Unit 7 rem close
Rem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek
μὲν ἀνὴρ ὁ σπορεὺς καὶ διδάσκαλος τῶν καλῶν ὑπάρχει, θήλεια δὲ ἡ ὑποδεχομένη τὰ παρὰ τοῦ διδασκάλου μαθήματα καὶ μορφοῦσα καὶ ἀποτίκτουσα ψυχή, ὡς ἀμφοτέρων εἶναι τ[ὸ] κατόρθωμα, τοῦ μὲν διδασκάλου ὡς ἐναγαγόντ[ο]ς εἰ[ς αὐ]τήν, τοῦ δὲ μαθητοῦ ὡς εὔεικτον παράσχοντος τὴν κ̣αρ[δίαν π]ρὸς τελεσιουργίαν τῆς ἀγαθῆς πράξεως. Καὶ ἐπεὶ ἡ θεία [παίδε]υσις καὶ εἰσαγωγὴν ἔχει και`̣ προκοπὴν καὶ τέλος, κατὰ τ[αύτην τὸ] "6αὐξάνεσθε"6 νοητέον. Καὶ γ̣α`̣ρ ὁ μακάριος Παῦλος τὸ τῆ[ς εἰσαγ]ωγῆς δηλῶν καὶ τοὺς ἐν ταύτῃ ὄντας νηπίους εἰδὼς ε[ἶναί] φησιν· "6Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα"6· ἀλλὰ καὶ τελείοις [οὕτως] λέγει· "6Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν [παραστῆσα]ι τῷ Χριστῷ"6· ἡ γὰρ ἐκκλησία τελεία τυγχάνουσα νύμφ[ης τρό]πῳ τῷ Χριστῷ συναρμόζεται, ἄνδρα αὐτὸν ἔχουσα, περὶ [οὗ λέγε]ται· "6Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ."6 Εὐλογοῦνται οὖν [ὅσοι ἐ]κ μικρῶν τέλειοι καὶ ἐξ ὀλίγων [θ]εωρημάτων πλείονα μ[ανθά]νουσιν, αὔξησιν ἀρετῆς καὶ πλῆθος νοητῶν ἀγαθῶν δ[εχόμ]ενοι, οἱ Θεῷ προσα- νέχοντες. Οὕτω καὶ τὴν γῆν πληροῦσ[ιν, τὴ]ν ἀγαθὴν ἑαυτῶν καρπίαν· καὶ γὰρ Σωτὴρ ἐν εὐαγγελί[ῳ περ]ὶ τοῦ σπόρου τὴν καλὴν γῆν τὴν καρδίαν εἶναι τὴν ἀγαθὴ[ν ἐδ]ίδαξεν, ἥτις δεξαμένη τὸν θεῖον σπόρον πολλὰ γεννήματα ἤγαγεν κατὰ τὸ "6Σπείρετε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγή[σα]τε εἰς καρπὸν ζωῆς"6. ∆υνατὸν δὲ καὶ περὶ διδασκάλου αὔξο[ντο]ς καὶ πληθύνοντος τοὺς μαθητευομένους νοῆσαι ὡς ἐνε[ργοῦ]ντος τὴν εἰρημένην εὐλογίαν φάσκουσαν· "6Αὐξάνεσθε κ[αὶ π]ληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε [α]ὐτῆς."6 Κατακυριεύει 70 γὰρ ὁ δρεπόμενος ἃ ἔσπειρεν, ὡς λεχθῆναι περὶ αὐτοῦ καὶ τῶν ὁμοίων· "6Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἱροῦντες τὰ δράγματα αὐτῶν"6, εἶτε ε᾿̣ν θεωρήμασιν καὶ πράξεσιν θείαις, εἶτε ἐν μαθηταῖς· [οὐ] μικρὸν γὰρ τῷ διδασκάλῳ καὶ τὸ ἀπὸ τούτων ὄφελος. Τ[ὸ δ]ὲ "6[Κ]αὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν [πετει]νῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν"6 οὕτω ν[οηθείη]. ∆ιάφορα ἐν ἀνθρώποις ἤθη τυγχάνει, ὡς τοὺς μ[ὲν ἀκο]ύειν "6Γεννήματα ἐχιδνῶν"6, περὶ ἄλλων λέγεσ̣θ̣[αι· 28 "6Ἵππο]ι θηλυμανεῖς ἐγενήθητε"6, καὶ πάλιν· "6Ἄνθρωπος ἐν [τιμῇ ὢ]ν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι[ν τοῖς ἀ]νοήτοις καὶ ὡμοιώθη αὐτοῖς"6, καί· "6Μὴ γίνεσθε [ὡς ἵππο]ς καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις"6, καὶ ἕτερα φ[ιλόκ]αλος ἐν ταῖς θείαις γραφαῖς ἐπεσπαρμένα εὑρή[σει.] Λέγοι οὖν ἂν ὅτι ὁ τοὺς ἄλλους ὑπεραναβεβηκὼ[ς διὰ] παιδεύσεως τοὺς προε[ι]ρημένους τῆς ἀλογίας [α᾿̣]π̣ο[σῴζε]ι, ὃ δυνατὸν δὲ καὶ οὕτως· τὰ διάφορα πάθη καὶ κι̣ν̣[ήμ]ατα τῆς ψυχῆς, πολλὰ ὄντα καὶ ποικίλα, ὑπὸ τῆ[ς] ·[···] ψυχῆς ἡνιοχεῖται, μὴ ὑποσυρομένης αὐτῆς τ[ῷ κ]ύματι τῆς τούτων φορᾶς, ἀλλὰ κρατούσης αὐτῶν καὶ α᾿̣[ρ]χ̣ούσης κατὰ τὴν δοθεῖσαν ἐξουσίαν· "6Καὶ ἀρχέτωσαν"6 γὰ[ρ "6τ]ῶν ἰχθύων τῆς θαλάσσης"6 καὶ τὰ ἑξῆς. Ἢ οὐκ ἄρχει ἰχ̣θ̣υ´̣ω̣[ν ὁ] τοὺς ἐννηχομένους τῷ κλύδωνι τοῦδε τοῦ βίου [ἐκ τοῦ] βάθους ἀνιμώμενος κατὰ τὸν Πέτρον τῷ λόγῳ τη῀̣[ς θ]είας παιδεύσεως καὶ τοὺς ἄλλως ὑψιπετεῖς δι' οἴημα ·[·]ον κατεσπακ̣ὼς ἐντιθείς τε ταπεινοφροσύνης σ[ω]τ̣ή[ρ]ιον, 71 ἐφ' ἧς ὁ Κύριος παρακα̣λῶν φησιν· "6Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ"6, ἵν' οὕτως ἀπο`̣ τ̣αύτης εἰς θεῖον ὕψος ἐπαιρόμενοι πτεροφυήσωσιν ὡς ἀετοί, λαβόντες πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθέντες εἰς̣ τὴν κατάλληλον κατάπαυσιν. Ἀλλὰ καὶ ὁ τοὺς ἐξηγρ̣ι̣ω[μ]ε´̣νους εἰς ἡμερότητα ἄγων δείκνυσιν τῆς ἀρχῆς [τὸ μέ]γεθος. Καὶ ὁ τὰ ἴδια δὲ κινήμα̣τα ἐπαιρόμενα κ̣[ατὰ το]ῦ νοῦ καὶ κατεξανιστάμενα λογισμῷ ἀγω[νιῶν κα]τακρατεῖν αὐτῶν τὴν παρὰ Θεοῦ δοθεῖσαν ἀρχὴ[ν ἀποδ]είκνυται, ἄρχων "6καὶ πα´̣σης τῆς γῆς"6, ὅ ἐστιν τω῀̣[ν σωμ]ατικῶν ἁπάντων παθῶν, νεκρῶν "6τὰ μέλη τὰ ἐ[πὶ τῆς γ]ῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν"6, ἁ´̣[περ ἑρπ]ετὰ λέγων οὐκ ἂν ἁμάρτοις. Ὧν καὶ αὐτῶν ἄρχε[ιν λέγετ]α̣ι̣ ὑπὸ τοῦ δεδωκότος "6πάντα χόρτον σπόριμον̣"6 [καὶ τρ]ο̣φὴν τὴν ἄλλην, ἅπερ εὐλόγως ἂν νοηθείη τα`̣ [τῆς θ]είας γραφῆς παιδεύματα, τροφὸς τυγχάνοντα οὐ[ράνιο]ς· "6Οὐ"6 γὰρ "6ἐπ' ἄρτῳ μόνῳ ζήσετα̣ι̣ ἄνθρωπος, ἀλλ' ἐπὶ π[αντὶ] ῥήματι ἐκπο- ρευομένῳ διὰ στόματος Θεοῦ."6 ∆έδ[ωκε] δ[ὲ] ὁ Θεὸς καὶ ἕτερον εἶδος τροφῆς ἐπάνω τῆς γῆ[ς] ε᾿̣πικ[εί]μενον· τὰς γὰρ ἀγαθὰς ἐννοίας ἐν τῷ λόγῳ [ἐ]ν̣ α᾿̣ρ̣χῇ δημιουργήσας ἐνέπηξεν, ἃς ὁ διασῴζων ὡς ζω[τ]ι̣[κ]ὸν ἀεὶ τοῦτο
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.