In Genesim Unit 8 opening
Unit 8.
Lemma-led open — 6[πᾶν] ξύλον κάρπιμον ποιοῦν καρπόν
Greek
φυλάττειν τὸ τρόφιον ἕξει τὴν ἐν ἀρ̣ε̣[τ]ῇ δι̣α̣μονήν, μὴ καταχωννὺς τὰ παρὰ Θεοῦ δοθέντα̣ ἡμῖν [ἐ]ξ ἀρχῆς ἐν τῇ ἐννοίᾳ ἀγαθά. ∆έδωκε δὲ ὁ Θεὸς "6[πᾶν] ξύλον κάρπιμον ποιοῦν καρπόν"6, ἐξ οὗ πάλιν τροφή τις δ[έ]δ̣[οτ]α̣ι̣· οἱ γὰρ τελειότεροι καὶ διακονοῦντες τὴν τῶν ἀνθρώπων σ[ωτηρ]ίαν οὗτοι ἂν εἶεν ξύλα κατὰ τὸ ε̣ἰρημένον· "6Καὶ πάντ[α τὰ ξ]ύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις"6, ἅπερ 72 ε[ἰσ]ι`̣ν̣ [ο]ἱ εὐφραινόμενοι ἐπὶ τῇ σωτηρίᾳ τῶν μετα- νοούντων, παραπλήσιοι ὄντες τῷ μακαριζομένῳ ἐν πρώτῳ ψαλμῷ, ὅντινα ὁμοιοῖ ὁ λόγος τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὅπερ ἀεὶ ποτίζεται τῇ τῶν θείων μελέτῃ καὶ καιρίως τὸν καρπὸν ἀποδίδωσιν. Τὸ δὲ καί· "6Ὑμῖν δέδοται εἰς βρῶσιν καὶ [π]ᾶσιν τοῖς θηρίοις καὶ πᾶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ [ἑρπ]ετῷ ἕρποντι ἐπὶ τῆς γῆς"6 οὕτω νοηθείη· ὁ κηδόμενος τῆς̣ [σωτηρ]ίας τῶν πάντων Κύριος διάφορα φάρμα<κα> πρὸς τὰ ποικίλα τραύ[ματα] δέδωκεν, ἵνα πᾶς ὁστισοῦν ἀναπολόγητος ᾖ μὴ ἔχων ···[···] οὐκ ἔσχεν τὰς τοῦ λόγου ἀφορμάς· οὕτω καὶ οἱ θεραπ[ευταὶ] αὐτοῦ πρὸς ἕκαστον ἁρμο[ζό]μενοί φασιν καθὰ ὁ Παῦλος [·····] "6Τοῖς πᾶσιν γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω"6, [····]·ως καὶ προσφόρως ἑκάστῳ ἁρμο- ζόμενος, καὶ οὐ βάλλω[ν τὰ ἅγι]α τοῖς κυσὶν οὐδὲ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χ[οίρων, ἀλλ]ὰ καὶ τούτους μετάγων [ἀ]πὸ τῶν ἰδιωμάτων ὧν ἔσχον [ἐξ ἰ]δ̣ίας προθέσεως διὰ λόγου καταλλήλου αὐτοῖς εἰς παίδευσιν. [Μὴ ἑ]ρπετὸν ὑπάρχῃ τις καὶ διὰ τοῦτο εἰς βάθος κακῶν ἀφίκηται, ο[ὐ]κ ἐστέρηται τῆς ἐπιγνώσε̣ως τοῦ καλοῦ, ὅνπερ τρόφιον [ἐπ]άνω τῆς γῆς ὁ Θεὸς δέδωκε[ν] τῇ ψυχῇ ἐξ ἀρχῆς ἐνεὶς τὰς κ[αλ]ὰς ἐννοίας, ἃς ὁ διακαθαίρων ἕξει ζωτικὴν τροφήν. "6Καὶ εἶδεν ὁ Θεὸς 29 πάντα ὅσα ἐποίησεν καὶ ἰδοὺ πάντα καλὰ λίαν"6· ὡ[ς] γὰρ ἐν τοῖς αἰσθητοῖς ἐλέγετο ὅτι ἡ ἑκάστου πρὸς ἕκαστον ἁρμονία τὸ ἐπιτεταμένον καλὸν δείκνυσιν, οὕτω καὶ τῶν κατὰ ἀρετὴν τόδε πρὸς τόδε ἔχον τὴν ἀναλογίαν, πρ[ὸ]ς [τ]ὸ ἐπὶ πᾶσι τέλος ἔχον τὴν ἀναφοράν, "6λίαν"6 ἐπαινετὸν τ[ὸ] λ̣[εγ]όμενον δείκνυσιν. "6Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένε[τ]ο π̣ρωΐ, ἡμέρα ἕκτη."6 Τὰ περὶ τοῦ ἕκτου ἀριθμοῦ καὶ νῦν ἐφαρμ[ο]- στ̣[έ]ον πολλῷ πλέον, ὅσῳ τὰ ἐπαινούμενα νῦν κρείττονα 73 τῶν αἰ[σ]θ[η]τ̣ῶ[ν] ἐστιν. Ἐπ' ἐκείνων γὰρ ἐλέγετο ὡς ἥρμοζεν ἐν τῷ ἀριθμῷ τούτῳ, τελείῳ τυγχάνοντι καὶ ἐκ τῶν ἑαυτοῦ μερῶν ἀπαρτιζομένῳ, τόνδε τὸν κόσμον γενέσθαι, ἔχοντά τι παθητὸν καὶ δρ̣α̣στήριον· πολλὰ γὰρ ἐν αὐτῷ καὶ ποι̣εῖ καὶ πάσχει, εἰ καὶ οὐχ ἅμα, [ὅπε]ρ συμβολικῶς καὶ ἐν τῷ ἀριθμῷ οἱ τὰ περὶ τούτων φυσιο- λογο[ῦ]ν[τες] λέγουσιν. Εἴη δὲ καὶ κατὰ τὸν τῆς ἀναγωγῆς λόγον οἰκείως [τέλειο]ς ἀριθμὸς παραλημφθείς· τέλειον γὰρ ὄντως ἡ ἀρετὴ κα[ὶ μὴ ἐλλ]ειπὲς καὶ πληρέστατον, ἅτε Θεοῦ τελειότερον δώρημα. Ἄχρ̣[ι πάντω]ν τῶν ἐν ταῖς σαφηνισθείσαις ἓξ ἡμέραις γεγενημένω[ν φθά]σαντες περιγράψομεν τὸν λόγον, εὐχό- μενοι τὸν τῶν [ὅλων] Θεὸν καὶ δημιουργὸν τοῦ τελείου καὶ πληρεστάτου κόσμου δοῦναι καὶ ἐν τοῖς ἑξῆς τελείαν πρὸς τὰ λεγ[όμενα νό]ησιν. ιι, 1–3. [Καὶ σ]υνετελέσθη ὁ οὐρανὸς [καὶ ἡ γ]ῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν καὶ συνετέλεσεν ὁ Θεὸς ἐν [τῇ ἡ]μέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησεν, καὶ κατέπαυ[σεν ἐ]ν̣ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐ[ποίησ]εν. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέ[ρα]ν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν [ἀ]π̣ὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. Τὸ "6συνετελέσθη"6 ὁτὲ μὲ[ν] τὴν φθορὰν σημαίνει, ὁτὲ δὲ τὴν ὕπαρξιν. Ὅταν γοῦν τὸν [Σ]ωτῆρα ἐρωτῶσιν οἱ μαθηταί· "6Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημε[ῖο]ν τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος;"6, περὶ τοῦ τέλο[υ]ς ἐστὶ τὸ τῆς συντελείας σημαινόμενον, ὅπερ ἀντὶ φθορᾶς [τ]οῦ κόσμου εἴωθε λαμβάνεσθαι· ἐνταῦθα δὲ τὸ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.