Unit 9 rem close
Rem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek
συνειδότος ἑαυτῷ ἁμάρτημα φυλάττοντος παρρησίαν. Πρὸς ἃ μετὰ διορθώσεως πάλιν ὁ τοῦ παντὸς δεσπότης ἀνακινῶν αὐτοῦ τὴν ἔννοιάν φησιν· "6Τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφα̣γε̣ς;"6 Φιλάνθρωπος ὁ λόγος· πάλιν γὰρ ἀντέχεται τοῦ ἁμαρτήσαντος Θεός, ὑποδεικνὺς τῆς ἐντολῆς τὸν λογισμόν. Ἔδει γὰρ μ̣ετὰ πάντων καὶ τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ μεταλαμβάνειν καὶ μὴ μόνου. Ἡ γάρ, ὡς προείρηται, ἐντρέχεια ἀνθρωπίνη χωρὶς τῆς ἐνεργείας τῆς ἀρετῆς ἐπιβλαβέστατον, μετὰ δὲ πάντων ὠφέλιμον· ὅπερ καὶ ὁ Θεὸς προσέταξεν ἀγαθοῦ ἰατροῦ δίκην, προπότισμα χρησιμώτατον πρὸς ὑγίειαν παρέχων, ὃ συγκραθὲν μὲν 93 λυσιτελεῖ, διαιρεθὲν δὲ βλάπτει, ὥσπερ ἐπὶ τῆς καλουμένης 93 θηριακῆς προείρηται. Τοιοῦτον ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις παιδεύων φησίν· "6Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί."6 Ἀλλὰ πρὸς αὐτὰ ὁ Ἀδὰμ τὴν γυναῖκα αἰτιώμενός φησιν· "6Ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγον."6 Φιλαίτιον ἡ <κα>κία, καὶ τῶν ἁμαρτανόντων ἴδιον τὸ μὴ ταχέως ὁμολογεῖν τὸ ἁμάρτημα, ἀλλὰ ἀναπλάττεσθαι αἰτίας τοῦ σφάλματος. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων εἱμαρμένῃ διδόντες τὸν βίον ἀπ' ἐκείνης καὶ εἰς ἁμαρτίαν ἀναγκάζεσθαι οἴονται, οἱ δὲ εἰκῇ καὶ ὡς ἔτυχεν τὰ πάντα γίνεσθαι λέγοντες καὶ ταῦτα οὕτω συμβαίνειν νομίζουσιν· ὁδὲ πρωτόπλαστος τῆς ἐντολῆς παρακούσας φησίν· "6Ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ."6 Ἔδει δ' αὐτὸν ἐννοῆσαι ὅτι πρῶτον μέν, ἀπὸ Θεοῦ ταύτην δεξάμενος, δεόντως αὐτὴν καὶ τὸ πρὸς τὸ συμφέρον ἐδέξατο, ἔπειτα οὐχ ὡς διδάσκαλον ἔλαβεν, ἀλλ' ὡς ἑπομένην. Καὶ τοῦτο ἐν τοῖς φθάσασιν παρεση- μειωσάμεθα ἐκ τῆς ἀποκρίσεως τῆς Εὕας πρὸς τὸν ὄφιν, φασκούσης πρὸς αὐτόν· "6Ἀπὸ καρποῦ ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ καρποῦ τοῦ ξύλου ὅ ἐστιν ἐμμέσῳ τῷ παραδείσῳ εἶπεν ὁ Θεός· Οὐ φάγεσθε ἀπ' αὐτοῦ οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε"6, περὶ γὰρ ἁφῆς ὁ Θεὸς οὐκ ἦν ἐντειλάμενος, τοῦτο δὲ ὡς ἐκ τοῦ Ἀδὰμ μαθοῦσαν παιδεύοντος αὐτὴν εὐλαβεστέραν εἶναι, ἅτε ἀσθενῆ, ἀκοῦσαι παρ' αὐτοῦ τὸ μηδὲ ἁψῆσθαι αὐτοῦ. Πῶς οὖν ὁ διδάσκαλος καὶ ὑφηγητὴς παρὰ τῆς μανθα- νούσης εἰς ἀπάτην ἤχθη; Εἰσὶ δ' οἱ ἀπολογούμενοι ὑπὲρ τοῦ Ἀδὰμ ἐκ τοῦ εἰρημένου πρὸς αὐτοῦ· "6Ἡ γυνὴ"6 γάρ φησιν "6ἣν ἔδωκας μετ' ἐμοῦ"6· ἐπεὶ γὰρ μετ' ἐμοῦ αὐτὴν δέδωκας εἶπεν, ἐπιστάμενος ὡς διὰ τὴν παρακοὴν ἐξώβλητος ἔσται, συνηκολούθησεν οὐ κατὰ παράβασίν φασιν αὐτῇ, ἀλλὰ πρὸς ὠφέλειαν αὐτῆς· πολλάκις γὰρ τοῖς ἀσθενεστέροις οἱ διδάσκαλοι συγκατίασιν, ἵν' ἐκ τούτου ὑποστροφὴν αὐτοῖς ἐργάσωνται. Καὶ ταῦτα κρατύ- 94 νουσιν ἐκ τῶν παρὰ Παύλῳ λεγομένων, ἅπερ εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν ἀνήγ̣[αγεν· "6Ὁ δ̣' Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐνπαραβάσει γέγονεν."6 Συνετοῦ δέ ἐστιν, εἰς τὴν ἐκκλησίαν τῆς γυναικὸς ἀναφερο- μένης καὶ εἰς Χριστὸν τοῦ Ἀδάμ, σῶσαι τὸν εἱρμὸν τῆς ἀλληγορίας καὶ συνεπισκέψαι μήποτε τὸ μὲν γένος τὸ ἀνθρώπων, ἐξ οὗπερ συμπληροῦται ἡ ἐκκ̣λησία, τῇ παραβάσει χρησάμενον αἴτιον κατέστη τῆς τοῦ Σωτῆρος καθόδου, ἵνα τῇ οἰκονομίᾳ χρήσηται, δι' ἣν κατάρα κα̣ὶ ἁμαρτία γέγονεν, οὐκ ὢν ταῦτα, ἀλλὰ δι' ἡμᾶς αὐτὰ ἀναδεξάμενος. ιιι, 13. Καὶ εἶπεν Κύριος ὁ Θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Καὶ εἶπεν ἡ γυνή· Ὁ ὀ´̣φις ἠπάτησέν με καὶ ἔφαγον. 37 Τρία πρόσωπα εἰσάγεται ὑπὸ μέμψιν ἐνταῦθα· ὁ ἀνήρ, ἡ γυνή, ὁ ὄφις. Καὶ ὁ μὲν ἀνὴρ ἔσχεν ἀπολογήσασθαι ὅτι ἡ γυνὴ αὐτῷ παραιτία γέγονεν τοῦ φαγεῖν τοῦ ἀπηγορευμένου ξύλου, ἐξ οὗ ἔγνω ὅτι γυμνός ἐστιν, ἡ δὲ γ̣υνὴ αἰτιᾶται τὸν ὄφιν λέγουσα· "6Ὁ ὄφις ἠπάτησέν με καὶ ἔφα̣γ̣ο̣ν"6· καὶ γὰρ ὁ Θεὸς ἀπῄτησεν παρ' αὐτῶν τοῦ σφάλματος αἰτίαν· οὐ φέρεται δὲ τοιαύτη πρὸς τὸν ὄφιν ἐρώτησις. Οὐ γὰρ εἶχεν τὴν αἰτίαν τῆς κακίας ἐπ' ἄλλον ἀνενεγκεῖν, αὐτὸς αὐτῆς γεννήτωρ ὑπάρξας. Τοῦτο γὰρ αὐτὸ καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος διδάσκει λέγων περὶ αὐτοῦ· "6Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ"6, ὅ ἐστιν ὁ πατὴρ τοῦ ψεύδους· οὐ γὰρ ὁ διάβολος πατέρα ἔχει κατὰ τοὺς μυθωδῶς οἰηθέντας. Πάντες δ' οἱ κακίᾳ χρώμενοι πλὴν αὐτοῦ οὐκ ἐκ τῶν ἰδίων, ἀλλ' ἐκ τῆς αὐτοῦ κακεντρεχείας, ἐπὶ τοῦτο ἔρχονται, αὐτοῦ ἀκούοντος πρὸς τοῦ λόγου· "6Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβή- σομαι"6 καὶ τὰ ἑξῆς. Οὐ γὰρ ἄλλος αὐτῷ τὴν ὑπερηφανίαν 95 ὑπέβαλεν, ἀλλὰ αὐτὸς ἑαυτῷ· διὸ καὶ οὐδὲ λόγος
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.