In Genesim · §u11-open

In Genesim Unit 11 opening

Unit 11.

Lemma-led open — 6πολλῶν θλίψεών

Greek

ἐπιμελῶς τῆς καρδίας τῶν ἀνθρώπων ἐπὶ τὰ κακὰ ἐκκειμένης, δυσθήρατος ἡ ἀρετὴ καὶ κόπῳ λαμβανομένη· "6∆ιὰ"6 γὰρ "6πολλῶν θλίψεών"6 φησιν "6δεῖ ὑμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν."6 Ἀγαθοῦ δ' εἰσαγωγικὸν χόρτον τέως ἐμφαγεῖν τὰ πρῶτα τῆς ἀρετῆς, εἶτεν στάχυν, ὅτε μεγάλα εἰσαγωγικὰ μαθήματα τελειότητός τις ἐπιλαμβάνεται ὡς ἀκοῦσαι· "6Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ."6 Ἐπίμοχθον οὖν ἡ ἀρετή, ὅπου καὶ ἡ καρδία τῶν ἀνθρώ- πων ἐπιμελῶς ἐπὶ τὸ κακὸν ἔγκειται· διὰ τοῦτο "6πάσας"6 φησὶν "6τὰς ἡμέρας τῆς ζωῆς σου ἐν ἱδρῶτι φαγῇ τὸν ἄρτον σου"6, ὅπερ οὐκ ἂν λεχθείη ἀγγέλοις· εὐκολώτερον γὰρ παρ' ἐκείνοις τὰ τῆς ἀρετῆς ἐνεργεῖται. Οἰκείως δὲ τῇ ἀλληγορίᾳ ἐκλημπτέον καὶ τὸ "6ἕως ἂν ἀποστρέψῃς εἰς τὴν γῆν ἐξ ἧς ἐλήμφθης"6. Ἀναστὰς γὰρ ἐν πνευματικῷ σώματι οὐράνιον ἕξεις πολιτείαν ἐ[ν] τῇ γῇ τῶν πραῶν γινόμενος· "6Μακάριοι"6 γὰρ "6οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν"6, εἰ καὶ ἀντὶ ταύτης τὴν χέρσον διὰ τὰ ἴδια πταίσματα ἄνθρωπος ἀντικατηλ- λάξατο. Παρ' ἑα<υ>τοὺς γὰρ ἢ γῆ ἐσμεν ἢ οὐρανὸς γινόμεθα τοῦτο ὁ σοφὸς Παῦλος παιδεύει λέγων· "6Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου"6, ὅπερ ἐν τῇ εὐχῇ λέγειν προστάτ- τονται οἱ μαθηταί· "6Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς."6 Πότε δὲ τοῦτο ἔσται, ἢ ὅταν ἄνθρωποι ἐπὶ γῆς 42 περιπατοῦντες ἐν οὐρανῷ ἔχωσιν τὸ πολίτευμα. Σημειωτέον δὲ τοῦτο, ὅτι οὐκ, ἐάν τι ἀλληγορῆται, πάντως ὅλον ἐξομαλίζειν ἀνάγκη· εἴλημπται γὰρ διὰ τί τὸ ῥητὸν οἰκεῖον πρὸς ἀλληγορίαν, τούτου δὲ νοουμένου, 105 οὐκ ἀνάγκη καὶ τὰ πάντα δέχεσθαι πρὸς ἀναγωγήν, οἷον ὡς ἐπὶ τοῦ "6οὐ φιμώσεις βοῦν ἀλοῶντα"6, ὅπερ διὰ τὸ προσήκειν ἐπιγιγνώσκειν τὸν διδάσκαλον καὶ τοὺς πόνους οὓς πονεῖ ὑπὲρ τῶν παιδευομένων εἴρηται· οὐκ ἀνάγκη δὲ λέγειν εἰ δίκερως ὁ βοῦς καὶ ταῦτα εἰς τί ἀνάγεται· οὐ γὰρ διὰ τοῦτο παρείλημπται. Ταῦτα δὲ εἴρηται ἵνα μή τις, εἰς Χριστὸν ἀναγομένου τοῦ Ἀδάμ, πάντα ἀπαιτήσῃ περὶ Χριστοῦ τὰ περὶ τοῦ Ἀδὰμ ὅλα τὰ οἰκεῖα. Καὶ γὰρ αὐτὸς κατάρα ὑπὲρ τῆς ἀνθρωπότητος γέγονεν, σύμβολον ἐχούσης τῆς ἐκκλησίας, ἥτις ἦν ἡ γυνή, ἵνα διὰ τοῦ κόπου αὐτοῦ καὶ τῆς κενώσεως ζωὴ γένηται τοῖς ἀποσφα- λεῖσιν· "6Τὸν"6 γὰρ "6μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ."6 Ἁμαρτία δὲ οὐ καθάπαξ ἐστίν, ἣ γὰρ ἂν οὐκ ἦν ποιητικὴ δικαιοσύνης. Καὶ γὰρ κατάραδὲ γέγονεν, ἵν' ἡμεῖς εὐλογίαν σχῶμεν· καὶ ὥσπερ οὐχ ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ τῆς γυναικὸς ἐξαπατηθείσης ἠκολού- θησεν, οὕτω, τῆς ἀνθρωπότητος σφαλείσης, "6ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών"6. Εἰ γὰρ μὴ παραβὰν ἐτύγχανε τὸ γένος, οὐδὲ τοῦ θεραπεύσοντος ἔχρηζον, τραύματος μὴ γεγενημένου, ὃ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν ἐξεκάλειτο. ιιι, 20. Καὶ ἐκάλεσεν Ἀδ[ὰ]μ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Συνέσει κινούμενος προμηθεστάτῃ ὁ Ἀδάμ, ἐπιστάμενος ὅτι ἔξω τοῦ παραδείσου διὰ τὴν παράβασιν ἔσονται, προαναφωνεῖ τὸ μέλλον Ζωὴν καλῶν τὴν γυναῖκα, "6ὅτι αὕτη μήτηρ πάντων"6 ἔσται "6τῶν ζώντων"6. Ἐξ αὐτῆς γὰρ ἅπασα ἡ διαδοχὴ γέγονεν, οὐ δεῖ δὲ προσυπακούειν ὅτι καὶ τῶν ἀλόγων. Οὐ γάρ, ἐὰν καθόλου τι λέγηται, προσπαραλαμβάνειν καὶ τὰ μὴ πεφυκότα προσήκ[ε]ι. Οὐ γάρ, ἐὰν φάσκῃ τὸ λόγιον· "6Ἐκχέω ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, καὶ τὴν τῶν ἀλόγων προσλαβεῖν ἀκόλουθον· οὐδ' ἂν λέγῃ πάλιν· "6Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν"6, προσυπακούειν τοῦτο καὶ περὶ τῆς σαρκὸς τῶν ἀλόγων ἁρμόζει. Οὕτω καὶ νῦν πάντων τῶν ζώντων μήτηρ ἡ Εὕα, τῶν πεφυκότων δηλονότι μητέρα αὐτὴν ἔχειν ἀνθρώπων. 106 Εἰ δὲ καὶ ἐπὶ τὴν ἐκκλησίαν αὕτη ἀνάγοιτο, τίς ἂν

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.