In Genesim · §u10-open

In Genesim Unit 10 opening

Unit 10.

Lemma-led open — 6Ὁ ὄφις ἠπάτησέν με

Greek

[ἀ]πο- λογίας αὐτῷ δίδοται. Τί οὖν, φησίν, τοῦτο ἐποίησας; Μὴ γὰρ εἰς τοῦτο ἐτέθης ἐπὶ τῷ αἰτία καταστῆναι τῷ ἀνδρὶ σφάλματος; Καὶ εἶπεν· "6Ὁ ὄφις ἠπάτησέν με"6. Ἀπάτῃ γὰρ τοῦτογέγονεν. Αὐτῆς γὰρ τὰ τῆς ἐντολῆς προενεγκαμένης, αὐτὸς ἀντιστρόφως ἐχρήσατο τῇ προστάξει μετὰ τοῦ καὶ ὑπισχνεῖσθαί τι αὐτοῖς κομπῶδες καὶ δελεάσαι δυνάμενον· "6Ἤδει γάρ"6 φησιν "6ὁ Θεὸς ὅτι ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γιγνώσκοντες καλὸν καὶ πονηρόν."6 Ὁμολογεῖ δὲ νῦν τὴν ἀπάτην εἰκότως· Θεοῦ γὰρ αἰσθομένη ἐπιγιγνώσκει τὸ γεγενημένον. Τοῦτο γὰρ ἔθος τοῖς ἀπατωμένοις μετὰ τὴν ἔκβασιν ἐπαισ̣θ̣άνεσθαι τοῦ κακοῦ· κατὰ γὰρ τὴν ἀρχήν, τῆς ἡδο̣ν̣ῆς ἐπικρυπτούσης τὴν αἴσθησιν, οὐ γίνεται ἐπίγνωσις. Τὸ δὲ "6εἶπεν"6 οὕτως πάλιν λεκτέον, ὅτι ὁμιλία ἐν διανοίᾳ τῆς γυναικὸς τοῦ Θεοῦ γέγονεν, καὶ τοῦτο οὐκ ἄδηλον· ὅτε γάρ, ἁμαρτανόντων ἡμῶν, λογισμὸς ἀνατρεπτικὸς τῆς ἁμαρτίας γίνεται, Θεὸν ἡγητέον ἐν τῇ διανοίᾳ παρεῖναι καὶ λαλεῖν. Ἐκεῖ δὲ καὶ τάξιν κατὰ τὰ πρότερον ἀλληγοροῦμεν· ἡ γὰρ ἡδονή, ἥτις ὁ ὄφις ἐστίν, πρότερον τῇ αἰσθήσει, ἣν γυναῖκα ἐλέγομεν, ἐγγίνεται, εἶθ' οὕτως τῷ νῷ αὕτη διακονεῖ, ὅστις καὶ ὁ ἀνὴρ εἴρηται. ιιι, 14. Καὶ εἶπεν Κύριος ὁ Θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ὅπερ πρός τε τὸν Ἀδὰμ καὶ τὴν Εὕαν εἶπεν ὁ Θεός, ἑκάστῳ αὐτῶν [λ]έγων· "6Τί ἐποίησας τοῦτο;"6, ἀφ' ὧν καὶ τὸν αἴτιον τῆς κακίας [ἤ]κουσεν, τοῦ μὲν Ἀδὰμ τὴν γυναῖκα αἰτιωμένου, τῆς δὲ γ̣υν̣α̣ι̣κὸς τὸν 96 ὄφιν, οὐκέτι εἶπεν πρὸς τὸν ὄφιν· ἀρχέκακος γὰρ οὗτος καὶ τὴν αἰτίαν ἐπ' ἄλλον ἀνενεγκεῖν οὐκ ἔχων. ∆ιόπερ εὐθὺς ἀντὶ τοῦ "6τί ὅτι ἐποίησας τοῦτο;"6 ἐπάγει τὴν ἐπιτιμίαν εἰπών· "6Ὅτι τοῦτο ἐποίησας, ἐπικα<τά>ρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς,"6 ∆ῆλον δὲ ὡς οὐ τῷ ἑρπετῷ τούτῳ τὴν ἐπιτιμίαν προσάγει Θεός· οὐδὲ γὰρ ἔχει φύσιν τοῦ τὸν ἀπάτης προαγαγεῖν λόγον, ἐξ οὗ τὴν καθ' ἑαυτοῦ ἐπιτιμίαν ἐκκαλέσεται τὸν Θεὸν ποιήσασθαι. Παῦλος γοῦν γράφων Κορινθίοις, ἐπιστάμενος ὡς οὐ ζῷον ἄλογον ὑπῆρχεν, περὶ οὗ ἔγραφεν, φησίν· "6Φοβοῦμαι μήπως, ὡς ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς <ἁπλότητος>"6. Παραβάλλει γὰρ ὁ Παῦλος ἀπάτην γινομένην ὑπὸ κακοήθων ἀνθρώπων καὶ πανούργων, οἵτινες ἐπιφυέντες ἦσαν, λέγοντες μὴ εἶναι ἀνάστασιν νεκρῶν μηδὲ ἐκ παρθένου τὸν Σωτῆρα γεγεννῆσθαι, οἳ καὶ ἠπάτων τοὺς ἐν Κορίνθῳ νηπίους ἐν Χριστῷ, οὐκ ἔχοντας τὰ αἰσθητήρια τῆς καρδίας γεγυμνασ- μένα πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ, τῇ ὑπὸ τοῦ ὄφεως κατὰ τῆς Εὕας ἀπάτῃ, ὅπερ δείκνυσιν αὐτὸν οὐχ ἑρπετόν, ἀλλὰ ἀντικειμένην ἐνέργειαν, ἣν διάβολον ἔθος τῇ γραφῇ 38 καλεῖν. Οὐ γὰρ "3ὄφις"3 ἁπλῶς λέγεται, ὥσπερ καὶ περὶ ἐκείνων ἐλέχθη· "6Ὄφεις γεννήματα ἐχιδνῶν"6, ἀλλ' ὁ ὄφις, ὃ δηλοῖ αὐτὸν τὸν διάβολον, ὃς καίτοι ἄλλοις τῆς κακίας αἴτιος κατέστη· ἐνεργεῖ γὰρ ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ἐνεργεῖται τὰ ἴδια ἐμποιῶν ἐκείνοις σοφι- στικῇ ἀπάτῃ. ∆ιόπερ καὶ τὴν ἐπιτιμίαν ὑπερβάλλουσαν δέχεται· "6Ἐπικατάρατος"6 γάρ φησιν "6σὺ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς"6. Ὡς γὰρ αἴτιος κακίας, εἰκότως καὶ τῇ ἐπιτιμίᾳ ὑπὲρ πάντας ὑπόκειται τοὺς ἀπ' αὐτοῦ τὸ ὄφ<ε>ις εἶναι ἐσχηκότας καὶ κτήνη τῷ τρόπῳ καὶ θηρία γῆς, καθ' ὧν τὴν ἐξουσίαν δίδωσιν ὁ Σωτὴρ τοῖς ἰδίοις μαθηταῖς λέγων· "6Ἰδοὺ δέδωκα μὲν ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ."6 Καὶ τῷ ἐν τῇ βοηθείᾳ τοῦ Ὑψίστου κατοικοῦν[τι] ἐπιλέγεται· "6Ἐπ' ἀσπίδα 97 καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα."6

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.