν πεπαιδευμέναι γραφῶν. Ὅτι γὰρ ὁ ἄργυρος σημαίνει τὸν λόγον, δῆλον ἐκ τοῦ "6ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου"6. Οὐ γὰρ ἡ αἰσθητὴ ἄργυρος, ἀλλ' ἐπεὶ ὄργανον λόγου ἐστὶν ἡ γλῶσσα, αὐτοῦ καὶ σύμβολον εἴλημπται. Οὗτος δὲ πεπύρωσται ἅτε 47 οὐ περὶ τῶν τυχόντων ἀλλὰ τοῦ φωτὸς τοῦ οὐρανίου διαλαμβάνων, οὗ ἦλθεν Ἰησοῦς ἐπὶ γῆς βαλε[ῖ]ν θέλων ἤδη αὐτὸ ἐξαφθῆναι. Ἀλλὰ καὶ αἱ τοῖς ἀποστόλοις φανεῖσαι γλῶσσαι ὡσεὶ πυρός, αἳ καὶ ἐκάθισαν ἐφ' ἕνα ἑκαστὸν αὐτῶν, τὸν θεῖον λόγον καὶ διδακτικὸν σημ̣[αί]- νο[υ]σιν.
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.